13 Ιουλίου 2010

ΦΙΛΙΠΠΟΥ και ΑΛΕΞΑΝΔΡΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΦΙΛΙΠΠΟΣ
Νῦν μέν͵ ὦ Ἀλέξανδρε͵ οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν.
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐδ΄ αὐτὸς ἠγνόουν͵ ὦ πάτερ͵ ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι͵ ἀλλ΄ ἐδεξάμην τὸ μάντευμα͵ χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος.
ΦΙΛΙΠΠΟΣ
Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐ τοῦτο͵ ἀλλ΄ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι͵ ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
ΦΙΛΙΠΠΟΣ
[2] Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν͵ ὃς δειλοῖς ἀεὶ συνηνέχθης τοξάρια καὶ πελτίδια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν͵ Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων͵ καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι͵ ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων͵ χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν͵ οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν οὐδ΄ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων͵ ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων;
ΑΛΕΞΑΝΔΡΟΣ
[3] Ἀλλ΄ οἱ Σκύθαι γε͵ ὦ πάτερ͵ καὶ οἱ Ἰνδῶν ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον͵ καὶ ὅμως οὐ διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας ἐκράτουν αὐτῶν· οὐδ΄ ἐπιώρκησα πώποτε ἢ ὑποσχόμενος ἐψευσάμην ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα. καὶ τοὺς Ἕλληνας δὲ τοὺς μὲν ἀναιμωτὶ παρέλαβον͵ Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον.
ΦΙΛΙΠΠΟΣ
Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ μοι͵ ὃν σὺ τῷ δορατίῳ διελάσας μεταξὺ δειπνοῦντα ἐφόνευσας͵ ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησεν. [4] σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν͵ ὥς φασι͵ μετενέδυς καὶ τιάραν ὀρθὴν ἐπέθου καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων͵ ἐλευθέρων ἀνδρῶν͵ ἠξίους͵ καὶ τὸ πάντων γελοιότατον͵ ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας͵ λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας καὶ τοσούτους γαμῶν γάμους καὶ Ἡφαιστίωνα ὑπεραγαπῶν. ἓν ἐπῄνεσα μόνον ἀκούσας͵ ὅτι ἀπέσχου τῆς τοῦ Δαρείου γυναικὸς καλῆς οὔσης͵ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.
ΑΛΕΞΑΝΔΡΟΣ
[5] Τὸ φιλοκίνδυνον δέ͵ ὦ πάτερ͵ οὐκ ἐπαινεῖς καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καθαλέσθαι ἐντὸς τοῦ τείχους καὶ τοσαῦτα λαβεῖν τραύματα;
ΦΙΛΙΠΠΟΣ
Οὐκ ἐπαινῶ τοῦτο͵ ὦ Ἀλέξανδρε͵ οὐχ ὅτι μὴ καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα καὶ προκινδυνεύειν τοῦ στρατοῦ͵ ἀλλ΄ ὅτι σοι τὸ τοιοῦτο ἥκιστα συνέφερεν· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης͵ καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον͵ αἵματι ῥεόμενον͵ οἰμώζοντα ἐπὶ τῷ τραύματι͵ ταῦτα γέλως ἦν τοῖς ὁρῶσιν͵ ᾗ καὶ ὁ Ἄμμων γόης καὶ ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς οὐκ ἂν ἐγέλασεν ὁρῶν τὸν τοῦ Διὸς υἱὸν ἀποψύχοντα͵ δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε ἤδη τέθνηκας͵ οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν ἐκείνην ἐπικερτομοῦντας͵ ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ ἐκτάδην κείμενον͵ μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ νόμον ἁπάντων τῶν σωμάτων; ἄλλως τε καὶ τοῦτο͵ ὃ χρήσιμον ἔφης͵ ὦ Ἀλέξανδρε͵ τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως͵ πολὺ τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει ἐνδεὲς ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.
ΑΛΕΞΑΝΔΡΟΣ
[6] Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ ἐμοῦ͵ ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί με. καίτοι τὴν Ἄορνον ἐκείνην͵ οὐδετέρου ἐκείνων λαβόντος͵ ἐγὼ μόνος ἐχειρωσάμην.
ΦΙΛΙΠΠΟΣ
Ὁρᾷς ὅτι ταῦτα ὡς Ἄμμωνος υἱὸς λέγεις͵ ὃς Ἡρακλεῖ καὶ Διονύσῳ παραβάλλεις σεαυτόν; καὶ οὐκ αἰσχύνῃ͵ ὦ Ἀλέξανδρε͵ οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ γνώσῃ σεαυτὸν καὶ συνήσεις ἤδη νεκρὸς ὤν;