9 Αυγούστου 2010

ΝΙΡΕΩΣ και ΘΕΡΣΙΤΟΥ και ΜΕΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΝΙΡΕΥΣ
Ἰδοὺ δή͵ Μένιππος οὑτοσὶ δικάσει͵ πότερος εὐμορφότερός ἐστιν. εἰπέ͵ ὦ Μένιππε͵ οὐ καλλίων σοι δοκῶ;
ΜΕΝΙΠΠΟΣ
Τίνες δὲ καὶ ἔστε; πρότερον͵ οἶμαι͵ χρὴ γὰρ τοῦτο εἰδέναι.
ΝΙΡΕΥΣ
Νιρεὺς καὶ Θερσίτης.
ΜΕΝΙΠΠΟΣ
Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης; οὐδέπω γὰρ τοῦτο δῆλον. ΘΕΡΣΙΤΗΣ
Ἓν μὲν ἤδη τοῦτο ἔχω͵ ὅτι ὅμοιός εἰμί σοι καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν ἁπάντων εὐμορφότερον προσειπών͵ ἀλλ΄ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ͵ ὦ Μένιππε͵ ὅντινα καὶ εὐμορφότερον ἡγῇ.
ΝΙΡΕΥΣ
Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος͵ ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον. ΜΕΝΙΠΠΟΣ
[2] Ἀλλ’ οὐχὶ καὶ ὑπὸ γῆν͵ ὡς οἶμια, κάλλιστος ἦλθες͵ ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον ταύτῃ μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν· ἀλαπαδνὸν γὰρ αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις.
ΝΙΡΕΥΣ
Καὶ μὴν ἐροῦ Ὅμηρον͵ ὁποῖος ἦν͵ ὁπότε συνεστράτευον τοῖς Ἀχαιοῖς.
ΜΕΝΙΠΠΟΣ
Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις͵ ἐκεῖνα δέ οἱ τότε ἴσασιν. ΝΙΡΕΥΣ
Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες.
ΘΕΡΣΙΤΗΣ
Ἐμοὶ μὲν καὶ τοῦτο ἱκανόν.