1 Ιουλίου 2010

ΜΕΝΙΠΠΟΥ και ΕΡΜΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ποῦ δαὶ οἱ καλοί εἰσιν ἢ αἱ καλαί͵ Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα.
ΕΡΜΗΣ
Οὐ σχολὴ μέν͵ ὦ Μένιππε· πλὴν κατ΄ ἐκεῖνο ἀπόβλεψον͵ ἐπὶ τὰ δεξιά͵ ἔνθα ὁ Ὑάκινθός τέ ἐστιν καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
ΜΕΝΙΠΠΟΣ
Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά͵ ὅμοια τὰ πολλά.
ΕΡΜΗΣ
Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ͵ ὧν σὺ ἔοικας καταφρονεῖν.
ΜΕΝΙΠΠΟΣ
Ὅμως τὴν Ἑλένην μοι δεῖξον· οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
ΕΡΜΗΣ
Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
ΜΕΝΙΠΠΟΣ
[2] Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν;
ΕΡΜΗΣ
Ἀλλ΄ οὐκ εἶδες͵ ὦ Μένιππε͵ ζῶσαν τὴν γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι τοιῇδ΄ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα τὴν βαφήν͵ ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει͵ ὅτε μέντοι ἀνθεῖ καὶ ἔχει τὴν χρόαν͵ κάλλιστά ἐστιν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν τοῦτο͵ ὦ Ἑρμῆ͵ θαυμάζω͵ εἰ μὴ συνίεσαν οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
ΕΡΜΗΣ
Οὐ σχολή μοι͵ ὦ Μένιππε͵ συμφιλοσοφεῖν σοι. ὥστε σὺ μὲν ἐπιλεξάμενος τόπον͵ ἔνθα ἂν ἐθέλῃς͵ κεῖσο καταβαλὼν σεαυτόν͵ ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς ἤδη μετελεύσομαι.