[1] ΑΓΑΜΕΜΝΩΝ
Εἰ σὺ μανείς͵ ὦ Αἶαν͵ σεαυτὸν ἐφόνευσας͵ ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας͵ τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν͵ ὁπότε ἧκεν μαντευσόμενος͵ οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην καὶ ἑταῖρον͵ ἀλλ΄ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
ΑΙΑΣ
Εἰκότως͵ ὦ Ἀγάμεμνον· αὐτὸς γοῦν μοι τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τοῖς ὅπλοις.
ΑΓΑΜΕΜΝΩΝ
Ἠξίους δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;
ΑΙΑΣ
Ναί͵ τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχωρήσατέ μοι τῶν ἄθλων͵ ὁ δὲ Λαέρτου͵ ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν͵ ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
ΑΓΑΜΕΜΝΩΝ
[2] Αἰτιῶ τοιγαροῦν͵ ὦ γενναῖε͵ τὴν Θέτιν͵ ἣ δέον σοὶ τὴν κληρονομίαν τῶν ὅπλων παραδοῦναι συγγενεῖ γε ὄντι͵ φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.
ΑΙΑΣ
Οὔκ͵ ἀλλὰ τὸν Ὀδυσσέα͵ ὃς ἀντεποιήθη μόνος.
ΑΓΑΜΕΜΝΩΝ
Συγγνώμη͵ ὦ Αἶαν͵ εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος͵ ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδυνεύειν ὑπέμενεν͵ ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικασταῖς.
ΑΙΑΣ
Οἶδα ἐγώ͵ ἥτις μου κατεδίκασεν· ἀλλ΄ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ΄ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην͵ ὦ Ἀγάμεμνον͵ οὐδ΄ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτο ἐπιτάττοι.