27 Ιουνίου 2010

ΜΕΝΙΠΠΟΥ και ΑΙΑΚΟΥ (Νεκρικοί διάλογοι Λουκιανού )

[1] ΜΕΝΙΠΠΟΣ
Πρὸς τοῦ Πλούτωνος͵ ὦ Αἰακέ͵ περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.
ΑΙΑΚΟΣ
Οὐ ῥᾴδιον͵ ὦ Μένιππε͵ ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη͵ μάνθανε· οὗτος μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα͵ καὶ τὸν πορθμέα τοῦτον͵ ὅς σε διεπέρασεν͵ καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας εἰσιών.
ΜΕΝΙΠΠΟΣ
Οἶδα ταῦτα καὶ σέ͵ ὅτι πυλωρεῖς͵ καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους αὐτῶν.
ΑΙΑΚΟΣ
Οὗτος μὲν Ἀγαμέμνων͵ οὗτος δὲ Ἀχιλλεύς͵ οὗτος δὲ Ἰδομενεὺς πλησίον͵ οὗτος δὲ Ὀδυσσεύς͵ εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
ΜΕΝΙΠΠΟΣ
[2] Βαβαί͵ ὦ Ὅμηρε͵ οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα͵ κόνις πάντα καὶ λῆρος πολύς͵ ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ͵ ὦ Αἰακέ͵ τίς ἐστιν;
ΑΙΑΚΟΣ
Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος͵ ὁ δ΄ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος͵ ὁ δ΄ ὑπὲρ τούτους Μίδας͵ ἐκεῖνος δὲ Ξέρξης.
ΜΕΝΙΠΠΟΣ
Εἶτα σέ͵ ὦ κάθαρμα͵ ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον͵ διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ͵ ὦ Αἰακέ͵ πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.
ΑΙΑΚΟΣ
Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀνδρογύνῳ γε ὄντι.
ΑΙΑΚΟΣ
[3] Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
ΜΕΝΙΠΠΟΣ
Νὴ Δία γε.
ΑΙΑΚΟΣ
Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.
ΜΕΝΙΠΠΟΣ
Χαῖρε͵ ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς.
ΠΥΘΑΓΟΡΑΣ
Μὴ καὶ σύ γε͵ ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐκέτι χρυσοῦς ὁ μηρός σοι;
ΠΥΘΑΓΟΡΑΣ
Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.
ΜΕΝΙΠΠΟΣ
Κυάμους͵ ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον.
ΠΥΘΑΓΟΡΑΣ
Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ͵ ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.
ΑΙΑΚΟΣ
[4] Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ΄ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
ΜΕΝΙΠΠΟΣ
Ἄλυποι͵ ὦ Αἰακέ͵ οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων· ὁ δὲ σποδοῦ ἀνάπλεως καθάπερ ἐγκρυφίας ἄρτος͵ ὁ ταῖς φλυκταίναις ἐξηνθηκώς͵ τίς ἐστιν; ΑΙΑΚΟΣ
Ἐμπεδοκλῆς͵ ὦ Μένιππε͵ ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
ΜΕΝΙΠΠΟΣ
Ὦ χαλκόπου βέλτιστε͵ τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;
ΕΜΠΕΔΟΚΛΗΣ
Μελαγχολία τις͵ ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐ μὰ Δί΄ ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα͵ ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ͵ ὦ Αἰακέ͵ ποῦ ποτε ἄρα ἐστίν;
ΑΙΑΚΟΣ
Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
ΜΕΝΙΠΠΟΣ
Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν͵ εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑΚΟΣ
Ὁρᾷς τὸν φαλακρόν;
ΜΕΝΙΠΠΟΣ
Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.
ΑΙΑΚΟΣ
Τὸν σιμὸν λέγω.
ΜΕΝΙΠΠΟΣ
Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
ΣΩΚΡΑΤΗΣ
[5] Ἐμὲ ζητεῖς͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Καὶ μάλα͵ ὦ Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Τί τὰ ἐν Ἀθήναις;
ΜΕΝΙΠΠΟΣ
Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι͵ καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις͵ ἄκροι φιλόσοφοι.
ΣΩΚΡΑΤΗΣ
Μάλα πολλοὺς ἑώρακα.
ΜΕΝΙΠΠΟΣ
Ἀλλὰ ἑώρακας͵ οἶμαι͵ οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός͵ ὁ μὲν ἀποπνέων μύρον͵ ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
ΣΩΚΡΑΤΗΣ
Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
ΜΕΝΙΠΠΟΣ
Εὐδαίμων͵ ὦ Σώκρατες͵ ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦταοἶμαι γὰρ τἀληθῆ λέγεινοὐδὲν εἰδότα.
ΣΩΚΡΑΤΗΣ
Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς͵ οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.
ΜΕΝΙΠΠΟΣ
[6] Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ;
ΣΩΚΡΑΤΗΣ
Χαρμίδης͵ ὦ Μένιππε͵ καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
ΜΕΝΙΠΠΟΣ
Εὖ γε͵ ὦ Σώκρατες͵ ὅτι κἀνταῦθα μέτει τὴν σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
ΣΩΚΡΑΤΗΣ
Τί γὰρ ἂν ἥδιον ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο͵ εἰ δοκεῖ.
ΜΕΝΙΠΠΟΣ
Μὰ Δί΄͵ ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.
ΑΙΑΚΟΣ
Κἀγὼ ἤδη ἄπειμι͵ μὴ καί τις ἡμᾶς νεκρὸς λάθῃ διαφυγών. τὰ πολλὰ δ΄ εἰσαῦθις ὄψει͵ ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά͵ ὦ Αἰακέ.