5 Αυγούστου 2010

ΝΕΚΡΩΝ ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΚΡΟΙΣΟΣ
Οὐ φέρομεν͵ ὦ Πλούτων͵ Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.
ΠΛΟΥΤΩΝ
Τί δ΄ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
ΚΡΟΙΣΟΣ
Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω͵ Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου͵ Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς͵ ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν͵ ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν͵ ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς͵ καὶ ὅλως λυπηρός ἐστιν.
ΠΛΟΥΤΩΝ
Τί ταῦτά φασιν͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ἀληθῆ͵ ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας͵ οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς͵ ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
ΠΛΟΥΤΩΝ
Ἀλλ΄ οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
ΜΕΝΙΠΠΟΣ
Καὶ σὺ μωραίνεις͵ ὦ Πλούτων͵ ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς; ΠΛΟΥΤΩΝ
Οὐδαμῶς͵ ἀλλ΄ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
ΜΕΝΙΠΠΟΣ
[2] Καὶ μήν͵ ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων͵ οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε͵ ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
ΚΡΟΙΣΟΣ
Ταῦτα οὐχ ὕβρις;
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵ ἀλλ΄ ἐκεῖνα ὕβρις ἦν͵ ἃ ὑμεῖς ἐποιεῖτε͵ προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
ΚΡΟΙΣΟΣ
Πολλῶν γε͵ ὦ θεοί͵ καὶ μεγάλων κτημάτων.
ΜΙΔΑΣ
Ὅσου μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ
Ὅσης δὲ ἐγὼ τρυφῆς.
ΜΕΝΙΠΠΟΣ
Εὖ γε͵ οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς͵ ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.