29 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΧΕΙΡΩΝΟΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
῎Ηκουσα͵ ὦ Χείρων͵ ὡς θεὸς ὢν ἐπεθύμησας ἀποθανεῖν.
ΧΕΙΡΩΝ
Ἀληθῆ ταῦτα ἤκουσας͵ ὦ Μένιππε͵ καὶ τέθνηκα͵ ὡς ὁρᾷς͵ ἀθάνατος εἶναι δυνάμενος.
ΜΕΝΙΠΠΟΣ
Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν͵ ἀνεράστου τοῖς πολλοῖς χρήματος;
ΧΕΙΡΩΝ
Ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.
ΜΕΝΙΠΠΟΣ
Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;
ΧΕΙΡΩΝ
Οὔκ͵ ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ἔζων ἀεὶ καὶ ἀπέλαυον τῶν ὁμοίων͵ ἡλίου͵ φωτός͵ τροφῆς͵ αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γινόμενα ἅπαντα ἑξῆς ἕκαστον͵ ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ· ἐνεπλήσθην οὖν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεὶ͵ ἀλλὰ καὶ ἐν τῷ μὴ μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.
ΜΕΝΙΠΠΟΣ
Εὖ λέγεις͵ ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις͵ ἀφ΄ οὗ προελόμενος αὐτὰ ἥκεις;
ΧΕΙΡΩΝ
[2] Οὐκ ἀηδῶς͵ ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν φωτὶ εἶναι ἢ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ͵ ἀλλ΄ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.
ΜΕΝΙΠΠΟΣ
Ὅρα͵ ὦ Χείρων͵ μὴ περιπίπτῃς σεαυτῷ καὶ ἐς τὸ αὐτό σοι ὁ λόγος περιστῇ.
ΧΕΙΡΩΝ
Πῶς τοῦτο φῄς;
ΜΕΝΙΠΠΟΣ
Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐγένετό σοι προσκορές͵ καὶ τἀνταῦθα ὅμοια ὄντα προσκορῆ ὁμοίως ἂν γένοιτο͵ καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν εἰς ἄλλον βίον͵ ὅπερ οἶμαι ἀδύνατον.
ΧΕΙΡΩΝ
Τί οὖν ἂν πάθοι τις͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ὅπερ͵ οἶμαι͵ φασί͵ συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.