8 Μαΐου 2010

ΔΙΟΓΕΝΟΥΣ και ΗΡΑΚΛΕΟΥΣ (Νεκρικοί διάλογοι Λουκιανού )

Νεκρικοί διάλογοι Λουκιανού ΔΙΟΓΕΝΟΥΣ και ΗΡΑΚΛΕΟΥΣ


[1] ΔΙΟΓΕΝΗΣ
Οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος͵ μὰ τὸν Ἡρακλέα. τὸ τόξον͵ τὸ ῥόπαλον͵ ἡ λεοντῆ͵ τὸ μέγεθος͵ ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκεν Διὸς υἱὸς ὤν; εἰπέ μοι͵ ὦ καλλίνικε͵ νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
ΗΡΑΚΛΗΣ
Καὶ ὀρθῶς ἔθυες· αὐτὸς μὲν γὰρ ὁ Ἡρακλῆς ἐν τῷ οὐρανῷ τοῖς θεοῖς σύνεστι καὶ ἔχει καλλίσφυρον ῞Ηβην͵ ἐγὼ δὲ εἴδωλόν εἰμι αὐτοῦ.
ΔΙΟΓΕΝΗΣ
Πῶς λέγεις; εἴδωλον τοῦ θεοῦ; καὶ δυνατὸν ἐξ ἡμισείας μέν τινα θεὸν εἶναι͵ τεθνάναι δὲ τῷ ἡμίσει;
ΗΡΑΚΛΗΣ
Ναί· οὐ γὰρ ἐκεῖνος τέθνηκεν͵ ἀλλ΄ ἐγὼ ἡ εἰκὼν αὐτοῦ.
ΔΙΟΓΕΝΗΣ
[2] Μανθάνω· ἄντανδρόν σε τῷ Πλούτωνι παραδέδωκεν ἀνθ΄ ἑαυτοῦ͵ καὶ σὺ νῦν ἀντ΄ ἐκείνου νεκρὸς εἶ.
ΗΡΑΚΛΗΣ
Τοιοῦτό τι.
ΔΙΟΓΕΝΗΣ
Πῶς οὖν ἀκριβὴς ὢν ὁ Αἰακὸς οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον͵ ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα;
ΗΡΑΚΛΗΣ
Ὅτι ἐῴκειν ἀκριβῶς.
ΔΙΟΓΕΝΗΣ
Ἀληθῆ λέγεις· ἀκριβῶς γάρ͵ ὥστε αὐτὸς ἐκεῖνος εἶναι. ὅρα γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆς͵ τὸ δὲ εἴδωλον γεγάμηκεν τὴν ῞Ηβην παρὰ τοῖς θεοῖς.
ΗΡΑΚΛΗΣ
[3] Θρασὺς εἶ καὶ λάλος͵ καὶ εἰ μὴ παύσῃ σκώπτων εἰς ἐμέ͵ εἴσῃ αὐτίκα οἵου θεοῦ εἴδωλόν εἰμι.
ΔΙΟΓΕΝΗΣ
Τὸ μὲν τόξον γυμνὸν καὶ πρόχειρον· ἐγὼ δὲ τί ἂν ἔτι φοβοίμην σε ἅπαξ τεθνεώς; ἀτὰρ εἰπέ μοι πρὸς τοῦ σοῦ Ἡρακλέους͵ ὁπότε ἐκεῖνος ἔζη͵ συνῆς αὐτῷ καὶ τότε εἴδωλον ὤν; ἢ εἷς μὲν ἦτε παρὰ τὸν βίον͵ ἐπεὶ δὲ ἀπεθάνετε͵ διαιρεθέντες ὁ μὲν εἰς θεοὺς ἀπέπτατο͵ σὺ δὲ τὸ εἴδωλον͵ ὥσπερ εἰκὸς ἦν͵ εἰς ᾅδου πάρει;
ΗΡΑΚΛΗΣ
Ἐχρῆν μὲν μηδὲ ἀποκρίνεσθαι πρὸς ἄνδρα ἐξεπίτηδες ἐρεσχηλοῦντα· ὅμως δ΄ οὖν καὶ τοῦτο ἄκουσον· ὁπόσον μὲν γὰρ Ἀμφιτρύωνος ἐν τῷ Ἡρακλεῖ ἦν͵ τοῦτο τέθνηκεν καί εἰμι ἐγὼ ἐκεῖνο πᾶν͵ ὃ δὲ ἦν τοῦ Διός͵ ἐν οὐρανῷ σύνεστι τοῖς θεοῖς.
ΔΙΟΓΕΝΗΣ
[4] Σαφῶς νῦν μανθάνω· δύο γὰρ φῂς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας͵ τὸν μὲν ὑπ΄ Ἀμφιτρύωνι͵ τὸν δὲ παρὰ τοῦ Διός͵ ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι.
ΗΡΑΚΛΗΣ
Οὔκ͵ ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν.
ΔΙΟΓΕΝΗΣ
Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον͵ συνθέτους δύο ὄντας Ἡρακλέας͵ ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε εἰς ἓν συμπεφυκότες ἄνθρωπός τε καὶ θεός.
ΗΡΑΚΛΗΣ
Οὐ γὰρ καὶ πάντες οὕτως σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν͵ ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι͵ ἥπερ ἦν ἐκ Διός͵ τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;
ΔΙΟΓΕΝΗΣ
[5] Ἀλλ΄͵ ὦ βέλτιστε Ἀμφιτρυωνιάδη͵ καλῶς ἂν ταῦτα ἔλεγες͵ εἰ σῶμα ἦσθα͵ νῦν δὲ ἀσώματον εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.
ΗΡΑΚΛΗΣ
Πῶς τριπλοῦν;
ΔΙΟΓΕΝΗΣ
Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ͵ ὁ δὲ παρ΄ ἡμῖν σὺ τὸ εἴδωλον͵ τὸ δὲ σῶμα ἐν Οἴτῃ κόνις ἤδη γενόμενον͵ τρία ταῦτα ἤδη γεγένηται· καὶ σκόπει ὅντινα τὸν τρίτον πατέρα ἐπινοήσεις τῷ σώματι.
ΗΡΑΚΛΗΣ
Θρασὺς εἶ καὶ σοφιστής· τίς δαὶ καὶ ὢν τυγχάνεις;
ΔΙΟΓΕΝΗΣ
Διογένους τοῦ Σινωπέως εἴδωλον͵ αὐτὸς δὲ οὐ μὰ Δία μετ΄ ἀθανάτοισι θεοῖσιν͵ ἀλλὰ τοῖς βελτίστοις τῶν νεκρῶν σύνεστιν Ὁμήρου καὶ τῆς τοιαύτης ψυχρολογίας καταγελῶν.