17 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΚΕΡΒΕΡΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ὦ Κέρβερεσυγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤνεἰπέ μοι πρὸς τῆς Στυγός͵ οἷος ἦν ὁ Σωκράτης͵ ὁπότε κατῄει παρ΄ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον͵ ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι͵ ὁπότ΄ ἐθέλοις.
ΚΕΡΒΕΡΟΣ
Πόρρωθεν μέν͵ ὦ Μένιππε͵ παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δεδιέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων͵ ἐπεὶ δὲ κατέκυψεν εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον͵ κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός͵ ὥσπερ τὰ βρέφη ἐκώκυεν καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.
ΜΕΝΙΠΠΟΣ
[2] Οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος;
ΚΕΡΒΕΡΟΣ
Οὔκ͵ ἀλλ΄ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα͵ κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν͵ ὡς θαυμάσονται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι͵ ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι͵ τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.
ΜΕΝΙΠΠΟΣ
Ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;
ΚΕΡΒΕΡΟΣ
Μόνος͵ ὦ Μένιππε͵ ἀξίως τοῦ γένους͵ καὶ Διογένης πρὸ σοῦ͵ ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ΄ ὠθούμενοι͵ ἀλλ΄ ἐθελούσιοι͵ γελῶντες͵ οἰμώζειν παραγγείλαντες ἅπασιν.