31 Μαΐου 2009

Ἰλιὰς Φ

Ὁμήρου Ἰλιὰς Φ

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε

πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο

ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· 5

τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρη

πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ

ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,

ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ αἰπὰ ῥέεθρα,

ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον· οἳ δ᾽ ἀλαλητῷ 10

ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.

ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται

φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ

ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ·

ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος 15

πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.

αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ

κεκλιμένον μυρίκῃσιν, ὃ δ᾽ ἔσθορε δαίμονι ἶσος

φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,

τύπτε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς 20

ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.

ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι

φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου

δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·

ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα 25

πτῶσσον ὑπὸ κρημνούς. ὃ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,

ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους

ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·

τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,

δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, 30

τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,

δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.

αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.

ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο

ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ᾽ αὐτὸς 35

ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα

ἐννύχιος προμολών· ὃ δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ

τάμνε νέους ὄρπηκας, ἵν᾽ ἅρματος ἄντυγες εἶεν·

τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.

καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε 40

νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·

κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκεν

Ἴμβριος Ἠετίων, πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην·

ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.

ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν 45

ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις

χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε

πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.

τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς

γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος, 50

ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς

φεύγοντ᾽ ἐκ ποταμοῦ, κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα·

ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι·

ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον 55

αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,

οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ

Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε

πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.

ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο 60

γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω

ἢ ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει

γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.

ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς

γούνων ἅψασθαι μεμαώς, περὶ δ᾽ ἤθελε θυμῷ 65

ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.

ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς

οὐτάμεναι μεμαώς, ὃ δ᾽ ὑπέδραμε καὶ λάβε γούνων

κύψας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ

ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. 70

αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,

τῇ δ᾽ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

γουνοῦμαι σ᾽ Ἀχιλεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον·

ἀντί τοί εἰμ᾽ ἱκέταο διοτρεφὲς αἰδοίοιο· 75

πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν

ἤματι τῷ ὅτε μ᾽ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,

καί μ᾽ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε

Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.

νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν 80

ἥδε δυωδεκάτη, ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθα

πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε

μοῖρ᾽ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,

ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ

γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος 85

Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει

Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.

τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·

τῆς δὲ δύω γενόμεσθα, σὺ δ᾽ ἄμφω δειροτομήσεις,

ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας 90

ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·

νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω

σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·

μή με κτεῖν᾽, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, 95

ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.

ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς

λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε·

νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε·

πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ 100

τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν

Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ᾽ ἐπέρασσα·

νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε

Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι

καὶ πάντων Τρώων, περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων. 105

ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;

κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.

οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;

πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·

ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή· 110

ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ

ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται

ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.

ὣς φάτο, τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·

ἔγχος μέν ῥ᾽ ἀφέηκεν, ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας 115

ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ

τύψε κατὰ κληῖδα παρ᾽ αὐχένα, πᾶν δέ οἱ εἴσω

δῦ ξίφος ἄμφηκες· ὃ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ

κεῖτο ταθείς, ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.

τὸν δ᾽ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, 120

καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν·

ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν, οἵ σ᾽ ὠτειλὴν

αἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ

ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος

οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· 125

θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξει

ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.

φθείρεσθ᾽ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς

ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων.

οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης 130

ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,

ζωοὺς δ᾽ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.

ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες

τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,

οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο. 135

ὣς ἄρ᾽ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,

ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο

δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.

τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος

Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων 140

υἱέϊ Πηλεγόνος· τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος

γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν

πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.

τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δ᾽ ἀντίος ἐκ ποταμοῖο

ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε 145

Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,

τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.

οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,

τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; 150

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.

τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·

Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;

εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου τηλόθ᾽ ἐούσης

Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν 155

ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.

αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος

Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,

ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ᾽ ἐμέ φασι

γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ᾽ Ἀχιλλεῦ. 160

ὣς φάτ᾽ ἀπειλήσας, ὃ δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς

Πηλιάδα μελίην· ὃ δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς

ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.

καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ

ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· 165

τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς

δεξιτερῆς, σύτο δ᾽ αἷμα κελαινεφές· ἣ δ᾽ ὑπὲρ αὐτοῦ

γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.

δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα

Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. 170

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὃ δ᾽ ὑψηλὴν βάλεν ὄχθην,

μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.

Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

ἆλτ᾽ ἐπί οἱ μεμαώς· ὃ δ᾽ ἄρα μελίην Ἀχιλῆος

οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. 175

τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,

τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ

ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,

ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.

γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν, ἐκ δ᾽ ἄρα πᾶσαι 180

χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν

ἀσθμαίνοντ᾽· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσας

τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·

κεῖσ᾽ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος

παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. 185

φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,

αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.

τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι

Πηλεὺς Αἰακίδης· ὃ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν.

τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, 190

κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.

καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι

χραισμεῖν· ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,

τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,

οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, 195

ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα

καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·

ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν

δεινήν τε βροντήν, ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσῃ.

ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, 200

τὸν δὲ κατ᾽ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,

κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.

τὸν μὲν ἄρ᾽ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο

δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·

αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, 205

οἵ ῥ᾽ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,

ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ

χέρσ᾽ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.

ἔνθ᾽ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε

Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ᾽ Ὀφελέστην· 210

καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,

εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης

ἀνέρι εἰσάμενος, βαθέης δ᾽ ἐκ φθέγξατο δίνης·

ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ᾽ αἴσυλα ῥέζεις

ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. 215

εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,

ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·

πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,

οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν

στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. 220

ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον· ἄγη μ᾽ ἔχει ὄρχαμε λαῶν.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.

Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,

πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι 225

ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.

ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·

καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·

ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς

εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ᾽ ἐπέτελλε 230

Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ

δείελος ὀψὲ δύων, σκιάσῃ δ᾽ ἐρίβωλον ἄρουραν.

ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ

κρημνοῦ ἀπαΐξας· ὃ δ᾽ ἐπέσσυτο οἴδματι θύων,

πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς 235

πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς

τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος

χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,

κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.

δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, 240

ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν

εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν

εὐφυέα μεγάλην· ἣ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα

κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα

ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν 245

εἴσω πᾶσ᾽ ἐριποῦσ᾽· ὃ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας

ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι

δείσας· οὐδέ τ᾽ ἔληγε θεὸς μέγας, ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ

ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο

δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. 250

Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,

αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,

ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·

τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς

σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς 255

φεῦγ᾽, ὃ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου

ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ

χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·

τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι 260

ὀχλεῦνται· τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει

χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·

ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο

καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.

ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς 265

στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες

ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο

πλάζ᾽ ὤμους καθύπερθεν· ὃ δ᾽ ὑψόσε ποσσὶν ἐπήδα

θυμῷ ἀνιάζων· ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα 270

λάβρος ὕπαιθα ῥέων, κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν.

Πηλεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·

Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη

ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.

ἄλλος δ᾽ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, 275

ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·

ἥ μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων

λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.

ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος·

τώ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽, ἀγαθὸν δέ κεν ἐξενάριξε· 280

νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι

ἐρχθέντ᾽ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,

ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.

ὣς φάτο, τῷ δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη

στήτην ἐγγὺς ἰόντε, δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην, 285

χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι.

τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·

Πηλεΐδη μήτ᾽ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·

τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν

Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· 290

ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,

ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·

αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽ αἴ κε πίθηαι·

μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο

πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι 295

Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούρας

ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.

τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην·

αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,

ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο, 300

πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν

πλῶον καὶ νέκυες· τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα

πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν, οὐδέ μιν ἴσχεν

εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη.

οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ᾽ ἔτι μᾶλλον 305

χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο

ὑψόσ᾽ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας·

φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ

σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος

ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. 310

ἀλλ᾽ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα

ὕδατος ἐκ πηγέων, πάντας δ᾽ ὀρόθυνον ἐναύλους,

ἵστη δὲ μέγα κῦμα, πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινε

φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα

ὃς δὴ νῦν κρατέει, μέμονεν δ᾽ ὅ γε ἶσα θεοῖσι. 315

φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος

οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης

κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν

εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας

μυρίον, οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶ 320

ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.

αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ

ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.

ἦ, καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων

μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. 325

πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο

ἵστατ᾽ ἀειρόμενον, κατὰ δ᾽ ᾕρεε Πηλεΐωνα·

Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊ

μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,

αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· 330

ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ

Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·

ἀλλ᾽ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.

αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο

εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, 335

ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι

φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθας

δένδρεα καῖ᾽, ἐν δ᾽ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν

μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·

μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ 340

φθέγξομ᾽ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.

ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.

πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς

πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς·

πᾶν δ᾽ ἐξηράνθη πεδίον, σχέτο δ᾽ ἀγλαὸν ὕδωρ. 345

ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν

αἶψ᾽ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·

ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ᾽ ἄρα νεκροὺς

κῆεν· ὃ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.

καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, 350

καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,

τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·

τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,

οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα

πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. 355

καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

Ἥφαιστ᾽, οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,

οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.

λῆγ᾽ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς

ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς; 360

φῆ πυρὶ καιόμενος, ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.

ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ

κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο

πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,

ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ᾽ ὕδωρ· 365

οὐδ᾽ ἔθελε προρέειν, ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴ

Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ᾽ Ἥρην

πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·

Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν

ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι 370

ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.

ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,

παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,

μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,

μὴ δ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται 375

καιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.

αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,

αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·

Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν

ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. 380

ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,

ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.

αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα

παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·

ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα 385

ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·

σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ εὐρεῖα χθών,

ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς

ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ

γηθοσύνῃ, ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. 390

ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης

ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε

χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·

τίπτ᾽ αὖτ᾽ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις

θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; 395

ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας

οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα

ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;

τώ σ᾽ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.

ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσαν 400

σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·

τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.

ἣ δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ

κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,

τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· 405

τῷ βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα, λῦσε δὲ γυῖα.

ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,

τεύχεά τ᾽ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,

καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·

νηπύτι᾽ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων 410

εὔχομ᾽ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.

οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,

ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ᾽ Ἀχαιοὺς

κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.

ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· 415

τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη

πυκνὰ μάλα στενάχοντα· μόγις δ᾽ ἐσαγείρετο θυμόν.

τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,

αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη 420

καὶ δ᾽ αὖθ᾽ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα

δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.

ὣς φάτ᾽, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,

καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ

ἤλασε· τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. 425

τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,

ἣ δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε·

τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ

εἶεν, ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,

ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη 430

ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·

τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο

Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.

ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.

αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· 435

Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν

ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ᾽ ἀμαχητὶ

ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.

ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε

καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. 440

νηπύτι᾽ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ

μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ

μοῦνοι νῶϊ θεῶν, ὅτ᾽ ἀγήνορι Λαομέδοντι

πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν

μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν. 445

ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα

εὐρύ τε καὶ μάλα καλόν, ἵν᾽ ἄρρηκτος πόλις εἴη·

Φοῖβε σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες

Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.

ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι 450

ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα

Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ᾽ ἀπέπεμπε.

σὺν μὲν ὅ γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε

δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·

στεῦτο δ᾽ ὅ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. 455

νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ

μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.

τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ᾽ ἡμέων

πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται

πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι 460

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

ἐννοσίγαι᾽ οὐκ ἄν με σαόφρονα μυθήσαιο

ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω

δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε

ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, 465

ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα

παυώμεσθα μάχης· οἳ δ᾽ αὐτοὶ δηριαάσθων.

ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽· αἴδετο γάρ ῥα

πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.

τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν 470

Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·

φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην

πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·

νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;

μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω 475

εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,

ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.

ὣς φάτο, τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,

ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις

νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· 480

πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί᾽ ἐμεῖο

στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι

τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ

Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα.

ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν 485

ἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.

εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς

ὅσσον φερτέρη εἴμ᾽, ὅτι μοι μένος ἀντιφερίζεις.

ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε

σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα, 490

αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα

ἐντροπαλιζομένην· ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί.

δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,

ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην

χηραμόν· οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· 495

ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ᾽ αὐτόθι τόξα.

Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·

Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ

πληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο·

ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν 500

εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.

ὣς ἄρ᾽ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα

πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.

ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·

ἣ δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, 505

δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,

ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ

εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·

τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων

μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; 510

τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·

σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,

ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· 515

μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος

μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.

οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,

οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·

κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς 520

Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.

ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται

ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,

πᾶσι δ᾽ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν,

ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν. 525

ἑστήκει δ᾽ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,

ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ᾽ αὐτοῦ

Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ

γίγνεθ᾽· ὃ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε

ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· 530

πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς ὅ κε λαοὶ

ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς

ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι᾽ ἔσεσθαι.

αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,

αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· 535

δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·

αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων

ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.

οἳ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο 540

δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο

φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ

αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.

ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,

εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε 545

φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.

ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς

ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι

φηγῷ κεκλιμένος· κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.

αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον 550

ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·

ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος

φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,

αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. 555

εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω

Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ

φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ᾽ ἂν ἵκωμαι

Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·

ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο 560

ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ

καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.

οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· 565

λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.

εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·

καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,

ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ᾽ ἄνθρωποι

ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. 570

ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ

ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.

ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο

ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ

ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· 575

εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,

ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει

ἀλκῆς, πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·

ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ

οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος. 580

ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,

ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο, καὶ μέγ᾽ ἀΰτει·

ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ

ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων

νηπύτι᾽· ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ. 585

ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,

οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν

Ἴλιον εἰρυόμεσθα· σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις

ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.

ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, 590

καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.

ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο

σμερδαλέον κονάβησε· πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε

βλημένου, οὐδ᾽ ἐπέρησε, θεοῦ δ᾽ ἠρύκακε δῶρα.

Πηλεΐδης δ᾽ ὁρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο 595

δεύτερος· οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,

ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,

ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.

αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·

αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς 600

ἔστη πρόσθε ποδῶν, ὃ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν·

εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο

τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον

τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων

ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· 605

τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ

ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ᾽ ἔμπλητο ἀλέντων.

οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς

μεῖναι ἔτ᾽ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι

ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμῳ· ἀλλ᾽ ἐσσυμένως ἐσέχυντο 610

ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.

29 Μαΐου 2009

Ἰλιὰς Υ

Ὁμήρου Ἰλιὰς Υ

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο

ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,

Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·

Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι

κρατὸς ἀπ᾽ Οὐλύμποιο πολυπτύχου· ἣ δ᾽ ἄρα πάντῃ 5

φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.

οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ᾽ Ὠκεανοῖο,

οὔτ᾽ ἄρα νυμφάων αἵ τ᾽ ἄλσεα καλὰ νέμονται

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

ἐλθόντες δ᾽ ἐς δῶμα Διὸς νεφεληγερέταο 10

ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ

Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.

ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ᾽· οὐδ᾽ ἐνοσίχθων

νηκούστησε θεᾶς, ἀλλ᾽ ἐξ ἁλὸς ἦλθε μετ᾽ αὐτούς,

ἷζε δ᾽ ἄρ᾽ ἐν μέσσοισι, Διὸς δ᾽ ἐξείρετο βουλήν· 15

τίπτ᾽ αὖτ᾽ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;

ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;

τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν 20

ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.

ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο

ἥμενος, ἔνθ᾽ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι

ἔρχεσθ᾽ ὄφρ᾽ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,

ἀμφοτέροισι δ᾽ ἀρήγεθ᾽ ὅπῃ νόος ἐστὶν ἑκάστου. 25

εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται

οὐδὲ μίνυνθ᾽ ἕξουσι ποδώκεα Πηλεΐωνα.

καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·

νῦν δ᾽ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς

δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. 30

ὣς ἔφατο Κρονίδης, πόλεμον δ᾽ ἀλίαστον ἔγειρε.

βὰν δ᾽ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·

Ἥρη μὲν μετ᾽ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη

ἠδὲ Ποσειδάων γαιήοχος ἠδ᾽ ἐριούνης

Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· 35

Ἥφαιστος δ᾽ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων

χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.

ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ᾽ αὐτῷ

Φοῖβος ἀκερσεκόμης ἠδ᾽ Ἄρτεμις ἰοχέαιρα

Λητώ τε Ξάνθός τε φιλομειδής τ᾽ Ἀφροδίτη. 40

εἷος μέν ῥ᾽ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,

τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ᾽ Ἀχιλλεὺς

ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς·

Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον

δειδιότας, ὅθ᾽ ὁρῶντο ποδώκεα Πηλεΐωνα 45

τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.

αὐτὰρ ἐπεὶ μεθ᾽ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,

ὦρτο δ᾽ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ᾽ Ἀθήνη

στᾶσ᾽ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,

ἄλλοτ᾽ ἐπ᾽ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 50

αὖε δ᾽ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος

ὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,

ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.

ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες

σύμβαλον, ἐν δ᾽ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· 55

δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε

ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε

γαῖαν ἀπειρεσίην ὀρέων τ᾽ αἰπεινὰ κάρηνα.

πάντες δ᾽ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης

καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 60

ἔδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,

δείσας δ᾽ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε

γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,

οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη

σμερδαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 65

τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.

ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος

ἵστατ᾽ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,

ἄντα δ᾽ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·

Ἥρῃ δ᾽ ἀντέστη χρυσηλάκατος κελαδεινὴ 70

Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·

Λητοῖ δ᾽ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,

ἄντα δ᾽ ἄρ᾽ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,

ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.

ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 75

Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον

Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει

αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.

Αἰνείαν δ᾽ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων

ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· 80

υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·

τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ

ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων

Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; 85

τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμειβόμενος προσέειπε·

Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις

ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;

οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ᾽ Ἀχιλῆος

στήσομαι, ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν 90

ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,

πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς

εἰρύσαθ᾽, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.

ἦ κ᾽ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,

ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ᾽ ἐκέλευεν 95

ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.

τὼ οὐκ ἔστ᾽ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·

αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.

καὶ δ᾽ ἄλλως τοῦ γ᾽ ἰθὺ βέλος πέτετ᾽, οὐδ᾽ ἀπολήγει

πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ 100

ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα

νικήσει᾽, οὐδ᾽ εἰ παγχάλκεος εὔχεται εἶναι.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

ἥρως ἀλλ᾽ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν

εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης 105

ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·

ἣ μὲν γὰρ Διός ἐσθ᾽, ἣ δ᾽ ἐξ ἁλίοιο γέροντος.

ἀλλ᾽ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν

λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.

ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, 110

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

οὐδ᾽ ἔλαθ᾽ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην

ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·

ἣ δ᾽ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·

φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη 115

ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.

Αἰνείας ὅδ᾽ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ

ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.

ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω

αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 120

παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ

δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι

ἀθανάτων, οἳ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περ

Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.

πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 125

τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι

σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα

γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.

εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς

δείσετ᾽ ἔπειθ᾽, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 130

ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

Ἥρη μὴ χαλέπαινε παρ᾽ ἐκ νόον· οὐδέ τί σε χρή.

οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 135

ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες

ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.

εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,

ἢ Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,

αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόθι νεῖκος ὀρεῖται 140

φυλόπιδος· μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐω

ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων

ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.

ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης

τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο 145

ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη

ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,

ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίον δέ.

ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι,

ἀμφὶ δ᾽ ἄρ᾽ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· 150

οἳ δ᾽ ἑτέρωσε καθῖζον ἐπ᾽ ὀφρύσι Καλλικολώνης

ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.

ὣς οἳ μέν ῥ᾽ ἑκάτερθε καθήατο μητιόωντες

βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο

ὄκνεον ἀμφότεροι, Ζεὺς δ᾽ ἥμενος ὕψι κέλευε. 155

τῶν δ᾽ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ

ἀνδρῶν ἠδ᾽ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν

ὀρνυμένων ἄμυδις. δύο δ᾽ ἀνέρες ἔξοχ᾽ ἄριστοι

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι

Αἰνείας τ᾽ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 160

Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει

νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν

πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.

Πηλεΐδης δ᾽ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς

σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 165

ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων

ἔρχεται, ἀλλ᾽ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν

δουρὶ βάλῃ ἐάλη τε χανών, περί τ᾽ ἀφρὸς ὀδόντας

γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,

οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν 170

μαστίεται, ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει μαχέσασθαι,

γλαυκιόων δ᾽ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ

ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·

ὣς Ἀχιλῆ᾽ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ

ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. 175

οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,

τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·

Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν

ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει

ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 180

τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ᾽ ἐξεναρίξῃς,

οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·

εἰσὶν γάρ οἱ παῖδες, ὃ δ᾽ ἔμπεδος οὐδ᾽ ἀεσίφρων.

ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι 185

αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σ᾽ ἔολπα τὸ ῥέξειν.

ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.

ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα

σεῦα κατ᾽ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι

καρπαλίμως; τότε δ᾽ οὔ τι μετατροπαλίζεο φεύγων. 190

ἔνθεν δ᾽ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν

πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,

ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας

ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.

ἀλλ᾽ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ 195

βάλλεαι· ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύω

ἐς πληθὺν ἰέναι, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο,

πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.

τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμείβετο φώνησέν τε·

Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 200

ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.

ἴδμεν δ᾽ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας

πρόκλυτ᾽ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·

ὄψει δ᾽ οὔτ᾽ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ᾽ ἄρ᾽ ἐγὼ σούς. 205

φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,

μητρὸς δ᾽ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·

αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο

εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ᾽ Ἀφροδίτη·

τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 210

σήμερον· οὐ γάρ φημ᾽ ἐπέεσσί γε νηπυτίοισιν

ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.

εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·

Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, 215

κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ

ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,

ἀλλ᾽ ἔθ᾽ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.

Δάρδανος αὖ τέκεθ᾽ υἱὸν Ἐριχθόνιον βασιλῆα,

ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· 220

τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο

θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.

τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,

ἵππῳ δ᾽ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·

αἳ δ᾽ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. 225

αἳ δ᾽ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,

ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·

ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,

ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.

Τρῶα δ᾽ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· 230

Τρωὸς δ᾽ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο

Ἶλός τ᾽ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,

ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·

τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν

κάλλεος εἵνεκα οἷο ἵν᾽ ἀθανάτοισι μετείη. 235

Ἶλος δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Λαομέδοντα·

Λαομέδων δ᾽ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε

Λάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος·

Ἀσσάρακος δὲ Κάπυν, ὃ δ᾽ ἄρ᾽ Ἀγχίσην τέκε παῖδα·

αὐτὰρ ἔμ᾽ Ἀγχίσης, Πρίαμος δ᾽ ἔτεχ᾽ Ἕκτορα δῖον. 240

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε

ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.

ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότ᾽ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 245

ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι

πολλὰ μάλ᾽, οὐδ᾽ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.

στρεπτὴ δὲ γλῶσσ᾽ ἐστὶ βροτῶν, πολέες δ᾽ ἔνι μῦθοι

παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.

ὁπποῖόν κ᾽ εἴπῃσθα ἔπος, τοῖόν κ᾽ ἐπακούσαις. 250

ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη

νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,

αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο

νεικεῦσ᾽ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι

πόλλ᾽ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. 255

ἀλκῆς δ᾽ οὔ μ᾽ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα

πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ᾽ ἄγε θᾶσσον

γευσόμεθ᾽ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.

ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος

σμερδαλέῳ· μέγα δ᾽ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 260

Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ

ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος

ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο

νήπιος, οὐδ᾽ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν

ὡς οὐ ῥηΐδι᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 265

ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾽ ὑποείκειν.

οὐδὲ τότ᾽ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος

ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·

ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ᾽ ἄρ᾽ ἔτι τρεῖς

ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 270

τὰς δύο χαλκείας, δύο δ᾽ ἔνδοθι κασσιτέροιο,

τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ᾽ ἔσχετο μείλινον ἔγχος.

δεύτερος αὖτ᾽ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλεν Αἰνείαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην

ἄντυγ᾽ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 275

λεπτοτάτη δ᾽ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ

Πηλιὰς ἤϊξεν μελίη, λάκε δ᾽ ἀσπὶς ὑπ᾽ αὐτῆς.

Αἰνείας δ᾽ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ᾽ ἀνέσχε

δείσας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ

ἔστη ἱεμένη, διὰ δ᾽ ἀμφοτέρους ἕλε κύκλους 280

ἀσπίδος ἀμφιβρότης· ὃ δ᾽ ἀλευάμενος δόρυ μακρὸν

ἔστη, κὰδ δ᾽ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,

ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς

ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ 285

Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,

οἷοι νῦν βροτοί εἰσ᾽· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.

ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ

ἢ κόρυθ᾽ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,

τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 290

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·

αὐτίκα δ᾽ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·

ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,

ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι

πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο 295

νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.

ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει

μὰψ ἕνεκ᾽ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ᾽ αἰεὶ

δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;

ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 300

μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς

τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ᾽ ἀλέασθαι,

ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται

Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων

οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 305

ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·

νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει

καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη·

ἐννοσίγαι᾽, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 310

Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς

Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.

ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους

πᾶσι μετ᾽ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη

μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 315

μηδ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται

καιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.

αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,

βῆ ῥ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,

ἷξε δ᾽ ὅθ᾽ Αἰνείας ἠδ᾽ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. 320

αὐτίκα τῷ μὲν ἔπειτα κατ᾽ ὀφθαλμῶν χέεν ἀχλὺν

Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον

ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·

καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,

Αἰνείαν δ᾽ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ᾽ ἀείρας. 325

πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων

Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,

ἷξε δ᾽ ἐπ᾽ ἐσχατιὴν πολυάϊκος πολέμοιο,

ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.

τῷ δὲ μάλ᾽ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 330

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

Αἰνεία, τίς σ᾽ ὧδε θεῶν ἀτέοντα κελεύει

ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,

ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;

ἀλλ᾽ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, 335

μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.

αὐτὰρ ἐπεί κ᾽ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,

θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·

οὐ μὲν γάρ τίς σ᾽ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.

ὣς εἰπὼν λίπεν αὐτόθ᾽, ἐπεὶ διεπέφραδε πάντα. 340

αἶψα δ᾽ ἔπειτ᾽ Ἀχιλῆος ἀπ᾽ ὀφθαλμῶν σκέδασ᾽ ἀχλὺν

θεσπεσίην· ὃ δ᾽ ἔπειτα μέγ᾽ ἔξιδεν ὀφθαλμοῖσιν,

ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι·

ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα 345

λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.

ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν

ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.

ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι

ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 350

ἀλλ᾽ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας

τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.

ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·

μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,

ἀλλ᾽ ἄγ᾽ ἀνὴρ ἄντ᾽ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 355

ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι

τοσσούσδ᾽ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·

οὐδέ κ᾽ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ᾽ Ἀθήνη

τοσσῆσδ᾽ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·

ἀλλ᾽ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 360

καὶ σθένει, οὔ μ᾽ ἔτι φημὶ μεθησέμεν οὐδ᾽ ἠβαιόν,

ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν᾽ οἴω

Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.

ὣς φάτ᾽ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ

κέκλεθ᾽ ὁμοκλήσας, φάτο δ᾽ ἴμεναι ἄντ᾽ Ἀχιλῆος· 365

Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.

καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,

ἔγχεϊ δ᾽ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.

οὐδ᾽ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,

ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. 370

τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,

εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ᾽ αἴθωνι σιδήρῳ.

ὣς φάτ᾽ ἐποτρύνων, οἳ δ᾽ ἀντίοι ἔγχε᾽ ἄειραν

Τρῶες· τῶν δ᾽ ἄμυδις μίχθη μένος, ὦρτο δ᾽ ἀϋτή.

καὶ τότ᾽ ἄρ᾽ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· 375

Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,

ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,

μή πώς σ᾽ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.

ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν

ταρβήσας, ὅτ᾽ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 380

ἐν δ᾽ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν

σμερδαλέα ἰάχων, πρῶτον δ᾽ ἕλεν Ἰφιτίωνα

ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,

ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ

Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· 385

τὸν δ᾽ ἰθὺς μεμαῶτα βάλ᾽ ἔγχεϊ δῖος Ἀχιλλεὺς

μέσσην κὰκ κεφαλήν· ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθη,

δούπησεν δὲ πεσών, ὃ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς·

κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν·

ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ᾽ ἐπὶ λίμνῃ 390

Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν

Ὕλλῳ ἐπ᾽ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.

ὣς ἔφατ᾽ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.

τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο

πρώτῃ ἐν ὑσμίνῃ· ὃ δ᾽ ἐπ᾽ αὐτῷ Δημολέοντα 395

ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν

νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.

οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι᾽ αὐτῆς

αἰχμὴ ἱεμένη ῥῆξ᾽ ὀστέον, ἐγκέφαλος δὲ

ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 400

Ἱπποδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα

πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.

αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος

ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα

κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· 405

ὣς ἄρα τόν γ᾽ ἐρυγόντα λίπ᾽ ὀστέα θυμὸς ἀγήνωρ·

αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ᾽ ἀντίθεον Πολύδωρον

Πριαμίδην. τὸν δ᾽ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,

οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,

καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα 410

δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων

θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.

τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς

νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες

χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· 415

ἀντικρὺ δὲ διέσχε παρ᾽ ὀμφαλὸν ἔγχεος αἰχμή,

γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε

κυανέη, προτὶ οἷ δ᾽ ἔλαβ᾽ ἔντερα χερσὶ λιασθείς.

Ἕκτωρ δ᾽ ὡς ἐνόησε κασίγνητον Πολύδωρον

ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη 420

κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς· οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη

δηρὸν ἑκὰς στρωφᾶσθ᾽, ἀλλ᾽ ἀντίος ἦλθ᾽ Ἀχιλῆϊ

ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς

ὡς εἶδ᾽, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·

ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ᾽ ἐσεμάσσατο θυμόν, 425

ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ᾽ ἂν ἔτι δὴν

ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.

ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·

ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.

τὸν δ᾽ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· 430

Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς

ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.

οἶδα δ᾽ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.

ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 435

αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι

δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.

ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ᾽ Ἀθήνη

πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο

ἦκα μάλα ψύξασα· τὸ δ᾽ ἂψ ἵκεθ᾽ Ἕκτορα δῖον, 440

αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς

ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,

σμερδαλέα ἰάχων· τὸν δ᾽ ἐξήρπαξεν Ἀπόλλων

ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.

τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 445

ἔγχεϊ χαλκείῳ, τρὶς δ᾽ ἠέρα τύψε βαθεῖαν.

ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·

ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι

ἦλθε κακόν· νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων, 450

ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.

ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,

εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.

νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.

ὣς εἰπὼν Δρύοπ᾽ οὖτα κατ᾽ αὐχένα μέσσον ἄκοντι· 455

ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,

Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε

κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα

οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·

αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος 460

ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,

τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.

Τρῶα δ᾽ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,

εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη

μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, 465

νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·

οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,

ἀλλὰ μάλ᾽ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων

ἱέμενος λίσσεσθ᾽, ὃ δὲ φασγάνῳ οὖτα καθ᾽ ἧπαρ·

ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦ 470

κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε

θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς

δουρὶ κατ᾽ οὖς· εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιο

αἰχμὴ χαλκείη· ὃ δ᾽ Ἀγήνορος υἱὸν Ἔχεκλον

μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, 475

πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ᾽ ὄσσε

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

Δευκαλίωνα δ᾽ ἔπειθ᾽, ἵνα τε ξυνέχουσι τένοντες

ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν

αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς 480

πρόσθ᾽ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας

τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε

σφονδυλίων ἔκπαλθ᾽, ὃ δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.

αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱὸν

῾Ρίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· 485

τὸν βάλε μέσσον ἄκοντι, πάγη δ᾽ ἐν νηδύϊ χαλκός,

ἤριπε δ᾽ ἐξ ὀχέων· ὃ δ᾽ Ἀρηΐθοον θεράποντα

ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ

νύξ᾽, ἀπὸ δ᾽ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.

ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦρ 490

οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,

πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,

ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος

κτεινομένους ἐφέπων· ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.

ὡς δ᾽ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 495

τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,

ῥίμφά τε λέπτ᾽ ἐγένοντο βοῶν ὑπὸ πόσσ᾽ ἐριμύκων,

ὣς ὑπ᾽ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι

στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ᾽ ἄξων

νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 500

ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον

αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι

Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.