21 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΤΕΙΡΕΣΙΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ὦ Τειρεσία͵ εἰ μὲν καὶ τυφλὸς εἶ͵ οὐκέτι διαγνῶναι ῥᾴδιον. ἅπασι γὰρ ἡμῖν ὁμοῖα τὰ ὄμματα͵ κενά͵ μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δ΄ ἄλλα οὐκέτ΄ ἂν εἰπεῖν ἔχοις͵ τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἄρρην καὶ γυνή͵ τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι͵ ὁποτέρου ἡδίονος ἐπειράθης τῶν βίων͵ ὁπότε ἀνὴρ ἦσθα͵ ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
ΤΕΙΡΕΣΙΑΣ
Παρὰ πολύ͵ ὦ Μένιππε͵ ὁ γυναικεῖος· ἀπραγμονέστερος γάρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αἱ γυναῖκες͵ καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ΄ ἔπαλξιν ἑστάναι οὔτ΄ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ΄ ἐν δικαστηρίοις ἐξετάζεσθαι.
ΜΕΝΙΠΠΟΣ
[2] Οὐ γὰρ ἀκήκοας͵ ὦ Τειρεσία͵ τῆς Εὐριπίδου Μηδείας͵ οἷα εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον͵ ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι͵ ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖακαὶ ἔτεκές ποτε͵ ὁπότε γυνὴ ἦσθα͵ ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ;
ΤΕΙΡΕΣΙΑΣ
Τί τοῦτο͵ Μένιππε͵ ἐρωτᾷς;
ΜΕΝΙΠΠΟΣ
Οὐδὲν χαλεπόν͵ ὦ Τειρεσία· πλὴν ἀπόκριναι͵ εἴ σοι ῥᾴδιον.
ΤΕΙΡΕΣΙΑΣ
Οὐ στεῖρα μὲν ἤμην͵ οὐκ ἔτεκον δ΄ ὅλως.
ΜΕΝΙΠΠΟΣ
Ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες͵ ἐβουλόμην εἰδέναι.
ΤΕΙΡΕΣΙΑΣ
Εἶχον δηλαδή.
ΜΕΝΙΠΠΟΣ
Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ χωρίον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεστάθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας͵ ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης;
ΤΕΙΡΕΣΙΑΣ
Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς δ΄ οὖν μοι ἀπιστεῖν͵ εἰ τοῦθ΄ οὕτως ἐγένετο.
ΜΕΝΙΠΠΟΣ
Οὐ χρὴ γὰρ ἀπιστεῖν͵ ὦ Τειρεσία͵ τοῖς τοιούτοις͵ ἀλλὰ καθάπερ τινὰ βλᾶκα μὴ ἐξετάζοντα͵ εἴτε δυνατά ἐστιν εἴτε καὶ μή͵ παραδέχεσθαι;
ΤΕΙΡΕΣΙΑΣ
[3] Σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι͵ ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία͵ τὴν Ἀηδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα;
ΜΕΝΙΠΠΟΣ
῎Ην που κἀκείναις ἐντύχω͵ εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ͵ ὦ βέλτιστε͵ ὁπότε γυνὴ ἦσθα͵ καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον͵ ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι;
ΤΕΙΡΕΣΙΑΣ
Ὁρᾷς; ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα͵ ὡς καὶ διέλυσά τινα ἔριν τῶν θεῶν͵ καὶ ἡ μὲν ῞Ηρα ἐπήρωσέν με͵ ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν.
ΜΕΝΙΠΠΟΣ
Ἔτι ἔχῃ͵ ὦ Τειρεσία͵ τῶν ψευσμάτων; ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς· ἔθος γὰρ ὑμῖν μηδὲν ὑγιὲς λέγειν.