2 Ιουνίου 2010

ΚΝΗΜΩΝΟΣ και ΔΑΜΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΚΝΗΜΩΝ
Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.
ΔΑΜΝΙΠΠΟΣ
Τί ἀγανακτεῖς͵ ὦ Κνήμων;
ΚΝΗΜΩΝ
Πυνθάνῃ ὅ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος͵ οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.
ΔΑΜΝΙΠΠΟΣ
Πῶς τοῦτο ἐγένετο;
ΚΝΗΜΩΝ
Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ͵ κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι͵ θέσθαι διαθήκας εἰς τὸ φανερόν͵ ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα͵ ὡς κἀκεῖνος ζηλώσειεν καὶ τὰ αὐτὰ πράξειεν.
ΔΑΜΝΙΠΠΟΣ
Τί οὖν δὴ ἐκεῖνος;
ΚΝΗΜΩΝ
Ὅ τι μὲν αὐτὸς ἐνέγραψεν ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα· ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος͵ καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λάβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας.
ΔΑΜΝΙΠΠΟΣ
Οὐ μόνον͵ ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα· ὥστε τὸ σόφισμα κατὰ σαυτοῦ συντέθεικας.
ΚΝΗΜΩΝ
Ἔοικα· οἰμώζω τοιγαροῦν.