24 Μαΐου 2010

ΕΡΜΟΥ και ΧΑΡΩΝΟΣ (Νεκρικοί διάλογοι Λουκιανού )

[1] ΕΡΜΗΣ
Λογισώμεθα͵ ὦ πορθμεῦ͵ εἰ δοκεῖ͵ ὁπόσα μοι ὀφείλεις ἤδη͵ ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν.
ΧΑΡΩΝ
Λογισώμεθα͵ ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον.
ΕΡΜΗΣ
Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν.
ΧΑΡΩΝ
Πολλοῦ λέγεις.
ΕΡΜΗΣ
Νὴ τὸν Ἀϊδωνέα͵ τῶν πέντε ὠνησάμην͵ καὶ τροπωτῆρα δύο ὀβολῶν.
ΧΑΡΩΝ
Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο.
ΕΡΜΗΣ
Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς ἐγὼ κατέβαλον.
ΧΑΡΩΝ
Καὶ τούτους προστίθει.
ΕΡΜΗΣ
Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλῴδιον͵ ἀφ΄ οὗ τὴν ὑπέραν ἐποίησας͵ δύο δραχμῶν ἅπαντα.
ΧΑΡΩΝ
Καὶ ἄξια ταῦτα ὠνήσω.
ΕΡΜΗΣ
Ταῦτά ἐστιν͵ εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δ΄ οὖν ταῦτα ἀποδώσειν φῄς;
ΧΑΡΩΝ
Νῦν μέν͵ ὦ Ἑρμῆ͵ ἀδύνατον͵ ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς͵ ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον ἐν τῷ πλήθει τὰ πορθμεῖα.
ΕΡΜΗΣ
[2] Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμενος γενέσθαι͵ ὡς ἂν ἀπὸ τούτων ἀπολάβοιμι;
ΧΑΡΩΝ
Οὐκ ἔστιν ἄλλως͵ ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι͵ ὡς ὁρᾷς͵ ἀφικνοῦνται ἡμῖν· εἰρήνη γάρ.
ΕΡΜΗΣ
Ἄμεινον οὕτως͵ εἰ καὶ ἡμῖν παρατείνοιτο ὑπὸ σοῦ τὸ ὄφλημα. πλὴν ἀλλ΄ οἱ μὲν παλαιοί͵ ὦ Χάρων͵ οἶσθα οἷοι παρεγίγνοντο͵ ἀνδρεῖοι ἅπαντες͵ αἵματος ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί· νῦν δὲ ἢ φαρμάκῳ τις ὑπὸ τοῦ παιδὸς ἀποθανὼν ἢ ὑπὸ τῆς γυναικὸς ἢ ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη͵ ὠχροὶ ἅπαντες καὶ ἀγεννεῖς͵ οὐδὲν ὅμοιοι ἐκείνοις. οἱ δὲ πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες ἀλλήλοις͵ ὡς ἐοίκασι.
ΧΑΡΩΝ
Πάνυ γὰρ περιπόθητά ἐστι ταῦτα.
ΕΡΜΗΣ
Οὐκοῦν οὐδ΄ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.


15(5) Νεκρικοί διάλογοι Λουκιανού ΠΛΟΥΤΩΝΟΣ και ΕΡΜΟΥ


[1] ΠΛΟΥΤΩΝ
Τὸν γέροντα οἶσθα͵ τὸν πάνυ γεγηρακότα λέγω͵ τὸν πλούσιον Εὐκράτην͵ ᾧ παῖδες μὲν οὐκ εἰσίν͵ οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι;
ΕΡΜΗΣ
Ναί͵ τὸν Σικυώνιον φῄς. τί οὖν;
ΠΛΟΥΤΩΝ
Ἐκεῖνον μέν͵ ὦ Ἑρμῆ͵ ζῆν ἔασον ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν͵ ἃ βεβίωκεν͵ ἐπιμετρήσας ἄλλα τοσαῦτα͵ εἴ γε οἷόν τε ἦν͵ καὶ ἔτι πλείω͵ τοὺς δὲ κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας.
ΕΡΜΗΣ
Ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον.
ΠΛΟΥΤΩΝ
Οὐ μὲν οὖν͵ ἀλλὰ δικαιότατον· τί γὰρ ἐκεῖνοι παθόντες εὔχονται ἀποθανεῖν ἐκεῖνον ἢ τῶν χρημάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; ὃ δὲ πάντων ἐστὶ μιαρώτατον͵ ὅτι καὶ τὰ τοιαῦτα εὐχόμενοι ὅμως θεραπεύουσιν ἔν γε τῷ φανερῷ͵ καὶ νοσοῦντος ἃ μὲν βουλεύονται πᾶσι πρόδηλα͵ θύσειν δὲ ὅμως ὑπισχνοῦνται͵ ἢν ῥαΐσῃ͵ καὶ ὅλως ποικίλη τις ἡ κολακεία τῶν ἀνδρῶν. διὰ ταῦτα ὁ μὲν ἔστω ἀθάνατος͵ οἱ δὲ προαπίτωσαν αὐτοῦ μάτην ἐπιχανόντες.
ΕΡΜΗΣ
[2] Γελοῖα πείσονται͵ πανοῦργοι ὄντες.
ΠΛΟΥΤΩΝ
Πολλὰ κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει͵ καὶ ὅλως αἰεὶ θανέοντι ἐοικὼς ἔρρωται πολὺ μᾶλλον τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες. Οὐκοῦν ὁ μὲν ἀποδυσάμενος τὸ γῆρας ὥσπερ Ἰόλεως ἀνηβησάτω͵ οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκέτωσαν ἤδη κακοὶ κακῶς ἀποθανόντες.
ΕΡΜΗΣ
Ἀμέλησον͵ ὦ Πλούτων· μετελεύσομαι γάρ σοι ἤδη αὐτοὺς καθ΄ ἕνα ἑξῆς· ἑπτὰ δέ͵ οἶμαι͵ εἰσί.
ΠΛΟΥΤΩΝ
Κατάσπα͵ ὁ δὲ παραπέμψει ἕκαστον ἀντὶ γέροντος αὖθις πρωθήβης γενόμενος.