28 Μαΐου 2010

ΖΗΝΟΦΑΝΤΟΥ και ΚΑΛΛΙΔΗΜΙΔΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΖΗΝΟΦΑΝΤΟΣ
Σὺ δὲ͵ ὦ Καλλιδημίδη͵ πῶς ἀπέθανες; ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην͵ οἶσθα· παρῆς γὰρ ἀποθνήσκοντί μοι.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Παρῆν͵ ὦ Ζηνόφαντε· τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα;
ΖΗΝΟΦΑΝΤΟΣ
Τὸν ἄτεκνον͵ τὸν πλούσιον͵ ᾧ σε τὰ πολλὰ ᾔδειν συνόντα.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ΄ ἐμοὶ τεθνήξεσθαι. ἐπεὶ δὲ τὸ πρᾶγμα εἰς μήκιστον ἐπεγίνετο καὶ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη͵ ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον͵ ἐπειδὰν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν͵ πίνει δὲ ἐπιεικῶς ζωρότερονἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσει͵ ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
ΖΗΝΟΦΑΝΤΟΣ
Τί οὖν ἐγένετο; πάνυ γάρ τι παράδοξον ἐρεῖν ἔοικας.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
[2] Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν͵ δύο δὴ ὁ μειρακίσκος κύλικας ἑτοίμους ἔχων τὴν μὲν τῷ Πτοιοδώρῳ τὴν ἔχουσαν τὸ φάρμακον͵ τὴν δὲ ἑτέραν ἐμοί͵ σφαλεὶς οὐκ οἶδ΄ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον͵ Πτοιοδώρῳ δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα ὁ μὲν ἔπινεν͵ ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ΄ ἐκείνου νεκρός. τί τοῦτο γελᾷς͵ ὦ Ζηνόφαντε; καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν.
ΖΗΝΟΦΑΝΤΟΣ
Ἀστεῖα γάρ͵ ὦ Καλλιδημίδη͵ πέπονθας. ὁ γέρων δὲ τί πρὸς ταῦτα; ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Πρῶτον μὲν ὑπεταράχθη πρὸς τὸ αἰφνίδιον͵ εἶτα συνείς͵ οἶμαι͵ τὸ γεγενημένον ἐγέλα καὶ αὐτός͵ οἷά γε ὁ οἰνοχόος εἴργασται.
ΖΗΝΟΦΑΝΤΟΣ
Πλὴν ἀλλ΄ οὐδὲ σὲ τὴν ἐπίτομον ἐχρῆν τραπέσθαι· ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον͵ εἰ καὶ ὀλίγῳ βραδύτερος ἦν.