29 Ιουλίου 2010

ΜΙΝΩΟΣ και ΣΩΣΤΡΑΤΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΙΝΩΣ
Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω͵ ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω͵ ὁ δὲ τύραννος͵ ὦ Ἑρμῆ͵ παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ͵ ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε͵ ἀνθ΄ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
ΣΩΣΤΡΑΤΟΣ
Ἄκουσον͵ ὦ Μίνως͵ εἴ σοι δίκαια δόξω λέγειν.
ΜΙΝΩΣ
Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι͵ ὦ Σώστρατε͵ πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
ΣΩΣΤΡΑΤΟΣ
Ἐλήλεγμαι μέν͵ ἀλλ΄ ὅρα͵ εἰ δικαίως κολασθήσομαι.
ΜΙΝΩΣ
Καὶ πάνυ͵ εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
ΣΩΣΤΡΑΤΟΣ
Ὅμως ἀπόκριναί μοι͵ ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.
ΜΙΝΩΣ
Λέγε͵ μὴ μακρὰ μόνον͵ ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
ΣΩΣΤΡΑΤΟΣ
[2] Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ͵ πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝΩΣ
Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν;
ΜΙΝΩΣ
Ναί͵ τῇ Κλωθοῖ͵ ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤΡΑΤΟΣ
Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ΄ ἄλλου φονεύσειέν τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ͵ οἷον δήμιος ἢ δορυφόρος͵ ὁ μὲν δικαστῇ πεισθείς͵ ὁ δὲ τυράννῳ͵ τίνα αἰτιάσῃ τοῦ φόνου;
ΜΙΝΩΣ
Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον͵ ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤΡΑΤΟΣ
Εὖ γε͵ ὦ Μίνως͵ ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων͵ τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝΩΣ
Τὸν πέμψαντα͵ ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.
ΣΩΣΤΡΑΤΟΣ
[3] Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττεν͵ καὶ τούτους τιμήσας τοὺς διακονησαμένους ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
ΜΙΝΩΣ
Ὦ Σώστρατε͵ πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα͵ εἰ ἀκριβῶς ἐξετάζοις. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐπερωτήσεως͵ διότι οὐ λῃστὴς μόνον͵ ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν͵ ὦ Ἑρμῆ͵ καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.