21 Ιουλίου 2010

ΧΑΡΩΝΟΣ και ΕΡΜΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΧΑΡΩΝ
Ἀκούσατε ὡς ἔχει ὑμῖν τὰ πράγματα. μικρὸν μὲν ὑμῖν͵ ὡς ὁρᾶτε͵ τὸ σκαφίδιον καὶ ὑπόσαθρόν ἐστιν καὶ διαρρεῖ τὰ πολλά͵ καὶ ἢν τραπῇ ἐπὶ θάτερα͵ οἰχήσεται περιτραπέν͵ ὑμεῖς δὲ τοσοῦτοι ἅμα ἥκετε πολλὰ ἐπιφερόμενοι ἕκαστος. ἢν οὖν μετὰ τούτων ἐμβῆτε͵ δέδια μὴ ὕστερον μετανοήσητε͵ καὶ μάλιστα ὁπόσοι νεῖν οὐκ ἐπίστασθε.
ΕΡΜΗΣ
Πῶς οὖν ποιήσαντες εὐπλοήσομεν;
ΧΑΡΩΝ
Ἐγὼ ὑμῖν φράσω· γυμνοὺς ἐπιβαίνειν χρὴ τὰ περιττὰ ταῦτα πάντα ἐπὶ τῆς ἠϊόνος καταλιπόντας· μόλις γὰρ ἂν καὶ οὕτως δέξαιτο ὑμᾶς τὸ πορθμεῖον. σοὶ δέ͵ ὦ Ἑρμῆ͵ μελήσει τὸ ἀπὸ τούτου μηδένα παραδέχεσθαι αὐτῶν͵ ὃς ἂν μὴ ψιλὸς ᾖ καὶ τὰ ἔπιπλα͵ ὥσπερ ἔφην͵ ἀποβαλών. παρὰ δὲ τὴν ἀποβάθραν ἑστὼς διαγίνωσκε αὐτοὺς καὶ ἀναλάμβανε γυμνοὺς ἐπιβαίνειν ἀναγκάζων.
ΕΡΜΗΣ
[2] Εὖ λέγεις͵ καὶ οὕτω ποιήσωμεν. Οὑτοσὶ τίς ὁ πρῶτός ἐστιν;
ΜΕΝΙΠΠΟΣ
Μένιππος ἔγωγε. ἀλλ΄ ἰδοὺ ἡ πήρα μοι͵ ὦ Ἑρμῆ͵ καὶ τὸ βάκτρον εἰς τὴν λίμνην ἀπερρίφθων͵ τὸν τρίβωνα δὲ οὐδὲ ἐκόμισα εὖ ποιῶν.
ΕΡΜΗΣ
Ἔμβαινε͵ ὦ Μένιππε ἀνδρῶν ἄριστε͵ καὶ τὴν προεδρίαν ἔχε παρὰ τὸν κυβερνήτην ἐφ΄ ὑψηλοῦ͵ ὡς ἐπισκοπῇς ἅπαντας. [3] ὁ καλὸς δ΄ οὗτος τίς ἐστιν;
ΧΑΡΜΟΛΕΩΣ
Χαρμόλεως ὁ Μεγαρικὸς ἐπέραστος͵ οὗ τὸ φίλημα διτάλαντον ἦν.
ΕΡΜΗΣ
Ἀπόδυθι τοιγαροῦν τὸ κάλλος καὶ τὰ χείλη αὐτοῖς φιλήμασι καὶ τὴν κόμην τὴν βαθεῖαν καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρύθημα καὶ τὸ δέρμα ὅλον. ἔχει καλῶς͵ εὔζωνος εἶ͵ ἐπίβαινε ἤδη.
[4] ὁ δὲ τὴν πορφυρίδα οὑτοσὶ καὶ τὸ διάδημα ὁ βλοσυρὸς τίς ὢν τυγχάνεις;
ΛΑΜΠΙΧΟΣ
Λάμπιχος Γελῴων τύραννος.
ΕΡΜΗΣ
Τί οὖν͵ ὦ Λάμπιχε͵ τοσαῦτα ἔχων πάρει;
ΛΑΜΠΙΧΟΣ
Τί οὖν; ἐχρῆν͵ ὦ Ἑρμῆ͵ γυμνὸν ἥκειν τύραννον ἄνδρα;
ΕΡΜΗΣ
Τύραννον μὲν οὐδαμῶς͵ νεκρὸν δὲ μάλα· ὥστε ἀπόθου ταῦτα.
ΛΑΜΠΙΧΟΣ
Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται.
ΕΡΜΗΣ
Καὶ τὸν τῦφον ἀπόρριψον͵ ὦ Λάμπιχε͵ καὶ τὴν ὑπεροψίαν· βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπεσόντα.
ΛΑΜΠΙΧΟΣ
Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν ἐφεστρίδα.
ΕΡΜΗΣ
Οὐδαμῶς͵ ἀλλὰ καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Εἶεν. τί ἔτι; πᾶν γὰρ ἀφῆκα͵ ὡς ὁρᾷς.
ΕΡΜΗΣ
Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν͵ καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Ἰδού σοι ψιλός εἰμι.
ΕΡΜΗΣ
[5] Ἔμβαινε ἤδη. σὺ δὲ ὁ παχύς͵ ὁ πολύσαρκος τίς ὢν τυγχάνεις;
ΔΑΜΑΣΙΑΣ
Δαμασίας ὁ ἀθλητής.
ΕΡΜΗΣ
Ναί͵ ἔοικας· οἶδα γάρ σε πολλάκις ἐν ταῖς παλαίστραις ἰδών.
ΔΑΜΑΣΙΑΣ
Ναί͵ ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα.
ΕΡΜΗΣ
Οὐ γυμνόν͵ ὦ βέλτιστε͵ τοσαύτας σάρκας περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάς͵ ἐπεὶ καταδύσεις τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον· ἀλλὰ καὶ τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα.
ΔΑΜΑΣΙΑΣ
Ἰδού σοι γυμνός͵ ὡς ὁρᾷς͵ ἀληθῶς εἰμι καὶ ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.
ΕΡΜΗΣ
[6] Οὕτως ἄμεινον ἀβαρῆ εἶναι· ὥστε ἔμβαινε. καὶ σὺ τὸν πλοῦτον ἀποθέμενος͵ ὦ Κράτων͵ καὶ τὴν μαλακίαν δὲ προσέτι καὶ τὴν τρυφὴν μηδὲ τὰ ἐντάφια κόμιζε μηδὲ τὰ τῶν προγόνων ἀξιώματα͵ κατάλιπε δὲ καὶ γένος καὶ δόξαν καὶ εἴ ποτέ σε ἡ πόλις ἀνεκήρυξεν καὶ τὰς τῶν ἀνδριάντων ἐπιγραφάς͵ μηδὲ ὅτι μέγαν τάφον ἐπί σοι ἔχωσαν λέγε· βαρύνει γὰρ καὶ ταῦτα μνημονευόμενα.
ΚΡΑΤΩΝ
Οὐχ ἑκὼν μέν͵ ἀπορρίψω δέ· τί γὰρ ἂν καὶ πάθοιμι;
ΕΡΜΗΣ
[7] βαβαί. σὺ δὲ ὁ ἔνοπλος τί βούλει; ἢ τί τὸ τρόπαιον τοῦτο φέρεις;
ΣΤΡΑΤΗΓΟΣ
Ὅτι ἐνίκησα͵ ὦ Ἑρμῆ͵ καὶ ἠρίστευσα καὶ ἡ πόλις ἐτίμησέν με.
ΕΡΜΗΣ
Ἄφες ὑπὲρ γῆς τὸ τρόπαιον· ἐν ᾅδου γὰρ εἰρήνη καὶ οὐδὲν ὅπλων δεήσει.
[8] ὁ σεμνὸς δὲ οὗτος ἀπό γε τοῦ σχήματος καὶ βρενθυόμενος͵ ὁ τὰς ὀφρῦς ἐπηρκώς͵ ὁ ἐπὶ τῶν φροντίδων τίς ἐστιν͵ ὁ τὸν βαθὺν πώγωνα καθειμένος;
ΜΕΝΙΠΠΟΣ
Φιλόσοφός τις͵ ὦ Ἑρμῆ͵ μᾶλλον δὲ γόης καὶ τερατείας μεστός· ὥστε ἀπόδυσον καὶ τοῦτον· ὄψει γὰρ πολλὰ καὶ γελοῖα ὑπὸ τῷ ἱματίῳ σκεπόμενα.
ΕΡΜΗΣ
Κατάθου σὺ τὸ σχῆμα πρῶτον͵ εἶτα καὶ ταυτὶ πάντα. ὦ Ζεῦ͵ ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει͵ ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν καὶ ἐρωτήσεις ἀπόρους καὶ λόγους ἀκανθώδεις καὶ ἐννοίας πολυπλόκους͵ ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ λῆρον οὐκ ὀλίγον καὶ ὕθλους καὶ μικρολογίαν͵ νὴ Δία καὶ χρυσίον γε τουτὶ καὶ ἡδυπάθειαν δὲ καὶ ἀναισχυντίαν καὶ ὀργὴν καὶ τρυφὴν καὶ μαλακίαν· οὐ λέληθεν γάρ με͵ εἰ καὶ μάλα περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος δὲ ἀπόθου καὶ τὸν τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων· ὡς εἴ γε ταῦτα πάντα ἔχων ἐμβαίης͵ ποία πεντηκόντορος δέξαιτο ἄν σε;
ΦΙΛΟΣΟΦΟΣ
Ἀποτίθεμαι τοίνυν αὐτά͵ ἐπείπερ οὕτω κελεύεις.
ΜΕΝΙΠΠΟΣ
[9] Ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω͵ ὦ Ἑρμῆ͵ βαρύν τε ὄντα καὶ λάσιον͵ ὡς ὁρᾷς· πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον.
ΕΡΜΗΣ
Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον.
ΦΙΛΟΣΟΦΟΣ
Καὶ τίς ὁ ἀποκείρων ἔσται;
ΕΡΜΗΣ
Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος.
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵ ὦ Ἑρμῆ͵ ἀλλὰ πρίονά μοι ἀνάδος· γελοιότερον γὰρ τοῦτο.
ΕΡΜΗΣ
Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.
ΜΕΝΙΠΠΟΣ
Βούλει μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;
ΕΡΜΗΣ
Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν͵ οὐκ οἶδα ἐφ΄ ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο; καὶ δακρύεις͵ ὦ κάθαρμα͵ καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ΄ οὖν.
ΜΕΝΙΠΠΟΣ
Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.
ΕΡΜΗΣ
Τί͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Κολακείαν͵ ὦ Ἑρμῆ͵ πολλὰ ἐν τῷ βίῳ χρησιμεύσασαν αὐτῷ.
ΦΙΛΟΣΟΦΟΣ
Οὐκοῦν καὶ σύ͵ ὦ Μένιππε͵ ἀπόθου τὴν ἐλευθερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων γελᾷς.
ΕΡΜΗΣ
Μηδαμῶς͵ ἀλλὰ καὶ ἔχε ταῦτα͵ κοῦφα γὰρ καὶ πάνυ εὔφορα ὄντα καὶ πρὸς τὸν κατάπλουν χρήσιμα. [10] καὶ ὁ ῥήτωρ δὲ σὺ ἀπόθου τῶν ῥημάτων τὴν τοσαύτην ἀπεραντολογίαν καὶ ἀντιθέσεις καὶ παρισώσεις καὶ περιόδους καὶ βαρβαρισμοὺς καὶ τὰ ἄλλα βάρη τῶν λόγων.
ΡΗΤΩΡ
῍Ην ἰδού͵ ἀποτίθεμαι.
ΕΡΜΗΣ
Εὖ ἔχει· ὥστε λύε τὰ ἀπόγεια͵ τὴν ἀποβάθραν ἀνελώμεθα͵ τὸ ἀγκύριον ἀνεσπάσθω͵ πέτασον τὸ ἱστίον͵ εὔθυνε͵ ὦ πορθμεῦ͵ τὸ πηδάλιον· εὖ πάθωμεν. [11] τί οἰμώζετε͵ ὦ μάταιοι͵ καὶ μάλιστα ὁ φιλόσοφος σὺ ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;
ΦΙΛΟΣΟΦΟΣ
Ὅτι͵ ὦ Ἑρμῆ͵ ἀθάνατον ᾤμην τὴν ψυχὴν ὑπάρχειν.
ΜΕΝΙΠΠΟΣ
Ψεύδεται· ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν.
ΕΡΜΗΣ
Τὰ ποῖα;
ΜΕΝΙΠΠΟΣ
Ὅτι μηκέτι δειπνήσει πολυτελῆ δεῖπνα μηδὲ νύκτωρ ἐξιὼν ἅπαντας λανθάνων τῷ ἱματίῳ τὴν κεφαλὴν κατειλήσας περίεισιν ἐν κύκλῳ τὰ χαμαιτυπεῖα͵ καὶ ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ ἀργύριον λήψεται· ταῦτα λυπεῖ αὐτόν.
ΦΙΛΟΣΟΦΟΣ
Σὺ γάρ͵ ὦ Μένιππε͵ οὐκ ἄχθῃ ἀποθανών;
ΜΕΝΙΠΠΟΣ
Πῶς͵ ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον καλέσαντος μηδενός; [12] ἀλλὰ μεταξὺ λόγων οὐ κραυγή τις ἀκούεται ὥσπερ τινῶν ἀπὸ γῆς βοώντων;
ΕΡΜΗΣ
Ναί͵ ὦ Μένιππε͵ οὐκ ἀφ΄ ἑνός γε χώρου͵ ἀλλ΄ οἱ μὲν εἰς τὴν ἐκκλησίαν συνελθόντες ἄσμενοι γελῶσι πάντες ἐπὶ τῷ Λαμπίχου θανάτῳ καὶ ἡ γυνὴ αὐτοῦ συνέχεται πρὸς τῶν γυναικῶν καὶ τὰ παιδία νεογνὰ ὄντα ὁμοίως κἀκεῖνα ὑπὸ τῶν παίδων βάλλεται ἀφθόνοις τοῖς λίθοις· ἄλλοι δὲ Διόφαντον τὸν ῥήτορα ἐπαινοῦσιν ἐν Σικυῶνι ἐπιταφίους λόγους διεξιόντα ἐπὶ Κράτωνι τούτῳ. καὶ νὴ Δία γε ἡ Δαμασίου μήτηρ κωκύουσα ἐξάρχει τοῦ θρήνου σὺν γυναιξὶν ἐπὶ τῷ Δαμασίᾳ· σὲ δὲ οὐδείς͵ ὦ Μένιππε͵ δακρύει͵ καθ΄ ἡσυχίαν δὲ κεῖσαι μόνος.
ΜΕΝΙΠΠΟΣ
[13] Οὐδαμῶς͵ ἀλλ΄ ἀκούσῃ τῶν κυνῶν μετ΄ ὀλίγον ὠρυομένων οἴκτιστον ἐπ΄ ἐμοὶ καὶ τῶν κοράκων τυπτομένων τοῖς πτεροῖς͵ ὁπόταν συνελθόντες θάπτωσί με.
ΕΡΜΗΣ
Γεννάδας εἶ͵ ὦ Μένιππε. ἀλλ΄ ἐπεὶ καταπεπλεύκαμεν ἡμεῖς͵ ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικαστήριον εὐθεῖαν ἐκείνην προϊόντες͵ ἐγὼ δὲ καὶ ὁ πορθμεὺς ἄλλους μετελευσόμεθα.
ΜΕΝΙΠΠΟΣ
Εὐπλοεῖτε͵ ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ ἡμεῖς. τί οὖν ἔτι καὶ μέλλετε; δικασθῆναι δεήσει͵ καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας͵ τροχοὺς καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος.