11 Μαρτίου 2009

Ἀχαρνεῖς, Ἀριστοφάνης

Ἀριστοφάνης, Ἀχαρνεῖς

Δικαιόπολις

ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,

ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·

ἃ δ᾽ ὠδυνήθην, ψαμμακοσιογάργαρα.

φέρ᾽ ἴδω, τί δ᾽ ἥσθην ἄξιον χαιρηδόνος;

ἐγᾦδ᾽ ἐφ᾽ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, 5

τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.

ταῦθ᾽ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας

διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.

ἀλλ᾽ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,

ὅτε δὴ ᾽κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, 10

ὁ δ᾽ ἀνεῖπεν, εἴσαγ᾽ ὦ Θέογνι τὸν χορόν.

πῶς τοῦτ᾽ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;

ἀλλ᾽ ἕτερον ἥσθην, ἡνίκ᾽ ἐπὶ Μόσχῳ ποτὲ

Δεξίθεος εἰσῆλθ᾽ ᾀσόμενος Βοιώτιον.

τῆτες δ᾽ ἀπέθανον καὶ διεστράφην ἰδών, 15

ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.

ἀλλ᾽ οὐδεπώποτ᾽ ἐξ ὅτου ᾽γὼ ῥύπτομαι

οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς

ὡς νῦν, ὁπότ᾽ οὔσης κυρίας ἐκκλησίας

ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, 20

οἱ δ᾽ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω

τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.

οὐδ᾽ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ᾽ ἀωρίαν

ἥκοντες, εἶτα δ᾽ ὠστιοῦνται πῶς δοκεῖς

ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, 25

ἁθρόοι καταρρέοντες· εἰρήνη δ᾽ ὅπως

ἔσται προτιμῶσ᾽ οὐδέν· ὦ πόλις πόλις.

ἐγὼ δ᾽ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν

νοστῶν κάθημαι· κᾆτ᾽ ἐπειδὰν ὦ μόνος,

στένω κέχηνα σκορδινῶμαι πέρδομαι, 30

ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,

ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,

στυγῶν μὲν ἄστυ τὸν δ᾽ ἐμὸν δῆμον ποθῶν,

ὃς οὐδεπώποτ᾽ εἶπεν, ἄνθρακας πρίω,

οὐκ ὄξος οὐκ ἔλαιον, οὐδ᾽ ᾔδει "πρίω," 35

ἀλλ᾽ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.

νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος

βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,

ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.

ἀλλ᾽ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. 40

οὐκ ἠγόρευον; τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ᾽λεγον·

ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

Κῆρυξ

πάριτ᾽ ἐς τὸ πρόσθεν,

πάριθ᾽, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

Ἀμφίθεος

ἤδη τις εἶπε; 45

Κῆρ. τίς ἀγορεύειν βούλεται;

Ἀμφ. ἐγώ.

Κῆρ. τίς ὤν;

Ἀμφ. Ἀμφίθεος.

Κῆρ. οὐκ ἄνθρωπος;

Ἀμφ. οὔ,

ἀλλ᾽ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν

καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·

γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,

ἐξ ἧς Λυκῖνος ἐγένε᾽· ἐκ τούτου δ᾽ ἐγὼ 50

ἀθάνατός εἰμ᾽· ἐμοὶ δ᾽ ἐπέτρεψαν οἱ θεοὶ

σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.

ἀλλ᾽ ἀθάνατος ὢν ὦνδρες ἐφόδι᾽ οὐκ ἔχω·

οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

Κῆρ. οἱ τοξόται.

Ἀμφ: ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με; 55

Δικ.:

ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν

τὸν ἄνδρ᾽ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε

σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

Κῆρ. κάθησο, σῖγα.

Δικ.: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ,

ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. 60

Κῆρ. οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

Δικ.: ποίου βασιλέως; ἄχθομαι ᾽γὼ πρέσβεσιν

καὶ τοῖς ταὧσι τοῖς τ᾽ ἀλαζονεύμασιν.

Κῆρ. σίγα.

Δικ.: βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

Πρέσβυς

ἐπέμψαθ᾽ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν 65

μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας

ἐπ᾽ Εὐθυμένους ἄρχοντος.

Δικ.: οἴμοι τῶν δραχμῶν.

Πρ.: καὶ δῆτ᾽ ἐτρυχόμεσθα διὰ Καϋστρίων

πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,

ἐφ᾽ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, 70

ἀπολλύμενοι.

Δικ.: σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ

παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

Πρ.: ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν

ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων

ἄκρατον οἶνον ἡδύν. 75

Δικ.: ὦ Κραναὰ πόλις

ἆρ᾽ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

Πρ.: οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους

τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

Δικ.: ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

Πρ.: ἔτει τετάρτῳ δ᾽ ἐς τὰ βασίλει᾽ ἤλθομεν· 80

ἀλλ᾽ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,

κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

Δικ.: πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

Πρ.: τῇ πανσελήνῳ· κᾆτ᾽ ἀπῆλθεν οἴκαδε.

εἶτ᾽ ἐξένιζε· παρετίθει δ᾽ ἡμῖν ὅλους 85

ἐκ κριβάνου βοῦς.

Δικ.: καὶ τίς εἶδε πώποτε

βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

Πρ.: καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου

παρέθηκεν ἡμῖν· ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ.

Δικ.: ταῦτ᾽ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. 90

Πρ.: καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,

τὸν βασιλέως ὀφθαλμόν.

Δικ.: ἐκκόψειέ γε

κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

Κῆρ. ὁ βασιλέως ὀφθαλμός.

Δικ.: ὦναξ Ἡράκλεις.

πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις; 95

ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;

ἄσκωμ᾽ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

Πρ.: ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ᾽ ἀπέπεμψεν φράσον

λέξοντ᾽ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.

Ψευδαρτάβας

ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα. 100

Πρ.: ξυνήκαθ᾽ ὃ λέγει;

Δικ.: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

Πρ.: πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.

λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

Ψευδαρτάβας

οὐ λῆψι χρῦσο χαυνόπρωκτ᾽ Ἰαοναῦ.

Δικ.: οἴμοι κακοδαίμων ὡς σαφῶς. 105

Πρ.: τί δ᾽ αὖ λέγει;

Δικ.: ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,

εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

Πρ.: οὔκ, ἀλλ᾽ ἀχάνας ὅδε γε χρυσίου λέγει.

Δικ.: ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.

ἀλλ᾽ ἄπιθ᾽· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. 110

ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,

ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν·

βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)

ἄλλως ἄρ᾽ ἐξαπατώμεθ᾽ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.)

Ἑλληνικόν γ᾽ ἐπένευσαν ἅνδρες οὑτοιί, 115

κοὐκ ἔσθ᾽ ὅπως οὐκ εἰσὶν ἐνθένδ᾽ αὐτόθεν.

καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ

ἐγᾦδ᾽ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.

ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε,

τοιόνδε γ᾽ ὦ πίθηκε τὸν πώγων᾽ ἔχων

εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; 120

ὁδὶ δὲ τίς ποτ᾽ ἐστίν; οὐ δήπου Στράτων;

Κῆρ. σίγα, κάθιζε.

τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ

ἐς τὸ πρυτανεῖον. 125

Δικ.: ταῦτα δῆτ᾽ οὐχ ἀγχόνη;

κἄπειτ᾽ ἐγὼ δῆτ᾽ ἐνθαδὶ στραγγεύομαι;

τοὺς δὲ ξενίζειν οὐδέποτέ γ᾽ ἴσχει θύρα.

ἀλλ᾽ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.

ἀλλ᾽ Ἀμφίθεός μοι ποῦ ᾽στιν;

Ἀμφ: οὑτοσὶ πάρα.

Δικ.: ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς 130

σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ

καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·

ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

Κῆρ. προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.

Θέωρος

ὁδί.

Δικ.: ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. 135

Θέωρος

χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν--

Δικ.: μὰ Δί᾽ οὐκ ἄν, εἰ μισθόν γε μὴ ᾽φερες πολύν.

Θέωρος

εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην

καὶ τοὺς ποταμοὺς ἔπηξ᾽,

ὑπ᾽ αὐτὸν τὸν χρόνον,

ὅτ᾽ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. 140

τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·

καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,

ὑμῶν τ᾽ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ

ἐν τοῖσι τοίχοις ἔγραφ᾽, Ἀθηναῖοι καλοί.

ὁ δ᾽ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, 145

ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,

καὶ τὸν πατέρ᾽ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·

ὁ δ᾽ ὤμοσε σπένδων βοηθήσειν ἔχων

στρατιὰν τοσαύτην ὥστ᾽ Ἀθηναίους ἐρεῖν,

ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. 150

Δικ.: κάκιστ᾽ ἀπολοίμην, εἴ τι τούτων πείθομαι

ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

Θέωρος

καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος

ἔπεμψεν ὑμῖν.

Δικ.: τοῦτο μέν γ᾽ ἤδη σαφές.

Κῆρ. οἱ Θρᾷκες ἴτε δεῦρ᾽, οὓς Θέωρος ἤγαγεν. 155

Δικ.: τουτὶ τί ἐστι τὸ κακόν;

Θέωρος

Ὀδομάντων στρατός.

Δικ.: ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;

τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

Θέωρος

τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,

καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. 160

Δικ.: τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;

ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς

ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,

ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.

οὐ καταβαλεῖτε τὰ σκόροδ᾽; 165

Θέωρος

ὦ μόχθηρε σὺ

οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

Δικ.: ταυτὶ περιείδεθ᾽ οἱ πρυτάνεις πάσχοντά με

ἐν τῇ πατρίδι καὶ ταῦθ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων;

ἀλλ᾽ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν

τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δ᾽ ὑμῖν ὅτι 170

διοσημία ᾽στὶ καὶ ῥανὶς βέβληκέ με.

Κῆρ. τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ᾽ εἰς ἔνην.

οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

Δικ.: οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.

ἀλλ᾽ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. 175

χαῖρ᾽ Ἀμφίθεε.

Ἀμφ: μήπω γε πρίν γ᾽ ἂν στῶ τρέχων·

δεῖ γάρ με φεύγοντ᾽ ἐκφυγεῖν Ἀχαρνέας.

Δικ.: τί δ᾽ ἔστ᾽;

Ἀμφ: ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων

ἔσπευδον· οἱ δ᾽ ὤσφροντο πρεσβῦταί τινες

Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι 180

ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.

ἔπειτ᾽ ἀνέκραγον πάντες, ὦ μιαρώτατε

σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;

κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·

ἐγὼ δ᾽ ἔφευγον· οἱ δ᾽ ἐδίωκον κἀβόων. 185

Δικ.: οἱ δ᾽ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;

Ἀμφ: ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.

αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

Δικ.: αἰβοῖ.

Ἀμφ: τί ἔστιν;

Δικ.: οὐκ ἀρέσκουσίν μ᾽ ὅτι

ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. 190

Ἀμφ: σὺ δ᾽ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

Δικ.: ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις

ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

Ἀμφ: ἀλλ᾽ αὑταιὶ σπονδαὶ τριακοντούτιδες

κατὰ γῆν τε καὶ θάλατταν. 195

Δικ.: ὦ Διονύσια,

αὗται μὲν ὄζουσ᾽ ἀμβροσίας καὶ νέκταρος

καὶ μὴ ᾽πιτηρεῖν σιτί᾽ ἡμερῶν τριῶν,

κἀν τῷ στόματι λέγουσι, βαῖν᾽ ὅπῃ θέλεις.

ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,

χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. 200

ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς

ἄξω τὰ κατ᾽ ἀγροὺς εἰσιὼν Διονύσια.

Ἀμφ: ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

Χορός

τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου

τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον 205

ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,

εἴ τις οἶδ᾽ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.

ἐκπέφευγ᾽, οἴχεται φροῦδος. οἴμοι τάλας

τῶν ἐτῶν τῶν ἐμῶν· 210

οὐκ ἂν ἐπ᾽ ἐμῆς γε νεότητος, ὅτ᾽ ἐγὼ φέρων ἀνθράκων φορτίον

ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ 215

σπονδοφόρος οὗτος ὑπ᾽ ἐμοῦ τότε διωκόμενος

ἐξέφυγεν οὐδ᾽ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.

νῦν δ᾽ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,

καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, 220

οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ

μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.

ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, 225

οἷσι παρ᾽ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·

κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ 230

ὀξὺς ὀδυνηρὸς ... ἐπίκωπος, ἵνα

μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.

ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε

καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ· 235

ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

Δικ.: εὐφημεῖτε, εὐφημεῖτε.

Χορ.: σῖγα πᾶς. ἠκούσατ᾽ ἄνδρες ἆρα τῆς εὐφημίας;

οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς

ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικ᾽ ἐξέρχεται. 240

Δικ.: εὐφημεῖτε, εὐφημεῖτε.

προΐτω σ᾽ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·

ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.

κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵν᾽ ἀπαρξώμεθα.

Θυγάτηρ

ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, 245

ἵν᾽ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.

Δικ.: καὶ μὴν καλόν γ᾽ ἔστ᾽· ὦ Διόνυσε δέσποτα

κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ

πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν

ἀγαγεῖν τυχηρῶς τὰ κατ᾽ ἀγροὺς Διονύσια, 250

στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι

καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.

ἄγ᾽ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς

οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος

ὅστις σ᾽ ὀπύσει κἀκποιήσεται γαλᾶς 255

σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.

πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα

μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.

ὦ Ξανθία, σφῷν δ᾽ ἐστὶν ὀρθὸς ἑκτέος

ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· 260

ἐγὼ δ᾽ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·

σὺ δ᾽ ὦ γύναι θεῶ μ᾽ ἀπὸ τοῦ τέγους. πρόβα.

Φαλῆς ἑταῖρε Βακχίου

ξύγκωμε νυκτοπεριπλάνητε

μοιχὲ παιδεραστά, 265

ἕκτῳ σ᾽ ἔτει προσεῖπον ἐς

τὸν δῆμον ἐλθὼν ἄσμενος,

σπονδὰς ποιησάμενος ἐμαυτῷ,

πραγμάτων τε καὶ μαχῶν

καὶ Λαμάχων ἀπαλλαγείς. 270

πολλῷ γάρ ἐσθ᾽ ἥδιον, ὦ Φαλῆς Φαλῆς,

κλέπτουσαν εὑρόνθ᾽ ὡρικὴν ὑληφόρον

τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως

μέσην λαβόντ᾽ ἄραντα καταβαλόντα

καταγιγαρτίσ᾽ ὦ 275

Φαλῆς Φαλῆς.

ἐὰν μεθ᾽ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης

ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον·

Χορ.: οὗτος αὐτός ἐστιν, οὗτος. 280

βάλλε βάλλε βάλλε βάλλε,

παῖε παῖε τὸν μιαρόν.

οὐ βαλεῖς; οὐ βαλεῖς;

Δικ.: Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.

Χορ.: σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. 285

Δικ.: ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;

Χορ.: τοῦτ᾽ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς

ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος 290

σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ᾽ ἀποβλέπειν.

Δικ.: ἀντὶ δ᾽ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα᾽ ἀκούσατε.

Χορ.: σοῦ γ᾽ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις. 295

Δικ.: μηδαμῶς πρὶν ἄν γ᾽ ἀκούσητ᾽· ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθοί.

Χορ.: οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·

ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ 300

κατατεμῶ ποθ᾽ ἱππεῦσι καττύματα.

σοῦ δ᾽ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,

ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

Δικ.: ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, 305

τῶν δ᾽ ἐμῶν σπονδῶν ἀκούσατ᾽, εἰ καλῶς ἐσπεισάμην.

Χορ.: πῶς δέ γ᾽ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ᾽ ἅπαξ

οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ᾽ ὅρκος μένει;

Δικ.: οἶδ᾽ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,

οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. 310

Χορ.: οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν

ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτ᾽ ἐγώ σου φείσομαι;

Δικ.: οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλ᾽ ἐγὼ λέγων ὁδὶ

πόλλ᾽ ἂν ἀποφήναιμ᾽ ἐκείνους ἔσθ᾽ ἃ κἀδικουμένους.

Χορ.: τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, 315

εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.

Δικ.: κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,

ὑπὲρ ἐπιξήνου ᾽θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

Χορ.: εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται

μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; 320

Δικ.: οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.

οὐκ ἀκούσεσθ᾽; οὐκ ἀκούσεσθ᾽ ἐτεὸν ὦχαρνηίδαι;

Χορ.: οὐκ ἀκουσόμεσθα δῆτα.

Δικ.: δεινά τἄρα πείσομαι.

Χορ.: ἐξολοίμην, ἢν ἀκούσω.

Δικ.: μηδαμῶς ὦχαρνικοί.

Χορ.: ὡς τεθνήξων ἴσθι νυνί. 325

Δικ.: δήξομἄρ᾽ ὑμᾶς ἐγώ.

ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·

ὡς ἔχω γ᾽ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

Χορ.: εἰπέ μοι, τί τοῦτ᾽ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται

τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον

τῶν παρόντων ἔνδον εἵρξας; ἢ ᾽πὶ τῷ θρασύνεται; 330

Δικ.: βάλλετ᾽ εἰ βούλεσθ᾽. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.

εἴσομαι δ᾽ ὑμῶν τάχ᾽ ὅστις ἀνθράκων τι κήδεται.

Χορ.: ὡς ἀπωλόμεσθ᾽. ὁ λάρκος δημότης ὅδ᾽ ἔστ᾽ ἐμός.

ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.

Δικ.: ὡς ἀποκτενῶ, κέκραχθ᾽· ἐγὼ γὰρ οὐκ ἀκούσομαι. 335

Χορ.: ἀπολεῖς ἄρ᾽ ὁμήλικα τόνδε φιλανθρακέα;

Δικ.: οὐδ᾽ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

Χορ.: ἀλλὰ γὰρ νῦν λέγ᾽, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον

αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος·

ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. 340

Δικ.: τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

Χορ.: οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

Δικ.: ἀλλ᾽ ὅπως μὴ ν᾽ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.

Χορ.: ἐκσέσεισται χαμᾶζ᾽· οὐχ ὁρᾷς σειόμενον;

ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. 345

ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

Δικ.: ἐμέλλετ᾽ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,

ὀλίγου τ᾽ ἀπέθανον ἄνθρακες Παρνήθιοι,

καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.

ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν 350

ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.

δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι

τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν

ἐθέλειν τ᾽ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,

ἐμοῦ ᾽θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν 355

ὑπὲρ Λακεδαιμονίων ἅπανθ᾽ ὅσ᾽ ἂν λέγω·

καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.

Χορ.: τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ᾽,

ὅ τι ποτ᾽ ὦ σχέτλιε τὸ μέγα τοῦτ᾽ ἔχεις; 360

πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.

ἀλλ᾽ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,

θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν. 365

Δικ.: ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,

ὁ δ᾽ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.

ἀμέλει μὰ τὸν Δἴ οὐκ ἐνασπιδώσομαι,

λέξω δ᾽ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.

καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους 370

τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,

ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν

ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·

κἀνταῦθα λανθάνουσ᾽ ἀπεμπολώμενοι·

τῶν τ᾽ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι 375

οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.

αὐτός τ᾽ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον

ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.

εἰσελκύσας γάρ μ᾽ ἐς τὸ βουλευτήριον

διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου 380

κἀκυκλοβόρει κἄπλυνεν, ὥστ᾽ ὀλίγου πάνυ

ἀπωλόμην μολυνοπραγμονούμενος.

νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε

ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.

Χορ.: τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς; 385

λαβὲ δ᾽ ἐμοῦ γ᾽ ἓνεκα παρ᾽ Ἱερωνύμου

σκοτοδασυπυκνότριχά τιν᾽ Ἄιδος κυνῆν· 390

ἀλλ᾽ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,

ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.

Δικ.: ὥρα ᾽στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,

καί μοι βαδιστέ᾽ ἐστὶν ὡς Εὐριπίδην.

παῖ παῖ. 395

Κηφισόφων

τίς οὗτος,

Δικ.: ἔνδον ἔστ᾽ Εὐριπίδης;

Κηφ.: οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

Δικ.: πῶς ἔνδον εἶτ᾽ οὐκ ἔνδον;

Κηφ.: ὀρθῶς ὦ γέρον.

ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια

οὐκ ἔνδον, αὐτὸς δ᾽ ἔνδον ἀναβάδην ποιεῖ

τραγῳδίαν. 400

Δικ.: ὦ τρισμακάρι᾽ Εὐριπίδη,

ὅθ᾽ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.

ἐκκάλεσον αὐτόν.

Κηφ.: ἀλλ᾽ ἀδύνατον.

Δικ.: ἀλλ᾽ ὅμως·

οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν.

Εὐριπίδη, Εὐριπίδιον,

ὑπάκουσον, εἴπερ τώποτ᾽ ἀνθρώπων τινί· 405

Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.

Ευριπίδης

ἀλλ᾽ οὐ σχολή.

Δικ.: ἀλλ᾽ ἐκκυκλήθητ᾽.

Ευριπίδης

ἀλλ᾽ ἀδύνατον.

Δικ.: ἀλλ᾽ ὅμως.

Ευριπίδης

ἀλλ᾽ ἐκκυκλήσομαι· καταβαίνειν δ᾽ οὐ σχολή.

Δικ.: Εὐριπίδη, 410

Ευριπίδης

τί λέλακας;

Δικ.: ἀναβάδην ποιεῖς,

ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.

ἀτὰρ τί τὰ ῥάκι᾽ ἐκ τραγῳδίας ἔχεις,

ἐσθῆτ᾽ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.

ἀλλ᾽ ἀντιβολῶ πρὸς τῶν γονάτων σ᾽ Εὐριπίδη,

δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. 415

δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·

αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

Ευριπίδης

τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ

ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;

Δικ.: οὐκ Οἰνέως ἦν, ἀλλ᾽ ἔτ᾽ ἀθλιωτέρου. 420

Ευριπίδης

τὰ τοῦ τυφλοῦ Φοίνικος;

Δικ.: οὐ Φοίνικος, οὔ·

ἀλλ᾽ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

Ευριπίδης

ποίας ποθ᾽ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;

ἀλλ᾽ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

Δικ.: οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. 425

Ευριπίδης

ἀλλ᾽ ἦ τὰ δυσπινῆ ᾽θέλεις πεπλώματα,

ἃ Βελλεροφόντης εἶχ᾽ ὁ χωλὸς οὑτοσί;

Δικ.: οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν

χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.

Ευριπίδης

οἶδ᾽ ἄνδρα Μυσὸν Τήλεφον. 430

Δικ.: ναὶ Τήλεφον·

τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.

Ευριπίδης

ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.

κεῖται δ᾽ ἄνωθεν τῶν Θυεστείων ῥακῶν

μεταξὺ τῶν Ἰνοῦς.

Κηφ.: ἰδοὺ ταυτὶ λαβέ.

Δικ.: ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, 435

ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον.

Εὐριπίδη, ᾽πειδήπερ ἐχαρίσω ταδί,

κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,

τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.

δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, 440

εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·

τοὺς μὲν θεατὰς εἰδέναι μ᾽ ὃς εἴμ᾽ ἐγώ,

τοὺς δ᾽ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,

ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

Ευριπίδης

δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί. 445

Δικ.: εὐδαιμονοίης, Τηλέφῳ δ᾽ ἁγὼ φρονῶ.

εὖ γ᾽ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.

ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

Ευριπίδης

τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

Δικ.: ὦ θύμ᾽, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, 450

πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ

γλίσχρος προσαιτῶν λιπαρῶν τ᾽. Εὐριπίδη

δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

Ευριπίδης

τί δ᾽ ὦ τάλας σε τοῦδ᾽ ἔχει πλέκους χρέος;

Δικ.: χρέος μὲν οὐδέν, βούλομαι δ᾽ ὅμως λαβεῖν. 455

Ευριπίδης

λυπηρὸς ἴσθ᾽ ὢν κἀποχώρησον δόμων.

Δικ.: φεῦ·

εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.

Ευριπίδης

ἄπελθε νῦν μοι.

Δικ.: μἀλλά μοι δὸς ἓν μόνον

κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον. 460

Ευριπίδης

φθείρου λαβὼν τόδ᾽· ἴσθ᾽ ὀχληρὸς ὢν δόμοις.

Δικ.: οὔπω μὰ Δί᾽· οἶσθ᾽ οἷ᾽ αὐτὸς ἐργάζει κακά.

ἀλλ᾽ ὦ γλυκύτατ᾽ Εὐριπίδη τουτὶ μόνον

δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.

Ευριπίδης

ὦνθρωπ᾽ ἀφαιρήσει με τὴν τραγῳδίαν·

ἄπελθε ταυτηνὶ λαβών. 465

Δικ.: ἀπέρχομαι.

καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν

ἀπόλωλ᾽. ἄκουσον ὦ γλυκύτατ᾽ Εὐριπίδη·

τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ᾽ ἔτι·

ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

Ευριπίδης

ἀπολεῖς μ᾽. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. 470

Δικ.: ἀλλ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἄπειμι. καὶ γάρ εἰμ᾽ ἄγαν

ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.

οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ᾽. ἐπελαθόμην

ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.

Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, 475

κάκιστ᾽ ἀπολοίμην, εἴ τί σ᾽ αἰτήσαιμ᾽ ἔτι,

πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,

σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.

Ευριπίδης

ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

Δικ.: ὦ θύμ᾽ ἄνευ σκάνδικος ἐμπορευτέα. 480

ἆρ᾽ οἶσθ᾽ ὅσον τὸν ἀγῶν᾽ ἀγωνιεῖ τάχα,

μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;

πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δ᾽ αὑτηί.

ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;

ἐπῄνεσ᾽· ἄγε νυν ὦ τάλαινα καρδία 485

ἄπελθ᾽ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ

παράσχες εἰποῦσ᾽ ἅττ᾽ ἂν αὐτῇ σοι δοκῇ.

τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.

Χορ.: τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν 490

ἀναίσχυντος ὢν σιδηροῦς τ᾽ ἀνήρ,

ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα

ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.

ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ᾽. εἶά νυν,

ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε. 495

Δικ.: μή μοι φθονήσητ᾽ ἄνδρες οἱ θεώμενοι,

εἰ πτωχὸς ὢν ἔπειτ᾽ ἐν Ἀθηναίοις λέγειν

μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.

τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. 500

ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.

οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι

ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.

αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τ᾽ ἀγών,

κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι 505

ἥκουσιν οὔτ᾽ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·

ἀλλ᾽ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·

τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.

ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,

καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς 510

σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·

κἀμοὶ γάρ ἐστ᾽ ἀμπέλια διακεκομμένα.

ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,

τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;

ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, 515

μέμνησθε τοῦθ᾽ ὅτι οὐχὶ τὴν πόλιν λέγω,

ἀλλ᾽ ἀνδράρια μοχθηρά, παρακεκομμένα,

ἄτιμα καὶ παράσημα καὶ παράξενα,

ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·

κεἴ που σίκυον ἴδοιεν ἢ λαγᾐδιον 520

ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,

ταῦτ᾽ ἦν Μεγαρικὰ κἀπέπρατ᾽ αὐθημερόν.

καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,

πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε

νεανίαι κλέπτουσι μεθυσοκότταβοι· 525

κᾆθ᾽ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι

ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·

κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη

Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.

ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος 530

ἤστραπτ᾽ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,

ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,

ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ᾽ ἐν ἀγορᾷ

μήτ᾽ ἐν θαλάττῃ μήτ᾽ ἐν οὐρανῷ μένειν.

ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ᾽πείνων βάδην, 535

Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ᾽ ὅπως

μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·

κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.

κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.

ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. 540

Δικ.: φέρ᾽ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει

ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,

καθῆσθ᾽ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·

καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε

τριακοσίας ναῦς, ἦν δ᾽ ἂν ἡ πόλις πλέα 545

θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,

μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,

στοᾶς στεναχούσης, σιτίων μετρουμένων,

ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,

σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, 550

στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·

τὸ νεώριον δ᾽ αὖ κωπέων πλατουμένων,

τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,

αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.

ταῦτ᾽ οἶδ᾽ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον 555

οὐκ οἰόμεσθα; νοῦς ἄρ᾽ ἡμῖν οὐκ ἔνι.

Ἡμιχόριον Α

ἄληθες ὦπίτριπτε καί μιαρώτατε;

ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,

καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;

Ἡμιχόριον Β

νὴ τὸν Ποσειδῶ καὶ λέγει γ᾽ ἅπερ λέγει 560

δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.

Ἡμιχόριον Α

εἶτ᾽ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ᾽ ἐχρῆν;

ἀλλ᾽ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.

Ἡμιχόριον Β

οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς

τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα. 565

Ἡμιχόριον Α

ἰὼ Λάμαχ᾽ ὦ βλέπων ἀστραπάς,

βοήθησον ὦ γοργολόφα φανείς,

ἰὼ Λάμαχ᾽ ὦ φίλ᾽ ὦ φυλέτα·

εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ

τειχομάχας ἀνήρ, βοηθησάτω 570

τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.

Λάμαχος

πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;

ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;

τίς Γοργόν᾽ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

Δικ.: ὦ Λάμαχ᾽ ἥρως, τῶν λόφων καὶ τῶν λόχων. 575

Ἡμιχόριον Α

ὦ Λάμαχ᾽, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι

ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

Λάμ.: οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

Δικ.: ὦ Λάμαχ᾽ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,

εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην. 580

Λάμ.: τί δ᾽ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

Δικ.: οὐκ οἶδά πω·

ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.

ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἀπένεγκέ μου τὴν μορμόνα.

Λάμ.: ἰδού.

Δικ.: παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

Λάμ.: κεῖται.

Δικ.: φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

Λάμ.: τουτὶ πτίλον σοι. 585

Δικ.: τῆς κεφαλῆς νύν μου λαβοῦ,

ἵν᾽ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

Λάμ.: οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;

πτίλον γάρ ἐστιν--

Δικ.: εἰπέ μοι τίνος ποτὲ

ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;

Λάμ.: οἴμ᾽ ὡς τεθνήξεις. 590

Δικ.: μηδαμῶς ὦ Λάμαχε·

οὐ γὰρ κατ᾽ ἰσχύν ἐστιν· εἰ δ᾽ ἰσχυρὸς εἶ,

τί μ᾽ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

Λάμ.: ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;

Δικ.: ἐγὼ γάρ εἰμι πτωχός;

Λάμ.: ἀλλὰ τίς γὰρ εἶ;

Δικ.: ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, 595

ἀλλ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,

σὺ δ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.

Λάμ.: ἐχειροτόνησαν γάρ με --

Δικ.: κόκκυγές γε τρεῖς.

ταῦτ᾽ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,

ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, 600

νεανίας δ᾽ οἵους σὺ διαδεδρακότας,

τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,

Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,

ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ᾽ ἐν Χάοσιν,

Γερητοθεοδώρους Διομειαλαζόνας, 605

τοὺς δ᾽ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.

Λάμ.: ἐχειροτονήθησαν γάρ.

Δικ.: αἴτιον δὲ τί

ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,

τωνδὶ δὲ μηδέν᾽; ἐτεὸν ὦ Μαριλάδη

ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ἢ; 610

ἀνένευσε· καίτοι γ᾽ ἐστὶ σώφρων κἀργάτης.

τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;

εἶδέν τις ὑμῶν τἀκβάταν᾽ ἢ τοὺς Χάονας;

οὔ φασιν. ἀλλ᾽ ὁ Κοισύρας καὶ Λάμαχος,

οἷς ὑπ᾽ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, 615

ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,

ἅπαντες ᾽ἐξίστω᾽ παρῄνουν οἱ φίλοι.

Λάμ.: ὦ δημοκρατία ταῦτα δῆτ᾽ ἀνασχετά;

Δικ.: οὐ δῆτ᾽ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

Λάμ.: ἀλλ᾽ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις 620

ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ

καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

Δικ.: ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις

ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις

πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. 625

Χορ.: ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει

περὶ τῶν σπονδῶν. ἀλλ᾽ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.

ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,

οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·

διαβαλλόμενος δ᾽ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, 630

ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,

ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.

φησὶν δ᾽ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

μήθ᾽ ἥδεσθαι θωπευομένους, μήτ᾽ εἶναι χαυνοπολίτας. 635

πρότερον δ᾽ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες

πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

εὐθὺς διὰ τοὺς στεφάνους ἐπ᾽ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.

εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,

ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. 640

ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,

καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.

τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες

ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,

ὅστις παρεκινδύνευσ᾽ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. 645

οὕτω δ᾽ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,

ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων

ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,

εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·

τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι 650

καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.

διὰ ταῦθ᾽ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται

καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης

οὐ φροντίζουσ᾽, ἀλλ᾽ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.

ἀλλ᾽ ὑμεῖς τοι μή ποτ᾽ ἀφῆσθ᾽· ὡς κωμῳδήσει τὰ δίκαια· 655

φησὶν δ᾽ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ᾽, ὥστ᾽ εὐδαίμονας εἶναι,

οὐ θωπεύων οὐδ᾽ ὑποτείνων μισθοὺς οὐδ᾽ ἐξαπατύλλων,

οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.

πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω

καὶ πᾶν ἐπ᾽ ἐμοὶ τεκταινέσθω. 660

τὸ γὰρ εὖ μετ᾽ ἐμοῦ καὶ τὸ δίκαιον

ξύμμαχον ἔσται, κοὐ μή ποθ᾽ ἁλῶ

περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος

δειλὸς καὶ λακαταπύγων.

δεῦρο Μοῦσ᾽ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική. 665

οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατ᾽ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,

ἡνίκ᾽ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, 670

οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,

οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον

ὡς ἐμὲ λαβοῦσα τὸν δημότην. 675

οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·

οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν

γηροβοσκούμεσθ᾽ ὑφ᾽ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,

οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς

ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, 680

οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,

οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·

τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,

οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.

ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν, 685

ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·

κᾆτ᾽ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ᾽ ἱστὰς ἐπῶν

ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.

ὁ δ᾽ ὑπὸ γήρως μασταρύζει, κᾆτ᾽ ὀφλὼν ἀπέρχεται,

εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, 690

᾽οὗ μ᾽ ἐχρῆν σορὸν πρίασθαι τοῦτ᾽ ὀφλὼν ἀπέρχομαι.᾽

ταῦτα πῶς εἰκότα, γέροντ᾽ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,

πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,

ἄνδρ᾽ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;

εἶτα Μαραθῶνι μὲν ὅτ᾽ ἦμεν ἐδιώκομεν, 695

νῦν δ᾽ ὑπ᾽ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα. 700

πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;

τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην

ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,

τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; 705

ὥστ᾽ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν

ἄνδρα πρεσβύτην ὑπ᾽ ἀνδρὸς τοξότου κυκώμενον,

ὃς μὰ τὴν Δήμητρ᾽, ἐκεῖνος ἡνίκ᾽ ἦν Θουκυδίδης,

οὐδ᾽ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,

ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, 710

κατεβόησε δ᾽ ἂν κεκραγὼς τοξότας τρισχιλίους,

περιετόξευσεν δ᾽ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.

ἀλλ᾽ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ᾽ ὕπνου τυχεῖν,

ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ

τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, 715

τοῖς νέοισι δ᾽ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.

κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,

τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

Δικ.: ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.

ἐνταῦθ᾽ ἀγοράζειν πᾶσι Πελοποννησίοις 720

ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,

ἐφ᾽ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.

ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι

τρεῖς τοὺς λαχόντας τούσδ᾽ ἱμάντας ἐκ Λεπρῶν.

ἐνταῦθα μήτε συκοφάντης εἰσίτω 725

μήτ᾽ ἄλλος ὅστις Φασιανός ἐστ᾽ ἀνήρ.

ἐγὼ δὲ τὴν στήλην καθ᾽ ἣν ἐσπεισάμην

μέτειμ᾽, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.

Μεγαρεύς

ἀγορὰ ν᾽ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.

ἐπόθουν τυ ναὶ τὸν φίλιον περ ματέρα. 730

ἀλλ᾽ ὦ πόνηρα κώρι᾽ ἀθλίω πατρός,

ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ᾽ εὕρητέ πᾶ.

ἀκούετε δή, ποτέχετ᾽ ἐμὶν τὰν γαστέρα·

πότερα πεπρᾶσθαι χρῄδδετ᾽ ἢ πεινῆν κακῶς;

Κόρα πεπρᾶσθαι πεπρᾶσθαι. 735

Μεγ.: ἐγώνγα καὐτός φαμι. τίς δ᾽ οὕτως ἄνους

ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;

ἀλλ᾽ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,

χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.

περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. 740

ὅπως δὲ δοξεῖτ᾽ εἶμεν ἐξ ἀγαθᾶς ὑός·

ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ᾽ οἴκαδις

ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.

ἀλλ᾽ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,

κἤπειτεν ἐς τὸυ σάκκον ὧδ᾽ ἐσβαίνετε. 745

ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε

χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.

ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·

Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

Δικ.: τί; ἀνὴρ Μεγαρικός; 750

Μεγ.: ἀγορασοῦντες ἵκομες.

Δικ.: πῶς ἔχετε;

Μεγ.: διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

Δικ.: ἀλλ᾽ ἡδύ τοι νὴ τὸν Δἴ, ἢν αὐλὸς παρῇ.

τί δ᾽ ἄλλο πράττεθ᾽ οἱ Μεγαρῆς νῦν;

Μεγ.: οἷα δή.

ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,

ἄνδρες πρόβουλοι τοῦτ᾽ ἔπραττον τᾷ πόλει, 755

ὅπως τάχιστα καὶ κάκιστ᾽ ἀπολοίμεθα.

Δικ.: αὐτίκ᾽ ἄρ᾽ ἀπαλλάξεσθε πραγμάτων.

Μεγ.: σά μάν;

Δικ.: τί δ᾽ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;

Μεγ.: παρ᾽ ἁμὶ πολυτίματος περ τοὶ θεοί.

Δικ.: ἅλας οὖν φέρεις; 760

Μεγ.: οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

Δικ.: οὐδὲ σκόροδα;

Μεγ.: ποῖα σκόροδ᾽; ὑμὲς τῶν ἀεί,

ὅκκ᾽ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες

πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

Δικ.: τί δαὶ φέρεις;

Μεγ.: χοίρως ἐγώνγα μυστικάς.

Δικ.: καλῶς λέγεις· ἐπίδειξον. 765

Μεγ.: ἀλλὰ μὰν καλαί.

ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

Δικ.: τουτὶ τί ἦν τὸ πρᾶγμα;

Μεγ.: χοῖρος ναὶ Δία.

Δικ.: τί λέγεις σύ; ποδαπὴ δή ᾽στι χοῖρος;

Μεγ.: Μεγαρικά.

ἢ οὐ χοῖρός ἐσθ᾽ ἅδ᾽;

Δικ.: οὐκ ἔμοιγε φαίνεται.

Μεγ.: οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας· 770

οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,

αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,

αἰ μή ᾽στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

Δικ.: ἀλλ᾽ ἔστιν ἀνθρώπου γε.

Μεγ.: ναὶ τὸν Διοκλέα

ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; 775

ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

Δικ.: νὴ τοὺς θεοὺς

ἔγωγε.

Μεγ.: φώνει δὴ τὺ ταχέως χοιρίον.

οὐ χρῆσθα; σιγῇς ὦ κάκιστ᾽ ἀπολουμένα;

πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

Κόρη κοῒ κοΐ. 780

Μεγ.: αὕτα ᾽στὶ χοῖρος;

Δικ.: νῦν γε χοῖρος φαίνεται.

ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

Μεγ.: πέντ᾽ ἑτῶν,

σάφ᾽ ἴσθι, ποττὰν ματέρ᾽ εἰκασθήσεται.

Δικ.: ἀλλ᾽ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.

Μεγ.: σά μάν;

πᾷ δ᾽ οὐχὶ θύσιμός ἐστι; 785

Δικ.: κέρκον οὐκ ἔχει.

Μεγ.: νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα

ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.

ἀλλ᾽ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

Δικ.: ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.

Μεγ.: ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. 790

αἰ δ᾽ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,

κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

Δικ.: ἀλλ᾽ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

Μεγ.: οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.

καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς 795

ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

Δικ.: ἤδη δ᾽ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

Μεγ.: ναὶ τὸν Ποτειδᾶν καί κ᾽ ἄνις γα τῶ πατρός.

Δικ.: τί δ᾽ ἐσθίει μάλιστα;

Μεγ.: πάνθ᾽ ἅ κα διδῷς.

αὐτὸς δ᾽ ἐρώτη. 800

Δικ.: χοῖρε χοῖρε.

Κόρα κοῒ κοΐ.

Δικ.: τρώγοις ἂν ἐρεβίνθους;

Κόρα κοῒ κοῒ κοΐ.

Δικ.: τί δαί; φιβάλεως ἰσχάδας;

Κόρα κοῒ κοΐ.

Δικ.: τί δαὶ σύ; τρώγοις ἄν;

Κόρα κοῒ κοῒ κοΐ.

Δικ.: ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.

ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων 805

τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,

οἷον ῥοθιάζουσ᾽ ὦ πολυτίμηθ᾽ Ἡράκλεις.

ποδαπὰ τὰ χοιρί᾽; ὡς Τραγασαῖα φαίνεται.

Μεγ.: ἀλλ᾽ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.

ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. 810

Δικ.: νὴ τὸν Δἴ ἀστείω γε τὼ βοσκήματε·

πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

Μεγ.: τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,

τὸ δ᾽ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

Δικ.: ὠνήσομαί σοι· περίμεν᾽ αὐτοῦ. 815

Μεγ.: ταῦτα δή.

Ἑρμᾶ ᾽μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν

οὕτω μ᾽ ἀποδόσθαι τάν τ᾽ ἐμωυτῶ τ᾽ ἐμωυτῶ ματέρα.

Συκοφάντης

ὦνθρωπε ποδαπός;

Μεγ.: χοιροπώλας Μεγαρικός.

Συκοφάντης

τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ

πολέμια καὶ σέ. 820

Μεγ.: τοῦτ᾽ ἐκεῖν᾽, ἵκει πάλιν

ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.

Συκοφάντης

κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

Μεγ.: Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.

Δικ.: ὑπὸ τοῦ; τίς ὁ φαίνων σ᾽ ἐστίν; ἁγορανόμοι,

τοὺς συκοφάντας οὐ θύραζ᾽ ἐξείρξετε; 825

τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

Συκοφάντης

οὐ γὰρ φανῶ τοὺς πολεμίους;

Δικ.: κλάων γε σύ,

εἰ μὴ ᾽τέρωσε συκοφαντήσεις τρέχων.

Μεγ.: οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ᾽ ἔνι.

Δικ.: θάρρει Μεγαρίκ᾽· ἀλλ᾽ ἧς τὰ χοιρίδι᾽ ἀπέδου 830

τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,

καὶ χαῖρε πόλλ᾽.

Μεγ.: ἀλλ᾽ ἁμὶν οὐκ ἐπιχώριον.

Δικ.: πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ᾽ ἐμοί.

Μεγαρεύς

ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς

παίειν ἐφ᾽ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ. 835

Χορ.: εὐδαιμονεῖ γ᾽ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει

τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ

ἐν τἀγορᾷ καθήμενος·

κἂν εἰσίῃ τις Κτησίας

ἢ συκοφάντης ἄλλος, οἰμώζων 840

καθεδεῖται·

οὐδ᾽ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,

οὐδ᾽ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,

οὐδ᾽ ὠστιεῖ Κλεωνύμῳ·

χλαῖναν δ᾽ ἔχων φανὴν δίει 845

κοὐ ξυντυχών σ᾽ Ὑπέρβολος

δικῶν ἀναπλήσει·

οὐδ᾽ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων

Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,

ὁ περιπόνηρος Ἀρτέμων, 850

ὁ ταχὺς ἄγαν τὴν μουσικήν,

ὄζων κακὸν τῶν μασχαλῶν

πατρὸς Τραγασαίου·

οὐδ᾽ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος

Λυσίστρατός τ᾽ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος, 855

ὁ περιαλουργὸς τοῖς κακοῖς,

ῥιγῶν τε καὶ πεινῶν ἀεὶ

πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας

τοῦ μηνὸς ἑκάστου.

Βοιωτός

ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς· 860

κατάθου τὺ τὰν γλάχων᾽ ἀτρέμας Ἰσμηνία·

ὑμὲς δ᾽ ὅσοι Θείβαθεν αὐληταὶ πάρα

τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

Δικ.: παῦ᾽ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;

πόθεν προσέπτονθ᾽ οἱ κακῶς ἀπολούμενοι 865

ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;

Βοιωτός

νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γ᾽ ὦ ξένε·

Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου

τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.

ἀλλ᾽ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω 870

τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.

Δικ.: ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

τί φέρεις;

Βοιωτός

ὅσ᾽ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,

ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας

νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας 875

τροχίλως κολύμβως.

Δικ.: ὡσπερεὶ χειμὼν ἄρα

ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.

Βοιωτός

καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας

σκάλοπας ἐχίνως αἰελούρως πικτίδας

ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας. 880

Δικ.: ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,

δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

Βοιωτός

πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,

ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

Δικ.: ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, 885

ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,

φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε

τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.

σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,

ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· 890

προσείπατ᾽ αὐτὴν ὦ τέκν᾽· ἄνθρακας δ᾽ ἐγὼ

ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.

ἀλλ᾽ ἔσφερ᾽ αὐτήν· μηδὲ γὰρ θανών ποτε

σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.

Βοιωτός

ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται; 895

Δικ.: ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·

ἀλλ᾽ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.

Βοιωτός

ἰώγα ταῦτα πάντα.

Δικ.: φέρε πόσου λέγεις;

ἢ φορτί᾽ ἕτερ᾽ ἐνθένδ᾽ ἐκεῖσ᾽ ἄξεις ἰών;

Βοιωτός

ὅ τι γ᾽ ἔστ᾽ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. 900

Δικ.: ἀφύας ἄρ᾽ ἄξεις πριάμενος Φαληρικὰς

ἢ κέραμον.

Βοιωτός

ἀφύας ἢ κέραμον; ἀλλ᾽ ἔντ᾽ ἐκεῖ·

ἀλλ᾽ ὅ τι παρ᾽ ἁμῖν μή ᾽στι, τᾷδε δ᾽ αὖ πολύ.

Δικ.: ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,

ὥσπερ κέραμον ἐνδησάμενος. 905

Βοιωτός

νεὶ τὼ θιὼ

λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,

περ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

Δικ.: καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

Βοιωτός

μικκός γα μᾶκος οὗτος.

Δικ.: ἀλλ᾽ ἅπαν κακόν.

Νίκαρχος

ταυτὶ τίνος τὰ φορτί᾽ ἐστί; 910

Βοιωτός

τῶδ᾽ ἐμὰ

Θείβαθεν, ἴττω Δεύς.

Νίκ.: ἐγὼ τοίνυν ὁδὶ

φαίνω πολέμια ταῦτα.

Βοιωτός

τί δὲ κακὸν παθὼν

ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;

Νίκ.: καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

Βοιωτός

τί ἀδικείμενος;

Νίκ.: ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν· 915

ἐκ τῶν πολεμίων γ᾽ εἰσάγεις θρυαλλίδας.

Δικ.: ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

Νίκ.: αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

Δικ.: νεώριον θρυαλλίς;

Νίκ.: οἶμαι·

Δικ.: τίνι τρόπῳ;

Νίκ.: ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος 920

ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον

δι᾽ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.

κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,

σελαγοῖντ᾽ ἂν εὐθύς.

Δικ.: ὦ κάκιστ᾽ ἀπολούμενε,

σελαγοῖντ᾽ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος; 925

Νίκ.: μαρτύρομαι.

Δικ.: ξυλλάμβαν᾽ αὐτοῦ τὸ στόμα·

δός μοι φορυτόν, ἵν᾽ αὐτὸν ἐνδήσας φέρω

ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

Χορ.: ἔνδησον ὦ βέλτιστε τῷ

ξένῳ καλῶς τὴν ἐμπολὴν 930

οὕτως ὅπως

ἂν μὴ θέρων κατάξῃ.

Δικ.: ἐμοὶ μελήσει ταῦτ᾽, ἐπεί

τοι καὶ ψοφεῖ λάλον τι καὶ

πυρορραγὲς 935

κἄλλως θεοῖσιν ἐχθρόν.

Χορ.: τί χρήσεταί ποτ᾽ αὐτῷ; 935

Δικ.: πάγχρηστον ἄγγος ἔσται,

κρατὴρ κακῶν, τριπτὴρ δικῶν,

φαίνειν ὑπευθύνους λυχνοῦχος

καὶ κύλιξ--

καὶ πράγματ᾽ ἐγκυκᾶσθαι. 939β

Χορ.: πῶς δ᾽ ἂν πεποιθοίη τις ἀγγείῳ 940

τοιούτῳ χρώμενος

κατ᾽ οἰκίαν

τοσόνδ᾽ ἀεὶ ψοφοῦντι;

Δικ.: ἰσχυρόν ἐστιν ὦγάθ᾽, ὥστ᾽

οὐκ ἂν καταγείη ποτ᾽, εἴπερ 945

ἐκ ποδῶν

κατωκάρα κρέμαιτο. 945

Χορ.: ἤδη καλῶς ἔχει σοι.

Βοιωτός

μέλλω γά τοι θερίδδειν.

Χορ.: ἀλλ᾽ ὦ ξένων βέλτιστε συνθέριζε

καὶ τοῦτον λαβὼν

πρόσβαλλ᾽ ὅποι βούλει φέρων 950

πρὸς πάντα συκοφάντην.

Δικ.: μόλις γ᾽ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.

αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.

Βοιωτός

ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.

Δικ.: χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος. 955

πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ᾽ ὅμως·

κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,

εὐδαιμονήσεις συκοφαντῶν γ᾽ οὕνεκα.

Θεράπων Λαμάχου

Δικαιόπολι.Δικαιόπολις

τίς ἔστι; τί με βωστρεῖς;

Θεράπων Λαμάχου

ὅ τι; 960

ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς

ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,

τριῶν δραχμῶν δ᾽ ἐκέλευε Κωπᾷδ᾽ ἔγχελυν.

Δικ.: ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;

Θεράπων Λαμάχου

ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα

πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις. 965

Δικ.: οὐκ ἂν μὰ Δί᾽ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·

ἀλλ᾽ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·

ἢν δ᾽ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.

ἐγὼ δ᾽ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον

εἴσειμ᾽ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων. 970

Χορ.: εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,

οἷ᾽ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,

ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ᾽ αὖ πρέπει χλιαρὰ κατεσθίειν. 975

αὐτόματα πάντ᾽ ἀγαθὰ τῷδέ γε πορίζεται.

οὐδέποτ᾽ ἐγὼ Πόλεμον οἴκαδ᾽ ὑποδέξομαι,

οὐδὲ παρ᾽ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται 980

ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,

ὅστις ἐπὶ πάντ᾽ ἀγάθ᾽ ἔχοντας ἐπικωμάσας

ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει

κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου

᾽πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν᾽ 985

τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,

ἐξέχει θ᾽ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

Χορ.: <οὑτοσὶ δ᾽> ἐπτέρωταί τ᾽ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,

τοῦ βίου δ᾽ ἐξέβαλε δεῖγμα <τάδε> τὰ πτερὰ πρὸ τῶν θυρῶν.

ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, 990

ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ᾽ ἐλάνθανες.

πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,

ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.

ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;

ἀλλά σε λαβὼν τρία δοκῶ γ᾽ ἂν ἔτι προσβαλεῖν·

πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, 995

εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,

καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,

καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,

ὥστ᾽ ἀλείφεσθαί σ᾽ ἀπ᾽ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

Κῆρ. ἀκούετε λεᾐ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς 1000

πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ᾽ ἂν ἐκπίῃ

πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.

Δικ.: ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;

τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;

ἀναβράττετ᾽ ἐξοπτᾶτε τρέπετ᾽ ἀφέλκετε 1005

τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.

φέρε τοὺς ὀβελίσκους, ἵν᾽ ἀναπείρω τὰς κίχλας.

Χορ.: ζηλῶ σε τῆς εὐβουλίας,

μᾶλλον δὲ τῆς εὐωχίας

1010 ἄνθρωπε τῆς παρούσης.

Δικ.: τί δῆτ᾽ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

Χορ.: οἶμαί σε καὶ τοῦτ᾽ εὖ λέγειν.Δικαιόπολις

τὸ πῦρ ὑποσκάλευε.

Χορ.: ἤκουσας ὡς μαγειρικῶς 1015

κομψῶς τε καὶ δειπνητικῶς

αὑτῷ διακονεῖται;

Γεωργός

οἴμοι τάλας.

Δικ.: ὦ Ἡράκλεις τίς οὑτοσί;

Γεωργός

ἀνὴρ κακοδαίμων.

Δικ.: κατὰ σεαυτόν νυν τρέπου.

Γεωργός

ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, 1020

μέτρησον εἰρήνης τί μοι, κἂν πέντ᾽ ἔτη.

Δικ.: τί δ᾽ ἔπαθες;

Γεωργός

ἐπετρίβην ἀπολέσας τὼ βόε.

Δικ.: πόθεν;

Γεωργός

ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

Δικ.: ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;

Γεωργός

καὶ ταῦτα μέντοι νὴ Δἴ ὥπερ μ᾽ ἐτρεφέτην 1025

ἐν πᾶσι βολίτοις.

Δικ.: εἶτα νυνὶ τοῦ δέει;

Γεωργός

ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.

ἀλλ᾽ εἴ τι κήδει Δερκέτου Φυλασίου,

ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

Δικ.: ἀλλ᾽ ὦ πόνηρ᾽ οὐ δημοσιεύων τυγχάνω. 1030

Γεωργός

ἴθ᾽ ἀντιβολῶ σ᾽, ἤν πως κομίσωμαι τὼ βόε.

Δικ.: οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

Γεωργός

σὺ δ᾽ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα

ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

Δικ.: οὐδ᾽ ἂν στριβιλικίγξ· ἀλλ᾽ ἀπιὼν οἴμωζέ ποι. 1035

Γεωργός

οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

Χορ.:

ἁνὴρ ἀνηύρηκέν τι ταῖς

σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν

οὐδενὶ μεταδώσειν.

Δικ.: κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε. 1040

Χορ.: ἤκουσας ὀρθιασμάτων;Δικαιόπολις

ὀπτᾶτε τἀγχέλεια.

Χορ.: ἀποκτενεῖς λιμῷ ᾽μὲ καὶ

τοὺς γείτονας κνίσῃ τε καὶ 1045

φωνῇ τοιαῦτα λάσκων.

Δικ.: ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

Παράνυμφος

Δικαιόπολι.

Δικ.:τίς οὑτοσί; τίς οὑτοσί;

Παράνυμφος

ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα

ἐκ τῶν γάμων. 1050

Δικ.: καλῶς γε ποιῶν ὅστις ἦν.

Παράνυμφος

ἐκέλευε δ᾽ ἐγχέαι σε τῶν κρεῶν χάριν,

ἵνα μὴ στρατεύοιτ᾽ ἀλλὰ βινοίη μένων,

ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

Δικ.: ἀπόφερ᾽ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,

ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν. 1055

ἀλλ᾽ αὑτηὶ τίς ἔστιν;

Παράνυμφος

ἡ νυμφεύτρια

δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

Δικ.: φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ

τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,

ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. 1060

φέρε δεῦρο τὰς σπονδάς, ἵν᾽ αὐτῇ δῶ μόνῃ,

ὁτιὴ γυνή ᾽στι τοῦ πολέμου τ᾽ οὐκ αἰτία.

ὕπεχ᾽ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.

οἶσθ᾽ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,

ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ 1065

νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.

ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,

ἵν᾽ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

Χορ.: καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·

ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται. 1070

Ἄγγελος Α

ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

Λάμ.: τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;

Ἄγγελος Α

ἰέναι σ᾽ ἐκέλευον οἱ στρατηγοὶ τήμερον

ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·

κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς. 1075

ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις

ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.

Λάμ.: ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.

οὐ δεινὰ μὴ ᾽ξεῖναί με μηδ᾽ ἑορτάσαι;

Δικ.: ἰὼ στράτευμα πολεμολαμαχαϊκόν. 1080

Λάμ.: οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.

Δικ.: βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;

Λάμ.: αἰαῖ

οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

Δικ.: αἰαῖ τίνα δ᾽ αὖ μοι προστρέχει τις ἀγγελῶν; 1085

Ἄγγελος Β

Δικαιόπολι.

Δικ.: τί ἔστιν;

Ἄγγελος Β

ἐπὶ δεῖπνον ταχὺ

βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.

ὁ τοῦ Διονύσου γάρ σ᾽ ἱερεὺς μεταπέμπεται.

ἀλλ᾽ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.

τὰ δ᾽ ἄλλα πάντ᾽ ἐστὶν παρεσκευασμένα,

κλῖναι τράπεζαι προσκεφάλαια στρώματα 1090

στέφανοι μύρον τραγήμαθ᾽, αἱ πόρναι πάρα,

ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,

ὀρχηστρίδες, τὰ φίλταθ᾽ Ἁρμοδίου, καλαί.

ἀλλ᾽ ὡς τάχιστα σπεῦδε.

Λάμ.: κακοδαίμων ἐγώ.

Δικ.: καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. 1095

σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.

Λάμ.: παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.

Δικ.: παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὴν κίστην ἐμοί.

Λάμ.: ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.

Δικ.: ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι. 1100

Λάμ.: θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.

Δικ.: κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δ᾽ ἐκεῖ.

Λάμ.: ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ᾽ τοῦ κράνους.

Δικ.: ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.

Λάμ.: καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν. 1105

Δικ.: καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.

Λάμ.: ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.

Δικ.: ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;

Λάμ.: τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.

Δικ.: κἀμοὶ λεκάνιον τῶν λαγᾐων δὸς κρεῶν. 1110

Λάμ.: ἀλλ᾽ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.

Δικ.: ἀλλ᾽ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.

Λάμ.: ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;

Δικ.: οὐκ ἀλλ᾽ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.

βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, 1115

πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;

Λάμ.: οἴμ᾽ ὡς ὑβρίζεις.

Δικ.: τὰς ἀκρίδας κρίνει πολύ.

Λάμ.: παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ᾽ ἔξω φέρε.

Δικ.: παῖ παῖ σὺ δ᾽ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.

Λάμ.: φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. 1120

ἔχ᾽, ἀντέχου παῖ.

Δικ.: καὶ σὺ παῖ τοῦδ᾽ ἀντέχου.

Λάμ.: τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.

Δικ.: καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.

Λάμ.: φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

Δικ.: κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον. 1125

Λάμ.: ταῦτ᾽ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;

Δικ.: ταῦτ᾽ οὐ πλακοῦς δῆτ᾽ ἐστὶν ἀνθρώποις γλυκύς;

Λάμ.: κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ

ἐνορῶ γέροντα δειλίας φευξούμενον.

Δικ.: κατάχει σὺ τὸ μέλι. κἀνθάδ᾽ ἔνδηλος γέρων 1130

κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.

Λάμ.: φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.

Δικ.: ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.

Λάμ.: ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.

Δικ.: ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι. 1135

Λάμ.: τὰ στρώματ᾽ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.

Δικ.: τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.

Λάμ.: ἐγὼ δ᾽ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.

Δικ.: ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.

Λάμ.: τὴν ἀσπίδ᾽ αἴρου καὶ βάδιζ᾽ ὦ παῖ λαβών. 1140

νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.

Δικ.: αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.

Χορ.: ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.

ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·

τῷ μὲν πίνειν στεφανωσαμένῳ, 1145

σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,

τῷ δὲ καθεύδειν

μετὰ παιδίσκης ὡραιοτάτης,

ἀνατριβομένῳ τε τὸ δεῖνα.

Ἀντίμαχον τὸν ψακάδος τὸν ξυγγραφῆ τὸν μελέων ποιητήν, 1150

ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·

ὅς γ᾽ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσ᾽ ἄδειπνον.

ὃν ἔτ᾽ ἐπίδοιμι τευθίδος 1155

δεόμενον, ἡ δ᾽ ὠπτημένη

σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη

ὀκέλλοι· κᾆτα μέλλοντος

λαβεῖν αὐτοῦ κύων 1160

ἁρπάσασα φεύγοι.

τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ᾽ ἕτερον νυκτερινὸν γένοιτο.

ἠπιαλῶν γὰρ οἴκαδ᾽ ἐξ ἱππασίας βαδίζων, 1165

εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης

μαινόμενος· ὁ δὲ λίθον βαλεῖν

βουλόμενος ἐν σκότῳ λάβοι

τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον· 1170

ἐπᾴξειεν δ᾽ ἔχων

τὸν μάρμαρον, κἄπειθ᾽ ἁμαρτὼν

βάλοι Κρατῖνον.

Θεράπων Λαμάχου

ὦ δμῶες οἳ κατ᾽ οἶκόν ἐστε Λαμάχου,

ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· 1175

ὀθόνια, κηρωτὴν παρασκευάζετε,

ἔρι᾽ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.

ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,

καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,

καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, 1180

καὶ Γοργόν᾽ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.

πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν

πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·

᾽ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σ᾽ ἰδὼν

λείπω φάος γε τοὐμόν, οὐκέτ᾽ εἰμ᾽ ἐγώ.᾽ 1185

τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν

ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις

λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.

ὁδὶ δὲ καὐτός· ἀλλ᾽ ἄνοιγε τὴν θύραν.

Λάμ.: ἀτταταῖ ἀτταταῖ 1190

στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.

διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.

ἐκεῖνο δ᾽ οὖν αἰακτὸν ἂν γένοιτο, 1195

Δικ.: εἴ μ᾽ ἴδοι τετρωμένον

κᾆτ᾽ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

Δικ.: ἀτταταῖ ἀτταταῖ

τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.

φιλήσατόν με μαλθακῶς ὦ χρυσίω 1200

τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.

τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

Λάμ.: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.

ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. 1205

Δικ.: ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

Λάμ.: στυγερὸς ἐγώ.

Δικ.: τί με σὺ κυνεῖς;

Λάμ.: μογερὸς ἐγώ.

Δικ.: τί με σὺ δάκνεις;

Λάμ.: τάλας ἐγὼ ξυμβολῆς βαρείας. 1210

Δικ.: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

Λάμ.: ἰὼ ἰὼ Παιὰν Παιάν.

Δικ.: ἀλλ᾽ οὐχὶ νυνὶ τήμερον Παιώνια.

Λάμ.: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,

προσλάβεσθ᾽ ὦ φίλοι. 1215

Δικ.: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου

προσλάβεσθ᾽ ὦ φίλαι.

Λάμ.: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος

καὶ σκοτοδινιῶ.

Δικ.: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι 1220

καὶ σκοτοβινιῶ

Λάμ.: θύραζέ μ᾽ ἐξενέγκατ᾽ ἐς τοῦ Πιττάλου

παιωνίαισι χερσίν.

Δικ.: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ᾽στιν ὁ βασιλεύς;

ἀπόδοτέ μοι τὸν ἀσκόν. 1225

Λάμ.: λόγχη τις ἐμπέπηγέ μοι δι᾽ ὀστέων ὀδυρτά.

Δικ.: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.

Χορ.: τήνελλα δῆτ᾽, εἴπερ καλεῖς γ᾽, ὦ πρέσβυ, καλλίνικος.

Δικ.: καὶ πρός γ᾽ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.

Χορ.: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν. 1230

Δικ.: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.

Χορ.: ἀλλ᾽ ἑψόμεσθα σὴν χάριν

τήνελλα καλλίνικος ᾄδοντες

σὲ καὶ τὸν ἀσκόν.