23 Ιουνίου 2010

ΚΡΑΤΗΤΟΣ και ΔΙΟΓΕΝΟΥΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΚΡΑΤΗΣ
Μοίριχον τὸν πλούσιον ἐγίνωσκες͵ ὦ Διόγενες͵ τὸν πάνυ πλούσιον͵ τὸν ἐκ Κορίνθου͵ τὸν τὰς πολλὰς ὁλκάδας ἔχοντα͵ οὗ ἀνεψιὸς Ἀριστέας͵ πλούσιος καὶ αὐτὸς ὤν͵ τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν͵
ἤ μ΄ ἀνάειρ΄ ἢ ἐγὼ σέ.
ΔΙΟΓΕΝΗΣ
Τίνος ἕνεκα͵ ὦ Κράτης;
ΚΡΑΤΗΣ
Ἐθεράπευον ἀλλήλους τοῦ κλήρου ἕνεκα ἑκάτερος ἡλικιῶται ὄντες͵ καὶ τὰς διαθήκας εἰς τὸ φανερὸν ἐτίθεντο͵ Ἀριστέαν μὲν ὁ Μοίριχος͵ εἰ προαποθάνοι͵ δεσπότην ἀφιεὶς τῶν ἑαυτοῦ πάντων͵ Μοίριχον δὲ ὁ Ἀριστέας͵ εἰ προαπέλθοι αὐτοῦ. ταῦτα μὲν ἐγέγραπτο͵ οἱ δὲ ἐθεράπευον ὑπερβαλλόμενοι ἀλλήλους τῇ κολακείᾳ. καὶ οἱ μάντεις͵ εἴτε ἀπὸ τῶν ἄστρων τεκμαιρόμενοι τὸ μέλλον εἴτε ἀπὸ τῶν ὀνειράτων͵ ὥς γε Χαλδαίων παῖδες͵ ἀλλὰ καὶ ὁ Πύθιος αὐτὸς ἄρτι μὲν Ἀριστέᾳ παρεῖχε τὸ κράτος͵ ἄρτι δὲ Μοιρίχῳ͵ καὶ τὰ τάλαντα ποτὲ μὲν ἐπὶ τοῦτον͵ νῦν δ΄ ἐπ΄ ἐκεῖνον ἔρρεπε.
ΔΙΟΓΕΝΗΣ
[2] Τί οὖν πέρας ἐγένετο͵ ὦ Κράτης; ἀκοῦσαι γὰρ ἄξιον.
ΚΡΑΤΗΣ
Ἄμφω τεθνᾶσιν ἐπὶ μιᾶς ἡμέρας͵ οἱ δὲ κλῆροι εἰς Εὐνόμιον καὶ Θρασυκλέα περιῆλθον ἄμφω συγγενεῖς ὄντας οὐδὲ πώποτε προμαντευομένους οὕτω γενέσθαι ταῦτα· διαπλέοντες γὰρ ἀπὸ Σικυῶνος εἰς Κίρραν κατὰ μέσον τὸν πόρον πλαγίῳ περιπεσόντες τῷ Ἰάπυγι ἀνετράπησαν.
ΔΙΟΓΕΝΗΣ
[3] Εὖ ἐποίησαν. ἡμεῖς δὲ ὁπότε ἐν τῷ βίῳ ἦμεν͵ οὐδὲν τοιοῦτον ἐνενοοῦμεν περὶ ἀλλήλων· οὔτε πώποτε ηὐξάμην Ἀντισθένην ἀποθανεῖν͵ ὡς κληρονομήσαιμι τῆς βακτηρίας αὐτοῦεἶχεν δὲ πάνυ καρτερὰν ἐκ κοτίνου ποιησάμενοςοὔτε οἶμαι σὺ ὁ Κράτης ἐπεθύμεις κληρονομεῖν ἀποθανόντος ἐμοῦ τὰ κτήματα καὶ τὸν πίθον καὶ τὴν πήραν χοίνικας δύο θέρμων ἔχουσαν.
ΚΡΑΤΗΣ
Οὐδὲν γάρ μοι τούτων ἔδει͵ ἀλλ΄ οὐδὲ σοί͵ ὦ Διόγενες· ἃ γὰρ ἐχρῆν͵ σύ τε Ἀντισθένους ἐκληρονόμησας καὶ ἐγὼ σοῦ͵ πολλῷ μείζω καὶ σεμνότερα τῆς Περσῶν ἀρχῆς.
ΔΙΟΓΕΝΗΣ
Τίνα ταῦτα φῄς;
ΚΡΑΤΗΣ
Σοφίαν͵ αὐτάρκειαν͵ ἀλήθειαν͵ παρρησίαν͵ ἐλευθερίαν.
ΔΙΟΓΕΝΗΣ
Νὴ Δία͵ μέμνημαι τοῦτον διαδεξάμενος τὸν πλοῦτον παρὰ Ἀντισθένους καὶ σοὶ ἔτι πλείω καταλιπών.
ΚΡΑΤΗΣ
[4] Ἀλλ΄ οἱ ἄλλοι ἠμέλουν τῶν τοιούτων κτημάτων καὶ οὐδεὶς ἐθεράπευεν ἡμᾶς κληρονομήσειν προσδοκῶν͵ εἰς δὲ τὸ χρυσίον πάντες ἔβλεπον. ΔΙΟΓΕΝΗΣ Εἰκότως· οὐ γὰρ εἶχον ἔνθα δέξαιντο τὰ τοιαῦτα παρ΄ ἡμῶν διερρυηκότες ὑπὸ τρυφῆς͵ καθάπερ τὰ σαπρὰ τῶν βαλλαντίων· ὥστε εἴ ποτε καὶ ἐμβάλοι τις ἐς αὐτοὺς ἢ σοφίαν ἢ παρρησίαν ἢ ἀλήθειαν͵ ἐξέπιπτεν εὐθὺς καὶ διέρρει͵ τοῦ πυθμένος στέγειν οὐ δυναμένου͵ οἷόν τι πάσχουσιν αἱ τοῦ Δαναοῦ αὗται παρθένοι εἰς τὸν τετρυπημένον πίθον ἐπαντλοῦσαι· τὸ δὲ χρυσίον ὀδοῦσι καὶ ὄνυξι καὶ πάσῃ μηχανῇ ἐφύλαττον.
ΚΡΑΤΗΣ
Οὐκοῦν ἡμεῖς μὲν ἕξομεν κἀνταῦθα τὸν πλοῦτον͵ οἱ δὲ ὀβολὸν ἥξουσι κομίζοντες καὶ τοῦτον ἄχρι τοῦ πορθμέως.