29 Ιουλίου 2010

ΜΙΝΩΟΣ και ΣΩΣΤΡΑΤΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΙΝΩΣ
Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω͵ ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω͵ ὁ δὲ τύραννος͵ ὦ Ἑρμῆ͵ παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ͵ ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε͵ ἀνθ΄ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
ΣΩΣΤΡΑΤΟΣ
Ἄκουσον͵ ὦ Μίνως͵ εἴ σοι δίκαια δόξω λέγειν.
ΜΙΝΩΣ
Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι͵ ὦ Σώστρατε͵ πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
ΣΩΣΤΡΑΤΟΣ
Ἐλήλεγμαι μέν͵ ἀλλ΄ ὅρα͵ εἰ δικαίως κολασθήσομαι.
ΜΙΝΩΣ
Καὶ πάνυ͵ εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
ΣΩΣΤΡΑΤΟΣ
Ὅμως ἀπόκριναί μοι͵ ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.
ΜΙΝΩΣ
Λέγε͵ μὴ μακρὰ μόνον͵ ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
ΣΩΣΤΡΑΤΟΣ
[2] Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ͵ πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝΩΣ
Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν;
ΜΙΝΩΣ
Ναί͵ τῇ Κλωθοῖ͵ ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤΡΑΤΟΣ
Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ΄ ἄλλου φονεύσειέν τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ͵ οἷον δήμιος ἢ δορυφόρος͵ ὁ μὲν δικαστῇ πεισθείς͵ ὁ δὲ τυράννῳ͵ τίνα αἰτιάσῃ τοῦ φόνου;
ΜΙΝΩΣ
Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον͵ ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤΡΑΤΟΣ
Εὖ γε͵ ὦ Μίνως͵ ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων͵ τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝΩΣ
Τὸν πέμψαντα͵ ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.
ΣΩΣΤΡΑΤΟΣ
[3] Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττεν͵ καὶ τούτους τιμήσας τοὺς διακονησαμένους ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
ΜΙΝΩΣ
Ὦ Σώστρατε͵ πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα͵ εἰ ἀκριβῶς ἐξετάζοις. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐπερωτήσεως͵ διότι οὐ λῃστὴς μόνον͵ ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν͵ ὦ Ἑρμῆ͵ καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.

25 Ιουλίου 2010

ΜΕΝΙΠΠΟΥ, ΑΜΦΙΛΟΧΟΥ και ΤΡΟΦΩΝΙΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Σφὼ μέντοι͵ ὦ Τροφώνιε καὶ Ἀμφίλοχε͵ νεκροὶ ὄντες οὐκ οἶδ΄ ὅπως ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε͵ καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι.
ΑΜΦΙΛΟΧΟΣ / ΤΡΟΦΩΝΙΟΣ
Τί οὖν ἡμεῖς αἴτιοι͵ εἰ ὑπὸ ἀνοίας ἐκεῖνοι τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν;
ΜΕΝΙΠΠΟΣ
Ἀλλ΄ οὐκ ἂν ἐδόξαζον͵ εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε ὡς τὰ μέλλοντα προειδότες καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις.
ΤΡΟΦΩΝΙΟΣ
Ὦ Μένιππε͵ Ἀμφίλοχος μὲν οὗτος ἂν εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὑτοῦ͵ ἐγὼ δὲ ἥρως εἰμὶ καὶ μαντεύομαι͵ ἤν τις κατέλθῃ παρ΄ ἐμέ. σὺ δὲ ἔοικας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν· οὐ γὰρ ἂν ἠπίστεις σὺ τούτοις.
ΜΕΝΙΠΠΟΣ
[2] Τί φῄς; εἰ μὴ εἰς Λεβάδειαν γὰρ παρέλθω καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν ἔχων εἰσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς τὸ σπήλαιον͵ οὐκ ἂν ἠδυνάμην εἰδέναι͵ ὅτι νεκρὸς εἶ ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ πρὸς τῆς μαντικῆς͵ τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ.
ΤΡΟΦΩΝΙΟΣ
Ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον.
ΜΕΝΙΠΠΟΣ
Ὃ μήτε ἄνθρωπός ἐστιν͵ ὡς φῄς͵ μήτε θεός͵ καὶ συναμφότερόν ἐστιν; νῦν οὖν ποῦ σου τὸ θεῶν ἐκεῖνο ἡμίτομον ἀπελήλυθεν;
ΤΡΟΦΩΝΙΟΣ
Χρᾷ͵ ὦ Μένιππε͵ ἐν Βοιωτίᾳ.
ΜΕΝΙΠΠΟΣ
Οὐκ οἶδα͵ ὦ Τροφώνιε͵ ὅ τι καὶ λέγεις· ὅτι μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.

21 Ιουλίου 2010

ΧΑΡΩΝΟΣ και ΕΡΜΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΧΑΡΩΝ
Ἀκούσατε ὡς ἔχει ὑμῖν τὰ πράγματα. μικρὸν μὲν ὑμῖν͵ ὡς ὁρᾶτε͵ τὸ σκαφίδιον καὶ ὑπόσαθρόν ἐστιν καὶ διαρρεῖ τὰ πολλά͵ καὶ ἢν τραπῇ ἐπὶ θάτερα͵ οἰχήσεται περιτραπέν͵ ὑμεῖς δὲ τοσοῦτοι ἅμα ἥκετε πολλὰ ἐπιφερόμενοι ἕκαστος. ἢν οὖν μετὰ τούτων ἐμβῆτε͵ δέδια μὴ ὕστερον μετανοήσητε͵ καὶ μάλιστα ὁπόσοι νεῖν οὐκ ἐπίστασθε.
ΕΡΜΗΣ
Πῶς οὖν ποιήσαντες εὐπλοήσομεν;
ΧΑΡΩΝ
Ἐγὼ ὑμῖν φράσω· γυμνοὺς ἐπιβαίνειν χρὴ τὰ περιττὰ ταῦτα πάντα ἐπὶ τῆς ἠϊόνος καταλιπόντας· μόλις γὰρ ἂν καὶ οὕτως δέξαιτο ὑμᾶς τὸ πορθμεῖον. σοὶ δέ͵ ὦ Ἑρμῆ͵ μελήσει τὸ ἀπὸ τούτου μηδένα παραδέχεσθαι αὐτῶν͵ ὃς ἂν μὴ ψιλὸς ᾖ καὶ τὰ ἔπιπλα͵ ὥσπερ ἔφην͵ ἀποβαλών. παρὰ δὲ τὴν ἀποβάθραν ἑστὼς διαγίνωσκε αὐτοὺς καὶ ἀναλάμβανε γυμνοὺς ἐπιβαίνειν ἀναγκάζων.
ΕΡΜΗΣ
[2] Εὖ λέγεις͵ καὶ οὕτω ποιήσωμεν. Οὑτοσὶ τίς ὁ πρῶτός ἐστιν;
ΜΕΝΙΠΠΟΣ
Μένιππος ἔγωγε. ἀλλ΄ ἰδοὺ ἡ πήρα μοι͵ ὦ Ἑρμῆ͵ καὶ τὸ βάκτρον εἰς τὴν λίμνην ἀπερρίφθων͵ τὸν τρίβωνα δὲ οὐδὲ ἐκόμισα εὖ ποιῶν.
ΕΡΜΗΣ
Ἔμβαινε͵ ὦ Μένιππε ἀνδρῶν ἄριστε͵ καὶ τὴν προεδρίαν ἔχε παρὰ τὸν κυβερνήτην ἐφ΄ ὑψηλοῦ͵ ὡς ἐπισκοπῇς ἅπαντας. [3] ὁ καλὸς δ΄ οὗτος τίς ἐστιν;
ΧΑΡΜΟΛΕΩΣ
Χαρμόλεως ὁ Μεγαρικὸς ἐπέραστος͵ οὗ τὸ φίλημα διτάλαντον ἦν.
ΕΡΜΗΣ
Ἀπόδυθι τοιγαροῦν τὸ κάλλος καὶ τὰ χείλη αὐτοῖς φιλήμασι καὶ τὴν κόμην τὴν βαθεῖαν καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρύθημα καὶ τὸ δέρμα ὅλον. ἔχει καλῶς͵ εὔζωνος εἶ͵ ἐπίβαινε ἤδη.
[4] ὁ δὲ τὴν πορφυρίδα οὑτοσὶ καὶ τὸ διάδημα ὁ βλοσυρὸς τίς ὢν τυγχάνεις;
ΛΑΜΠΙΧΟΣ
Λάμπιχος Γελῴων τύραννος.
ΕΡΜΗΣ
Τί οὖν͵ ὦ Λάμπιχε͵ τοσαῦτα ἔχων πάρει;
ΛΑΜΠΙΧΟΣ
Τί οὖν; ἐχρῆν͵ ὦ Ἑρμῆ͵ γυμνὸν ἥκειν τύραννον ἄνδρα;
ΕΡΜΗΣ
Τύραννον μὲν οὐδαμῶς͵ νεκρὸν δὲ μάλα· ὥστε ἀπόθου ταῦτα.
ΛΑΜΠΙΧΟΣ
Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται.
ΕΡΜΗΣ
Καὶ τὸν τῦφον ἀπόρριψον͵ ὦ Λάμπιχε͵ καὶ τὴν ὑπεροψίαν· βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπεσόντα.
ΛΑΜΠΙΧΟΣ
Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν ἐφεστρίδα.
ΕΡΜΗΣ
Οὐδαμῶς͵ ἀλλὰ καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Εἶεν. τί ἔτι; πᾶν γὰρ ἀφῆκα͵ ὡς ὁρᾷς.
ΕΡΜΗΣ
Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν͵ καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Ἰδού σοι ψιλός εἰμι.
ΕΡΜΗΣ
[5] Ἔμβαινε ἤδη. σὺ δὲ ὁ παχύς͵ ὁ πολύσαρκος τίς ὢν τυγχάνεις;
ΔΑΜΑΣΙΑΣ
Δαμασίας ὁ ἀθλητής.
ΕΡΜΗΣ
Ναί͵ ἔοικας· οἶδα γάρ σε πολλάκις ἐν ταῖς παλαίστραις ἰδών.
ΔΑΜΑΣΙΑΣ
Ναί͵ ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα.
ΕΡΜΗΣ
Οὐ γυμνόν͵ ὦ βέλτιστε͵ τοσαύτας σάρκας περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάς͵ ἐπεὶ καταδύσεις τὸ σκάφος τὸν ἕτερον πόδα ὑπερθεὶς μόνον· ἀλλὰ καὶ τοὺς στεφάνους τούτους ἀπόρριψον καὶ τὰ κηρύγματα.
ΔΑΜΑΣΙΑΣ
Ἰδού σοι γυμνός͵ ὡς ὁρᾷς͵ ἀληθῶς εἰμι καὶ ἰσοστάσιος τοῖς ἄλλοις νεκροῖς.
ΕΡΜΗΣ
[6] Οὕτως ἄμεινον ἀβαρῆ εἶναι· ὥστε ἔμβαινε. καὶ σὺ τὸν πλοῦτον ἀποθέμενος͵ ὦ Κράτων͵ καὶ τὴν μαλακίαν δὲ προσέτι καὶ τὴν τρυφὴν μηδὲ τὰ ἐντάφια κόμιζε μηδὲ τὰ τῶν προγόνων ἀξιώματα͵ κατάλιπε δὲ καὶ γένος καὶ δόξαν καὶ εἴ ποτέ σε ἡ πόλις ἀνεκήρυξεν καὶ τὰς τῶν ἀνδριάντων ἐπιγραφάς͵ μηδὲ ὅτι μέγαν τάφον ἐπί σοι ἔχωσαν λέγε· βαρύνει γὰρ καὶ ταῦτα μνημονευόμενα.
ΚΡΑΤΩΝ
Οὐχ ἑκὼν μέν͵ ἀπορρίψω δέ· τί γὰρ ἂν καὶ πάθοιμι;
ΕΡΜΗΣ
[7] βαβαί. σὺ δὲ ὁ ἔνοπλος τί βούλει; ἢ τί τὸ τρόπαιον τοῦτο φέρεις;
ΣΤΡΑΤΗΓΟΣ
Ὅτι ἐνίκησα͵ ὦ Ἑρμῆ͵ καὶ ἠρίστευσα καὶ ἡ πόλις ἐτίμησέν με.
ΕΡΜΗΣ
Ἄφες ὑπὲρ γῆς τὸ τρόπαιον· ἐν ᾅδου γὰρ εἰρήνη καὶ οὐδὲν ὅπλων δεήσει.
[8] ὁ σεμνὸς δὲ οὗτος ἀπό γε τοῦ σχήματος καὶ βρενθυόμενος͵ ὁ τὰς ὀφρῦς ἐπηρκώς͵ ὁ ἐπὶ τῶν φροντίδων τίς ἐστιν͵ ὁ τὸν βαθὺν πώγωνα καθειμένος;
ΜΕΝΙΠΠΟΣ
Φιλόσοφός τις͵ ὦ Ἑρμῆ͵ μᾶλλον δὲ γόης καὶ τερατείας μεστός· ὥστε ἀπόδυσον καὶ τοῦτον· ὄψει γὰρ πολλὰ καὶ γελοῖα ὑπὸ τῷ ἱματίῳ σκεπόμενα.
ΕΡΜΗΣ
Κατάθου σὺ τὸ σχῆμα πρῶτον͵ εἶτα καὶ ταυτὶ πάντα. ὦ Ζεῦ͵ ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει͵ ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν καὶ ἐρωτήσεις ἀπόρους καὶ λόγους ἀκανθώδεις καὶ ἐννοίας πολυπλόκους͵ ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ λῆρον οὐκ ὀλίγον καὶ ὕθλους καὶ μικρολογίαν͵ νὴ Δία καὶ χρυσίον γε τουτὶ καὶ ἡδυπάθειαν δὲ καὶ ἀναισχυντίαν καὶ ὀργὴν καὶ τρυφὴν καὶ μαλακίαν· οὐ λέληθεν γάρ με͵ εἰ καὶ μάλα περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος δὲ ἀπόθου καὶ τὸν τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων· ὡς εἴ γε ταῦτα πάντα ἔχων ἐμβαίης͵ ποία πεντηκόντορος δέξαιτο ἄν σε;
ΦΙΛΟΣΟΦΟΣ
Ἀποτίθεμαι τοίνυν αὐτά͵ ἐπείπερ οὕτω κελεύεις.
ΜΕΝΙΠΠΟΣ
[9] Ἀλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω͵ ὦ Ἑρμῆ͵ βαρύν τε ὄντα καὶ λάσιον͵ ὡς ὁρᾷς· πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον.
ΕΡΜΗΣ
Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον.
ΦΙΛΟΣΟΦΟΣ
Καὶ τίς ὁ ἀποκείρων ἔσται;
ΕΡΜΗΣ
Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος.
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵ ὦ Ἑρμῆ͵ ἀλλὰ πρίονά μοι ἀνάδος· γελοιότερον γὰρ τοῦτο.
ΕΡΜΗΣ
Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.
ΜΕΝΙΠΠΟΣ
Βούλει μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;
ΕΡΜΗΣ
Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν͵ οὐκ οἶδα ἐφ΄ ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο; καὶ δακρύεις͵ ὦ κάθαρμα͵ καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ΄ οὖν.
ΜΕΝΙΠΠΟΣ
Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.
ΕΡΜΗΣ
Τί͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Κολακείαν͵ ὦ Ἑρμῆ͵ πολλὰ ἐν τῷ βίῳ χρησιμεύσασαν αὐτῷ.
ΦΙΛΟΣΟΦΟΣ
Οὐκοῦν καὶ σύ͵ ὦ Μένιππε͵ ἀπόθου τὴν ἐλευθερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων γελᾷς.
ΕΡΜΗΣ
Μηδαμῶς͵ ἀλλὰ καὶ ἔχε ταῦτα͵ κοῦφα γὰρ καὶ πάνυ εὔφορα ὄντα καὶ πρὸς τὸν κατάπλουν χρήσιμα. [10] καὶ ὁ ῥήτωρ δὲ σὺ ἀπόθου τῶν ῥημάτων τὴν τοσαύτην ἀπεραντολογίαν καὶ ἀντιθέσεις καὶ παρισώσεις καὶ περιόδους καὶ βαρβαρισμοὺς καὶ τὰ ἄλλα βάρη τῶν λόγων.
ΡΗΤΩΡ
῍Ην ἰδού͵ ἀποτίθεμαι.
ΕΡΜΗΣ
Εὖ ἔχει· ὥστε λύε τὰ ἀπόγεια͵ τὴν ἀποβάθραν ἀνελώμεθα͵ τὸ ἀγκύριον ἀνεσπάσθω͵ πέτασον τὸ ἱστίον͵ εὔθυνε͵ ὦ πορθμεῦ͵ τὸ πηδάλιον· εὖ πάθωμεν. [11] τί οἰμώζετε͵ ὦ μάταιοι͵ καὶ μάλιστα ὁ φιλόσοφος σὺ ὁ ἀρτίως τὸν πώγωνα δεδῃωμένος;
ΦΙΛΟΣΟΦΟΣ
Ὅτι͵ ὦ Ἑρμῆ͵ ἀθάνατον ᾤμην τὴν ψυχὴν ὑπάρχειν.
ΜΕΝΙΠΠΟΣ
Ψεύδεται· ἄλλα γὰρ ἔοικε λυπεῖν αὐτόν.
ΕΡΜΗΣ
Τὰ ποῖα;
ΜΕΝΙΠΠΟΣ
Ὅτι μηκέτι δειπνήσει πολυτελῆ δεῖπνα μηδὲ νύκτωρ ἐξιὼν ἅπαντας λανθάνων τῷ ἱματίῳ τὴν κεφαλὴν κατειλήσας περίεισιν ἐν κύκλῳ τὰ χαμαιτυπεῖα͵ καὶ ἕωθεν ἐξαπατῶν τοὺς νέους ἐπὶ τῇ σοφίᾳ ἀργύριον λήψεται· ταῦτα λυπεῖ αὐτόν.
ΦΙΛΟΣΟΦΟΣ
Σὺ γάρ͵ ὦ Μένιππε͵ οὐκ ἄχθῃ ἀποθανών;
ΜΕΝΙΠΠΟΣ
Πῶς͵ ὃς ἔσπευσα ἐπὶ τὸν θάνατον καλέσαντος μηδενός; [12] ἀλλὰ μεταξὺ λόγων οὐ κραυγή τις ἀκούεται ὥσπερ τινῶν ἀπὸ γῆς βοώντων;
ΕΡΜΗΣ
Ναί͵ ὦ Μένιππε͵ οὐκ ἀφ΄ ἑνός γε χώρου͵ ἀλλ΄ οἱ μὲν εἰς τὴν ἐκκλησίαν συνελθόντες ἄσμενοι γελῶσι πάντες ἐπὶ τῷ Λαμπίχου θανάτῳ καὶ ἡ γυνὴ αὐτοῦ συνέχεται πρὸς τῶν γυναικῶν καὶ τὰ παιδία νεογνὰ ὄντα ὁμοίως κἀκεῖνα ὑπὸ τῶν παίδων βάλλεται ἀφθόνοις τοῖς λίθοις· ἄλλοι δὲ Διόφαντον τὸν ῥήτορα ἐπαινοῦσιν ἐν Σικυῶνι ἐπιταφίους λόγους διεξιόντα ἐπὶ Κράτωνι τούτῳ. καὶ νὴ Δία γε ἡ Δαμασίου μήτηρ κωκύουσα ἐξάρχει τοῦ θρήνου σὺν γυναιξὶν ἐπὶ τῷ Δαμασίᾳ· σὲ δὲ οὐδείς͵ ὦ Μένιππε͵ δακρύει͵ καθ΄ ἡσυχίαν δὲ κεῖσαι μόνος.
ΜΕΝΙΠΠΟΣ
[13] Οὐδαμῶς͵ ἀλλ΄ ἀκούσῃ τῶν κυνῶν μετ΄ ὀλίγον ὠρυομένων οἴκτιστον ἐπ΄ ἐμοὶ καὶ τῶν κοράκων τυπτομένων τοῖς πτεροῖς͵ ὁπόταν συνελθόντες θάπτωσί με.
ΕΡΜΗΣ
Γεννάδας εἶ͵ ὦ Μένιππε. ἀλλ΄ ἐπεὶ καταπεπλεύκαμεν ἡμεῖς͵ ὑμεῖς μὲν ἄπιτε πρὸς τὸ δικαστήριον εὐθεῖαν ἐκείνην προϊόντες͵ ἐγὼ δὲ καὶ ὁ πορθμεὺς ἄλλους μετελευσόμεθα.
ΜΕΝΙΠΠΟΣ
Εὐπλοεῖτε͵ ὦ Ἑρμῆ· προΐωμεν δὲ καὶ ἡμεῖς. τί οὖν ἔτι καὶ μέλλετε; δικασθῆναι δεήσει͵ καὶ τὰς καταδίκας φασὶν εἶναι βαρείας͵ τροχοὺς καὶ λίθους καὶ γῦπας· δειχθήσεται δὲ ὁ ἑκάστου βίος.

17 Ιουλίου 2010

ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΧΑΡΩΝ
Ἀπόδος͵ ὦ κατάρατε͵ τὰ πορθμεῖα.
ΜΕΝΙΠΠΟΣ
Βόα͵ εἰ τοῦτό σοι͵ ὦ Χάρων͵ ἥδιον.
ΧΑΡΩΝ
Ἀπόδος͵ φημί͵ ἀνθ΄ ὧν σε διεπορθμεύσαμεν.
ΜΕΝΙΠΠΟΣ
Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
ΧΑΡΩΝ
Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
ΜΕΝΙΠΠΟΣ
Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα͵ ἐγὼ δ΄ οὐκ ἔχω.
ΧΑΡΩΝ
Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα͵ ὦ μιαρέ͵ ἢν μὴ ἀποδῷς.
ΜΕΝΙΠΠΟΣ
Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
ΧΑΡΩΝ
Μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
ΜΕΝΙΠΠΟΣ
Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω͵ ὅς με παρέδωκέ σοι.
ΕΡΜΗΣ
[2] Νὴ Δί΄ ὀναίμην γε͵ εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
ΧΑΡΩΝ
Οὐκ ἀποστήσομαί σου.
ΜΕΝΙΠΠΟΣ
Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ΄ ὅ γε μὴ ἔχω͵ πῶς ἂν λάβοις;
ΧΑΡΩΝ
Σὺ δ΄ οὐκ ᾔδεις κομίζειν δέον;
ΜΕΝΙΠΠΟΣ
῎Ηιδειν μέν͵ οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
ΧΑΡΩΝ
Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
ΜΕΝΙΠΠΟΣ
Οὐ προῖκα͵ ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
ΧΑΡΩΝ
Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
ΜΕΝΙΠΠΟΣ
[3] Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
ΧΑΡΩΝ
Χάριεν λέγεις͵ ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
ΜΕΝΙΠΠΟΣ
Μὴ ἐνόχλει οὖν.
ΧΑΡΩΝ
Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
ΜΕΝΙΠΠΟΣ
Θέρμους͵ εἰ θέλεις͵ καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
ΧΑΡΩΝ
Πόθεν τοῦτον ἡμῖν͵ ὦ Ἑρμῆ͵ τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.
ΕΡΜΗΣ
Ἀγνοεῖς, ὦ Χάρων͵ ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
ΧΑΡΩΝ
Καὶ μὴν ἄν σε λάβω ποτέ
ΜΕΝΙΠΠΟΣ
Ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.

13 Ιουλίου 2010

ΦΙΛΙΠΠΟΥ και ΑΛΕΞΑΝΔΡΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΦΙΛΙΠΠΟΣ
Νῦν μέν͵ ὦ Ἀλέξανδρε͵ οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν.
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐδ΄ αὐτὸς ἠγνόουν͵ ὦ πάτερ͵ ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι͵ ἀλλ΄ ἐδεξάμην τὸ μάντευμα͵ χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος.
ΦΙΛΙΠΠΟΣ
Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐ τοῦτο͵ ἀλλ΄ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι͵ ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.
ΦΙΛΙΠΠΟΣ
[2] Τίνων δὲ ἐκράτησας σύ γε ἀξιομάχων ἀνδρῶν͵ ὃς δειλοῖς ἀεὶ συνηνέχθης τοξάρια καὶ πελτίδια καὶ γέρρα οἰσύϊνα προβεβλημένοις; Ἑλλήνων κρατεῖν ἔργον ἦν͵ Βοιωτῶν καὶ Φωκέων καὶ Ἀθηναίων͵ καὶ τὸ Ἀρκάδων ὁπλιτικὸν καὶ τὴν Θετταλὴν ἵππον καὶ τοὺς Ἠλείων ἀκοντιστὰς καὶ τὸ Μαντινέων πελταστικὸν ἢ Θρᾷκας ἢ Ἰλλυριοὺς ἢ καὶ Παίονας χειρώσασθαι͵ ταῦτα μεγάλα· Μήδων δὲ καὶ Περσῶν καὶ Χαλδαίων͵ χρυσοφόρων ἀνθρώπων καὶ ἁβρῶν͵ οὐκ οἶσθα ὡς πρὸ σοῦ μύριοι μετὰ Κλεάρχου ἀνελθόντες ἐκράτησαν οὐδ΄ εἰς χεῖρας ὑπομεινάντων ἐλθεῖν ἐκείνων͵ ἀλλὰ πρὶν ἢ τόξευμα ἐξικνεῖσθαι φυγόντων;
ΑΛΕΞΑΝΔΡΟΣ
[3] Ἀλλ΄ οἱ Σκύθαι γε͵ ὦ πάτερ͵ καὶ οἱ Ἰνδῶν ἐλέφαντες οὐκ εὐκαταφρόνητόν τι ἔργον͵ καὶ ὅμως οὐ διαστήσας αὐτοὺς οὐδὲ προδοσίαις ὠνούμενος τὰς νίκας ἐκράτουν αὐτῶν· οὐδ΄ ἐπιώρκησα πώποτε ἢ ὑποσχόμενος ἐψευσάμην ἢ ἄπιστον ἔπραξά τι τοῦ νικᾶν ἕνεκα. καὶ τοὺς Ἕλληνας δὲ τοὺς μὲν ἀναιμωτὶ παρέλαβον͵ Θηβαίους δὲ ἴσως ἀκούεις ὅπως μετῆλθον.
ΦΙΛΙΠΠΟΣ
Οἶδα ταῦτα πάντα· Κλεῖτος γὰρ ἀπήγγειλέ μοι͵ ὃν σὺ τῷ δορατίῳ διελάσας μεταξὺ δειπνοῦντα ἐφόνευσας͵ ὅτι με πρὸς τὰς σὰς πράξεις ἐπαινέσαι ἐτόλμησεν. [4] σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν͵ ὥς φασι͵ μετενέδυς καὶ τιάραν ὀρθὴν ἐπέθου καὶ προσκυνεῖσθαι ὑπὸ Μακεδόνων͵ ἐλευθέρων ἀνδρῶν͵ ἠξίους͵ καὶ τὸ πάντων γελοιότατον͵ ἐμιμοῦ τὰ τῶν νενικημένων. ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας͵ λέουσι συγκατακλείων πεπαιδευμένους ἄνδρας καὶ τοσούτους γαμῶν γάμους καὶ Ἡφαιστίωνα ὑπεραγαπῶν. ἓν ἐπῄνεσα μόνον ἀκούσας͵ ὅτι ἀπέσχου τῆς τοῦ Δαρείου γυναικὸς καλῆς οὔσης͵ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων ἐπεμελήθης· βασιλικὰ γὰρ ταῦτα.
ΑΛΕΞΑΝΔΡΟΣ
[5] Τὸ φιλοκίνδυνον δέ͵ ὦ πάτερ͵ οὐκ ἐπαινεῖς καὶ τὸ ἐν Ὀξυδράκαις πρῶτον καθαλέσθαι ἐντὸς τοῦ τείχους καὶ τοσαῦτα λαβεῖν τραύματα;
ΦΙΛΙΠΠΟΣ
Οὐκ ἐπαινῶ τοῦτο͵ ὦ Ἀλέξανδρε͵ οὐχ ὅτι μὴ καλὸν οἴομαι εἶναι καὶ τιτρώσκεσθαί ποτε τὸν βασιλέα καὶ προκινδυνεύειν τοῦ στρατοῦ͵ ἀλλ΄ ὅτι σοι τὸ τοιοῦτο ἥκιστα συνέφερεν· θεὸς γὰρ εἶναι δοκῶν εἴ ποτε τρωθείης͵ καὶ βλέποιέν σε φοράδην τοῦ πολέμου ἐκκομιζόμενον͵ αἵματι ῥεόμενον͵ οἰμώζοντα ἐπὶ τῷ τραύματι͵ ταῦτα γέλως ἦν τοῖς ὁρῶσιν͵ ᾗ καὶ ὁ Ἄμμων γόης καὶ ψευδόμαντις ἠλέγχετο καὶ οἱ προφῆται κόλακες. ἢ τίς οὐκ ἂν ἐγέλασεν ὁρῶν τὸν τοῦ Διὸς υἱὸν ἀποψύχοντα͵ δεόμενον τῶν ἰατρῶν βοηθεῖν; νῦν μὲν γὰρ ὁπότε ἤδη τέθνηκας͵ οὐκ οἴει πολλοὺς εἶναι τοὺς τὴν προσποίησιν ἐκείνην ἐπικερτομοῦντας͵ ὁρῶντας τὸν νεκρὸν τοῦ θεοῦ ἐκτάδην κείμενον͵ μυδῶντα ἤδη καὶ ἐξῳδηκότα κατὰ νόμον ἁπάντων τῶν σωμάτων; ἄλλως τε καὶ τοῦτο͵ ὃ χρήσιμον ἔφης͵ ὦ Ἀλέξανδρε͵ τὸ διὰ τοῦτο κρατεῖν ῥᾳδίως͵ πολὺ τῆς δόξης ἀφῄρει τῶν κατορθουμένων· πᾶν γὰρ ἐδόκει ἐνδεὲς ὑπὸ θεοῦ γίγνεσθαι δοκοῦν.
ΑΛΕΞΑΝΔΡΟΣ
[6] Οὐ ταῦτα φρονοῦσιν οἱ ἄνθρωποι περὶ ἐμοῦ͵ ἀλλὰ Ἡρακλεῖ καὶ Διονύσῳ ἐνάμιλλον τιθέασί με. καίτοι τὴν Ἄορνον ἐκείνην͵ οὐδετέρου ἐκείνων λαβόντος͵ ἐγὼ μόνος ἐχειρωσάμην.
ΦΙΛΙΠΠΟΣ
Ὁρᾷς ὅτι ταῦτα ὡς Ἄμμωνος υἱὸς λέγεις͵ ὃς Ἡρακλεῖ καὶ Διονύσῳ παραβάλλεις σεαυτόν; καὶ οὐκ αἰσχύνῃ͵ ὦ Ἀλέξανδρε͵ οὐδὲ τὸν τῦφον ἀπομαθήσῃ καὶ γνώσῃ σεαυτὸν καὶ συνήσεις ἤδη νεκρὸς ὤν;

9 Ιουλίου 2010

ΤΕΡΨΙΩΝΟΣ και ΠΛΟΥΤΩΝΟΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΤΕΡΨΙΩΝ
Τοῦτο͵ ὦ Πλούτων͵ δίκαιον͵ ἐμὲ μὲν τεθνάναι τριάκοντα ἔτη γεγονότα͵ τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα γέροντα Θούκριτον ζῆν ἔτι;
ΠΛΟΥΤΩΝ
Δικαιότατον μὲν οὖν͵ ὦ Τερψίων͵ εἴ γε ὁ μὲν ζῇ μηδένα εὐχόμενος ἀποθανεῖν τῶν φίλων͵ σὺ δὲ παρὰ πάντα τὸν χρόνον ἐπεβούλευες αὐτῷ περιμένων τὸν κλῆρον.
ΤΕΡΨΙΩΝ
Οὐ γὰρ ἐχρῆν γέροντα ὄντα καὶ μηκέτι χρήσασθαι τῷ πλούτῳ αὐτὸν δυνάμενον ἀπελθεῖν τοῦ βίου παραχωρήσαντα τοῖς νέοις;
ΠΛΟΥΤΩΝ
καινά͵ ὦ Τερψίων͵ νομοθετεῖς͵ τὸν μηκέτι τῷ πλούτῳ χρήσασθαι δυνάμενον πρὸς ἡδονὴν ἀποθνήσκειν· τὸ δὲ ἄλλως ἡ Μοῖρα καὶ ἡ φύσις διέταξεν.
ΤΕΡΨΙΩΝ
[2] Οὐκοῦν ταύτης αἰτιῶμαι τῆς διατάξεως· ἐχρῆν γὰρ τὸ πρᾶγμα ἑξῆς πως γίνεσθαι͵ τὸν πρεσβύτερον πρότερον καὶ μετὰ τοῦτον ὅστις καὶ τῇ ἡλικίᾳ μετ΄ αὐτόν͵ ἀναστρέφεσθαι δὲ μηδαμῶς͵ μηδὲ ζῆν μὲν τὸν ὑπέργηρων ὀδόντας τρεῖς ἔτι λοιποὺς ἔχοντα͵ μόγις ὁρῶντα͵ οἰκέταις γε τέτταρσιν ἐπικεκυφότα͵ κορύζης μὲν τὴν ῥῖνα͵ λήμης δὲ τοὺς ὀφθαλμοὺς μεστὸν ὄντα͵ οὐδὲν ἔτι ἡδὺ εἰδότα͵ ἔμψυχόν τινα τάφον ὑπὸ τῶν νέων καταγελώμενον͵ ἀποθνήσκειν δὲ καλλίστους καὶ ἐρρωμενεστάτους νεανίσκους· ἄνω γὰρ ποταμῶν τοῦτό γε· ἢ τὸ τελευταῖον εἰδέναι γε ἐχρῆν͵ πότε καὶ τεθνήξεται τῶν γερόντων ἕκαστος͵ ἵνα μὴ μάτην ἂν ἐνίους ἐθεράπευον. νῦν δὲ τὸ τῆς παροιμίας͵ ἡ ἅμαξα τὸν βοῦν πολλάκις ἐκφέρει.
ΠΛΟΥΤΩΝ
[3] Ταῦτα μέν͵ ὦ Τερψίων͵ πολὺ συνετώτερα γίνεται ἤπερ σοὶ δοκεῖ. καὶ ὑμεῖς δὲ τί παθόντες ἀλλοτρίοις ἐπιχαίνετε καὶ τοῖς ἀτέκνοις τῶν γερόντων εἰσποιεῖτε φέροντες αὑτούς; τοιγαροῦν γέλωτα ὀφλισκάνετε πρὸ ἐκείνων κατορυττόμενοι͵ καὶ τὸ πρᾶγμα τοῖς πολλοῖς ἥδιστον γίνεται· ὅσῳ γὰρ ὑμεῖς ἐκείνους ἀποθανεῖν εὔχεσθε͵ τοσούτῳ ἅπασιν ἡδὺ προαποθανεῖν ὑμᾶς αὐτῶν. καινὴν γάρ τινα ταύτην τὴν τέχνην ἐπινενοήκατε γραῶν καὶ γερόντων ἐρῶντες͵ καὶ μάλιστα εἰ ἄτεκνοι εἶεν͵ οἱ δὲ ἔντεκνοι ὑμῖν ἀνέραστοι. καίτοι πολλοὶ ἤδη τῶν ἐρωμένων συνέντες ὑμῶν τὴν πανουργίαν τοῦ ἔρωτος͵ ἢν καὶ τύχωσι παῖδας ἔχοντες͵ μισεῖν αὐτοὺς πλάττονται͵ ὡς καὶ αὐτοὶ ἐραστὰς ἔχωσιν· εἶτα ἐν ταῖς διαθήκαις ἀπεκλείσθησαν μὲν οἱ πάλαι δορυφορήσαντες͵ ὁ δὲ παῖς καὶ ἡ φύσις͵ ὥσπερ ἐστὶ δίκαιον͵ κρατοῦσι πάντων͵ οἱ δὲ ὑποπρίουσι τοὺς ὀδόντας ἀπομυγέντες.
ΤΕΡΨΙΩΝ
[4] Ἀληθῆ ταῦτα φῄς· ἐμοῦ γοῦν Θούκριτος πόσα κατέφαγεν ἀεὶ τεθνήξεσθαι δοκῶν καὶ ὁπότε εἰσίοιμι ὑποστένων καὶ μύχιόν τι καθάπερ ἐξ ᾠοῦ νεοττὸς ἀτελὴς ὑποκρώζων ὥστ΄ ἐμὲ ὅσον αὐτίκα οἰόμενον ἐπιβήσειν αὐτὸν τῆς σοροῦ ἐσπέμπειν τὰ πολλά͵ ὡς μὴ ὑπερβάλλοιντό με οἱ ἀντερασταὶ τῇ μεγαλοδωρεᾷ͵ καὶ τὰ πολλὰ ὑπὸ φροντίδων ἄγρυπνος ἐκείμην ἀριθμῶν ἕκαστα καὶ διατάττων. ταῦτα γοῦν μοι καὶ τοῦ ἀποθανεῖν αἴτια γεγένηται͵ ἀγρυπνία καὶ φροντίδες· ὁ δὲ τοσοῦτόν μοι δέλεαρ καταπιὼν ἐφειστήκει θαπτομένῳ πρῴην ἐπιγελῶν.
ΠΛΟΥΤΩΝ
[5] Εὖ γε͵ ὦ Θούκριτε͵ ζῴης ἐπὶ μήκιστον πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν͵ μηδὲ πρότερόν γε σὺ ἀποθάνοις ἢ προπέμψας πάντας τοὺς κόλακας.
ΤΕΡΨΙΩΝ
Τοῦτο μέν͵ ὦ Πλούτων͵ καὶ ἐμοὶ ἥδιστον ἤδη͵ εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου.
ΠΛΟΥΤΩΝ
Θάρρει͵ ὦ Τερψίων· καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν.
ΤΕΡΨΙΩΝ
Ἐπαινῶ ταῦτα. ζῴης ἐπὶ μήκιστον͵ ὦ Θούκριτε.

5 Ιουλίου 2010

ΣΙΜΥΛΟΥ και ΠΟΛΥΣΤΡΑΤΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΣΙΜΥΛΟΣ
῞Ηκεις ποτέ͵ ὦ Πολύστρατε͵ καὶ σὺ παρ΄ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα͵ ὦ Σιμύλε.
ΣΙΜΥΛΟΣ
Πῶς δαὶ τὰ μετ΄ ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὑπερήδιστα͵ εἰ καί σοι παράδοξον τοῦτο δόξει.
ΣΙΜΥΛΟΣ
Παράδοξον͵ εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
[2] Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ.
ΣΙΜΥΛΟΣ
καινὰ ταῦτα· ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀλλ΄ ἐπέρρει μοι͵ ὦ γενναῖε͵ παρὰ ἄλλων τὰ ἀγαθά· καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί͵ μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα. ΣΙΜΥΛΟΣ Ἐτυράννησας͵ ὦ Πολύστρατε͵ μετ΄ ἐμέ;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ͵ ἀλλ΄ ἐραστὰς εἶχον μυρίους.
ΣΙΜΥΛΟΣ
Ἐγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν͵ ὀδόντας τέτταρας ἔχων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Νὴ Δία͵ τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν͵ ὡς ὁρᾷς͵ ὄντα καὶ λημῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες͵ καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.
ΣΙΜΥΛΟΣ
Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας͵ εἶτά σοι εὐξαμένῳ ἔδωκεν νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ͵ ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν.
ΣΙΜΥΛΟΣ
Αἰνίγματα λέγεις.
ΠΟΛΥΣΤΡΑΤΟΣ
[3] Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.
ΣΙΜΥΛΟΣ
Νῦν μανθάνω σου τὸ κάλλος͵ ὦ θαυμάσιε͵ ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀτάρ͵ ὦ Σιμύλε͵ οὐκ ὀλίγα τῶν ἐραστῶν ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ΄ αὐτῶν· καὶ ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε͵ οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερεβάλλοντο ἐν τῇ περὶ ἐμὲ φιλοτιμίᾳ.
ΣΙΜΥΛΟΣ
Τέλος δ΄ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Εἰς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον ἀπολιπεῖν ἔφασκον͵ ὁ δ΄ ἐπίστευέν τε ἂν καὶ κολακευτικώτερον παρεσκεύαζεν αὑτόν͵ ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἐκείνας ἔχων κατέλιπον οἰμώζειν ἅπασι φράσας.
ΣΙΜΥΛΟΣ
[4] Τίνα δὲ αἱ τελευταῖαι τὸν κληρονόμον ἔσχον; ἦ πού τινα τῶν ἀπὸ τοῦ γένους;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὐ μὰ Δία͵ ἀλλὰ νεώνητόν τινα τῶν μειρακίων τῶν ὡραίων Φρύγα.
ΣΙΜΥΛΟΣ
Ἀμφὶ πόσα ἔτη͵ ὦ Πολύστρατε;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Σχεδὸν ἀμφὶ τὰ εἴκοσι.
ΣΙΜΥΛΟΣ
῎Ηδη μανθάνω ἅτινά σοι ἐκεῖνος ἐχαρίζετο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Πλὴν ἀλλὰ πολὺ ἐκείνων ἀξιώτερος κληρονομεῖν͵ εἰ καὶ βάρβαρος ἦν καὶ ὄλεθρος͵ ὃν ἤδη καὶ αὐτῶν οἱ ἄριστοι θεραπεύουσιν. ἐκεῖνος τοίνυν ἐκληρονόμησέ μου καὶ νῦν ἐν τοῖς εὐπατρίδαις ἀριθμεῖται ὑπεξυρημένος μὲν τὸ γένειον καὶ βαρβαρίζων͵ Κόδρου δὲ εὐγενέστερος καὶ Νιρέως καλλίων καὶ Ὀδυσσέως συνετώτερος λεγόμενος εἶναι.
ΣΙΜΥΛΟΣ
Οὔ μοι μέλει· καὶ στρατηγησάτω τῆς Ἑλλάδος͵ εἰ δοκεῖ͵ ἐκεῖνοι δὲ μὴ κληρονομείτωσαν μόνον.

1 Ιουλίου 2010

ΜΕΝΙΠΠΟΥ και ΕΡΜΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ποῦ δαὶ οἱ καλοί εἰσιν ἢ αἱ καλαί͵ Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα.
ΕΡΜΗΣ
Οὐ σχολὴ μέν͵ ὦ Μένιππε· πλὴν κατ΄ ἐκεῖνο ἀπόβλεψον͵ ἐπὶ τὰ δεξιά͵ ἔνθα ὁ Ὑάκινθός τέ ἐστιν καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
ΜΕΝΙΠΠΟΣ
Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά͵ ὅμοια τὰ πολλά.
ΕΡΜΗΣ
Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ͵ ὧν σὺ ἔοικας καταφρονεῖν.
ΜΕΝΙΠΠΟΣ
Ὅμως τὴν Ἑλένην μοι δεῖξον· οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
ΕΡΜΗΣ
Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
ΜΕΝΙΠΠΟΣ
[2] Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν;
ΕΡΜΗΣ
Ἀλλ΄ οὐκ εἶδες͵ ὦ Μένιππε͵ ζῶσαν τὴν γυναῖκα· ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον εἶναι τοιῇδ΄ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα τὴν βαφήν͵ ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει͵ ὅτε μέντοι ἀνθεῖ καὶ ἔχει τὴν χρόαν͵ κάλλιστά ἐστιν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν τοῦτο͵ ὦ Ἑρμῆ͵ θαυμάζω͵ εἰ μὴ συνίεσαν οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
ΕΡΜΗΣ
Οὐ σχολή μοι͵ ὦ Μένιππε͵ συμφιλοσοφεῖν σοι. ὥστε σὺ μὲν ἐπιλεξάμενος τόπον͵ ἔνθα ἂν ἐθέλῃς͵ κεῖσο καταβαλὼν σεαυτόν͵ ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς ἤδη μετελεύσομαι.