14 Φεβρουαρίου 2009

Ιππόλυτος Ευριπίδου

ΙΠΠΟΛΥΤΟΣ

(Hippolytus, ed. J. Diggle, Euripidis fabulae, vol. 1. Oxford: Clarendon Press, 1984: 207-271.)

ΑΦΡΟΔΙΤΗ

Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος

θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ' ἔσω·

ὅσοι τε Πόντου τερμόνων τ' Ἀτλαντικῶν

ναίουσιν εἴσω, φῶς ὁρῶντες ἡλίου,

τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,

σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.

ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε·

τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.

δείξω δὲ μύθων τῶνδ' ἀλήθειαν τάχα.

10 ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,

Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,

μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας

λέγει κακίστην δαιμόνων πεφυκέναι·

ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων,

Φοίβου δ' ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,

τιμᾶι, μεγίστην δαιμόνων ἡγούμενος,

χλωρὰν δ' ἀν' ὕλην παρθένωι ξυνὼν ἀεὶ

κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,

μείζω βροτείας προσπεσὼν ὁμιλίας.

20 τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;

ἃ δ' εἰς ἔμ' ἡμάρτηκε τιμωρήσομαι

Ἱππόλυτον ἐν τῆιδ' ἡμέραι· τὰ πολλὰ δὲ

πάλαι προκόψασ', οὐ πόνου πολλοῦ με δεῖ.

ἐλθόντα γάρ νιν Πιτθέως ποτ' ἐκ δόμων

σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων

Πανδίονος γῆν πατρὸς εὐγενὴς δάμαρ

ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο

ἔρωτι δεινῶι τοῖς ἐμοῖς βουλεύμασιν.

καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,

30 πέτραν παρ' αὐτὴν Παλλάδος, κατόψιον

γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθείσατο,

ἐρῶσ' ἔρωτ' ἔκδημον, Ἱππολύτωι δ' ἔπι

τὸ λοιπὸν ὀνομάσουσιν ἱδρῦσθαι θεάν.

ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα

μίασμα φεύγων αἵματος Παλλαντιδῶν

καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα

ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,

ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη

κέντροις ἔρωτος ἡ τάλαιν' ἀπόλλυται

40 σιγῆι, ξύνοιδε δ' οὔτις οἰκετῶν νόσον.

ἀλλ' οὔτι ταύτηι τόνδ' ἔρωτα χρὴ πεσεῖν,

δείξω δὲ Θησεῖ πρᾶγμα κἀκφανήσεται.

καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν

κτενεῖ πατὴρ ἀραῖσιν ἃς ὁ πόντιος

ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,

μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῶι·

ἡ δ' εὐκλεὴς μὲν ἀλλ' ὅμως ἀπόλλυται

Φαίδρα· τὸ γὰρ τῆσδ' οὐ προτιμήσω κακὸν

τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ

50 δίκην τοσαύτην ὥστε μοι καλῶς ἔχειν.

ἀλλ' εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως

στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,

Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.

πολὺς δ' ἅμ' αὐτῶι προσπόλων ὀπισθόπους

κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν

ὕμνοισιν· οὐ γὰρ οἶδ' ἀνεωιγμένας πύλας

Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.

ΙΠΠΟΛΥΤΟΣ

ἕπεσθ' ἄιδοντες ἕπεσθε

τὰν Διὸς οὐρανίαν

60 Ἄρτεμιν, ἇι μελόμεσθα.

ΙΠ. ΚΑΙ ΘΕΡΑΠΟΝΤΕΣ

πότνια πότνια σεμνοτάτα,

Ζηνὸς γένεθλον,

χαῖρε χαῖρέ μοι, ὦ κόρα

Λατοῦς Ἄρτεμι καὶ Διός,

καλλίστα πολὺ παρθένων,

ἃ μέγαν κατ' οὐρανὸν

ναίεις εὐπατέρειαν αὐ-

λάν, Ζηνὸς πολύχρυσον οἶκον.

70 χαῖρέ μοι, ὦ καλλίστα

καλλίστα τῶν κατ' Ὄλυμπον.

Ιπ. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου

λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,

ἔνθ' οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ

οὔτ' ἦλθέ πω σίδηρος, ἀλλ' ἀκήρατον

μέλισσα λειμῶν' ἠρινὴ διέρχεται,

Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις,

ὅσοις διδακτὸν μηδὲν ἀλλ' ἐν τῆι φύσει

80 τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάντ' ἀεί,

τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ' οὐ θέμις.

ἀλλ', ὦ φίλη δέσποινα, χρυσέας κόμης

ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.

μόνωι γάρ ἐστι τοῦτ' ἐμοὶ γέρας βροτῶν·

σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,

κλύων μὲν αὐδῆς, ὄμμα δ' οὐχ ὁρῶν τὸ σόν.

τέλος δὲ κάμψαιμ' ὥσπερ ἠρξάμην βίου.

ΘΕΡΑΠΩΝ

ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών,

ἆρ' ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;

90 Ιπ. καὶ κάρτα γ'· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ' ἄν.

Θε. οἶσθ' οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος;

Ιπ. οὐκ οἶδα· τοῦ δὲ καί μ' ἀνιστορεῖς πέρι;

Θε. μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.

Ιπ. ὀρθῶς γε· τίς δ' οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;

Θε. ἐν δ' εὐπροσηγόροισίν ἐστί τις χάρις;

Ιπ. πλείστη γε, καὶ κέρδος γε σὺν μόχθωι βραχεῖ.

Θε. ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;

Ιπ. εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.

Θε. πῶς οὖν σὺ σεμνὴν δαίμον' οὐ προσεννέπεις;

100 Ιπ. τίν'; εὐλαβοῦ δὲ μή τί σου σφαλῆι στόμα.

Θε. τήνδ' ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.

Ιπ. πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.

Θε. σεμνή γε μέντοι κἀπίσημος ἐν βροτοῖς.

Ιπ. οὐδείς μ' ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.

Θε. τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.

Ιπ. ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.

Θε. εὐδαιμονοίης, νοῦν ἔχων ὅσον σε δεῖ.

Ιπ. χωρεῖτ', ὀπαδοί, καὶ παρελθόντες δόμους

σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας

110 τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν

ἵππους, ὅπως ἂν ἅρμασι ζεύξας ὕπο

βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.

τὴν σὴν δὲ Κύπριν πόλλ' ἐγὼ χαίρειν λέγω.

Θε. ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον

φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν

προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,

δέσποινα Κύπρι· χρὴ δὲ συγγνώμην ἔχειν.

εἴ τίς σ' ὑφ' ἥβης σπλάγχνον ἔντονον φέρων

μάταια βάζει, μὴ δόκει τούτου κλύειν·

120 σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

ΧΟΡΟΣ

στρ. α Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

βαπτὰν κάλπισι πα-

γὰν ῥυτὰν προιεῖσα κρημνῶν.

τόθι μοί τις ἦν φίλα

πορφύρεα φάρεα

ποταμίαι δρόσωι

τέγγουσα, θερμᾶς δ' ἐπὶ νῶτα πέτρας

εὐαλίου κατέβαλλ'· ὅθεν μοι

130 πρώτα φάτις ἦλθε δεσποίνας,

ἀντ. α τειρομέναν νοσερᾶι κοίται δέμας ἐντὸς ἔχειν

οἴκων, λεπτὰ δὲ φά-

ρη ξανθὰν κεφαλὰν σκιάζειν·

τριτάταν δέ νιν κλύω

τάνδ' ἀβρωσίαι

στόματος ἁμέραν

Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,

κρυπτῶι πάθει θανάτου θέλουσαν

140 κέλσαι ποτὶ τέρμα δύστανον.

στρ. β †σὺ γὰρ† ἔνθεος, ὦ κούρα,

εἴτ' ἐκ Πανὸς εἴθ' Ἑκάτας

ἢ σεμνῶν Κορυβάντων

φοιτᾶις ἢ ματρὸς ὀρείας;

†σὺ δ'† ἀμφὶ τὰν πολύθη-

ρον Δίκτυνναν ἀμπλακίαις

ἀνίερος ἀθύτων πελανῶν τρύχηι;

φοιτᾶι γὰρ καὶ διὰ Λί-

μνας χέρσον θ' ὕπερ πελάγους

150 δίναις ἐν νοτίαις ἅλμας.

ἀντ. β ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

ἀρχαγόν, τὸν εὐπατρίδαν,

ποιμαίνει τις ἐν οἴκοις

κρυπτᾶι κοίται λεχέων σῶν;

ἢ ναυβάτας τις ἔπλευ-

σεν Κρήτας ἔξορμος ἀνὴρ

λιμένα τὸν εὐξεινότατον ναύταις

φήμαν πέμπων βασιλεί-

αι, λύπαι δ' ὑπὲρ παθέων

160 εὐναία δέδεται ψυχά;

ἐπωιδ. φιλεῖ δὲ τᾶι δυστρόπωι γυναικῶν

ἁρμονίαι κακὰ

δύστανος ἀμηχανία συνοικεῖν

ὠδίνων τε καὶ ἀφροσύνας.

δι' ἐμᾶς ἦιξέν ποτε νηδύος ἅδ'

αὔρα· τὰν δ' εὔλοχον οὐρανίαν

τόξων μεδέουσαν ἀύτευν

Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

σὺν θεοῖσι φοιτᾶι.

170 ἀλλ' ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

τήνδε κομίζουσ' ἔξω μελάθρων.

στυγνὸν δ' ὀφρύων νέφος αὐξάνεται·

τί ποτ' ἐστὶ μαθεῖν ἔραται ψυχή,

τί δεδήληται

δέμας ἀλλόχροον βασιλείας.

ΤΡΟΦΟΣ

ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι·

τί σ' ἐγὼ δράσω, τί δὲ μὴ δράσω;

τόδε σοι φέγγος, λαμπρὸς ὅδ' αἰθήρ,

ἔξω δὲ δόμων ἤδη νοσερᾶς

180 δέμνια κοίτης.

δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,

τάχα δ' ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

ταχὺ γὰρ σφάλληι κοὐδενὶ χαίρεις,

οὐδέ σ' ἀρέσκει τὸ παρόν, τὸ δ' ἀπὸν

φίλτερον ἡγῆι.

κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

τὸ μέν ἐστιν ἁπλοῦν, τῶι δὲ συνάπτει

λύπη τε φρενῶν χερσίν τε πόνος.

πᾶς δ' ὀδυνηρὸς βίος ἀνθρώπων

190 κοὐκ ἔστι πόνων ἀνάπαυσις.

ἀλλ' ὅτι τοῦ ζῆν φίλτερον ἄλλο

σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

δυσέρωτες δὴ φαινόμεθ' ὄντες

τοῦδ' ὅτι τοῦτο στίλβει κατὰ γῆν

δι' ἀπειροσύνην ἄλλου βιότου

κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,

μύθοις δ' ἄλλως φερόμεσθα.

ΦΑΙΔΡΑ

αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·

λέλυμαι μελέων σύνδεσμα φίλων.

200 λάβετ' εὐπήχεις χεῖρας, πρόπολοι.

βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·

ἄφελ', ἀμπέτασον βόστρυχον ὤμοις.

Τρ. θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

μετάβαλλε δέμας·

ῥᾶιον δὲ νόσον μετά θ' ἡσυχίας

καὶ γενναίου λήματος οἴσεις.

μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

Φα. αἰαῖ·

πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

καθαρῶν ὑδάτων πῶμ' ἀρυσαίμαν,

210 ὑπό τ' αἰγείροις ἔν τε κομήτηι

λειμῶνι κλιθεῖσ' ἀναπαυσαίμαν;

Τρ. ὦ παῖ, τί θροεῖς;

οὐ μὴ παρ' ὄχλωι τάδε γηρύσηι,

μανίας ἔποχον ῥίπτουσα λόγον;

Φα. πέμπετέ μ' εἰς ὄρος· εἶμι πρὸς ὕλαν

καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

στείβουσι κύνες

βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.

πρὸς θεῶν· ἔραμαι κυσὶ θωύξαι

καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

220 Θεσσαλὸν ὅρπακ', ἐπίλογχον ἔχουσ'

ἐν χειρὶ βέλος.

Τρ. τί ποτ', ὦ τέκνον, τάδε κηραίνεις;

τί κυνηγεσίων καὶ σοὶ μελέτη;

τί δὲ κρηναίων νασμῶν ἔρασαι;

πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

κλειτύς, ὅθεν σοι πῶμα γένοιτ' ἄν.

Φα. δέσποιν' ἁλίας Ἄρτεμι Λίμνας

καὶ γυμνασίων τῶν ἱπποκρότων,

230 εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις

πώλους Ἐνετὰς δαμαλιζομένα.

Τρ. τί τόδ' αὖ παράφρων ἔρριψας ἔπος;

νῦν δὴ μὲν ὄρος βᾶσ' ἐπὶ θήρας

πόθον ἐστέλλου, νῦν δ' αὖ ψαμάθοις

ἐπ' ἀκυμάντοις πώλων ἔρασαι.

τάδε μαντείας ἄξια πολλῆς,

ὅστις σε θεῶν ἀνασειράζει

καὶ παρακόπτει φρένας, ὦ παῖ.

Φα. δύστηνος ἐγώ, τί ποτ' εἰργασάμην;

240 ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

ἐμάνην, ἔπεσον δαίμονος ἄτηι.

φεῦ φεῦ τλήμων.

μαῖα, πάλιν μου κρύψον κεφαλήν,

αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

κρύπτε· κατ' ὄσσων δάκρυ μοι βαίνει

καὶ ἐπ' αἰσχύνην ὄμμα τέτραπται.

τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾶι,

τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

μὴ γιγνώσκοντ' ἀπολέσθαι.

250 Τρ. κρύπτω· τὸ δ' ἐμὸν πότε δὴ θάνατος

σῶμα καλύψει;

πολλὰ διδάσκει μ' ὁ πολὺς βίοτος·

χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

φιλίας θνητοὺς ἀνακίρνασθαι

καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

εὔλυτα δ' εἶναι στέργηθρα φρενῶν

ἀπό τ' ὤσασθαι καὶ ξυντεῖναι·

τὸ δ' ὑπὲρ δισσῶν μίαν ὠδίνειν

ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

260 τῆσδ' ὑπεραλγῶ.

βιότου δ' ἀτρεκεῖς ἐπιτηδεύσεις

φασὶ σφάλλειν πλέον ἢ τέρπειν

τῆι θ' ὑγιείαι μᾶλλον πολεμεῖν.

οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

τοῦ μηδὲν ἄγαν·

καὶ ξυμφήσουσι σοφοί μοι.

Χο. γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,

Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας,

ἄσημα δ' ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

270 σοῦ δ' ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ' ἄν.

Τρ. οὐκ οἶδ', ἐλέγχουσ'· οὐ γὰρ ἐννέπειν θέλει.

Χο. οὐδ' ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

Τρ. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾶι τάδε.

Χο. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

Τρ. πῶς δ' οὔ, τριταίαν γ' οὖσ' ἄσιτος ἡμέραν;

Χο. πότερον ὑπ' ἄτης ἢ θανεῖν πειρωμένη;

Τρ. θανεῖν; ἀσιτεῖ γ' εἰς ἀπόστασιν βίου.

Χο. θαυμαστὸν εἶπας, εἰ τάδ' ἐξαρκεῖ πόσει.

Τρ. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

280 Χο. ὁ δ' ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

Τρ. ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

Χο. σὺ δ' οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

Τρ. ἐς πάντ' ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.

οὐ μὴν ἀνήσω γ' οὐδὲ νῦν προθυμίας,

ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῆις

οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

ἄγ', ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

λαθώμεθ' ἄμφω, καὶ σύ θ' ἡδίων γενοῦ

290 στυγνὴν ὀφρῦν λύσασα καὶ γνώμης ὁδόν,

ἐγώ θ' ὅπηι σοι μὴ καλῶς τόθ' εἱπόμην

μεθεῖσ' ἐπ' ἄλλον εἶμι βελτίω λόγον.

κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

εἰ δ' ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

λέγ', ὡς ἰατροῖς πρᾶγμα μηνυθῆι τόδε.

εἶἑν, τί σιγᾶις; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

ἀλλ' ἤ μ' ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.

300 φθέγξαι τι, δεῦρ' ἄθρησον. ὦ τάλαιν' ἐγώ,

γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

ἴσον δ' ἄπεσμεν τῶι πρίν· οὔτε γὰρ τότε

λόγοις ἐτέγγεθ' ἥδε νῦν τ' οὐ πείθεται.

ἀλλ' ἴσθι μέντοι–πρὸς τάδ' αὐθαδεστέρα

γίγνου θαλάσσης–εἰ θανῆι, προδοῦσα σοὺς

παῖδας, πατρώιων μὴ μεθέξοντας δόμων,

μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο,

νόθον φρονοῦντα γνήσι', οἶσθά νιν καλῶς,

310 Ἱππόλυτον ... Φα. οἶμοι. Τρ. θιγγάνει σέθεν τόδε;

Φα. ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν

τοῦδ' ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

Τρ. ὁρᾶις; φρονεῖς μὲν εὖ, φρονοῦσα δ' οὐ θέλεις

παῖδάς τ' ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

Φα. φιλῶ τέκν'· ἄλληι δ' ἐν τύχηι χειμάζομαι.

Τρ. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

Φα. χεῖρες μὲν ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.

Τρ. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

Φα. φίλος μ' ἀπόλλυσ' οὐχ ἑκοῦσαν οὐχ ἑκών.

320 Τρ. Θησεύς τιν' ἡμάρτηκεν ἐς σ' ἁμαρτίαν;

Φα. μὴ δρῶσ' ἔγωγ' ἐκεῖνον ὀφθείην κακῶς.

Τρ. τί γὰρ τὸ δεινὸν τοῦθ' ὅ σ' ἐξαίρει θανεῖν;

Φα. ἔα μ' ἁμαρτεῖν· οὐ γὰρ ἐς σ' ἁμαρτάνω.

Τρ. οὐ δῆθ' ἑκοῦσά γ', ἐν δὲ σοὶ λελείψομαι.

Φα. τί δρᾶις; βιάζηι, χειρὸς ἐξαρτωμένη;

Τρ. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

Φα. κάκ' ὦ τάλαινά σοι τάδ', εἰ πεύσηι, κακά.

Τρ. μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;

Φα. ὀλῆι. τὸ μέντοι πρᾶγμ' ἐμοὶ τιμὴν φέρει.

330 Τρ. κἄπειτα κρύπτεις, χρήσθ' ἱκνουμένης ἐμοῦ;

Φα. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

Τρ. οὔκουν λέγουσα τιμιωτέρα φανῆι;

Φα. ἄπελθε πρὸς θεῶν δεξιάν τ' ἐμὴν μέθες.

Τρ. οὐ δῆτ', ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

Φα. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

Τρ. σιγῶιμ' ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

Φα. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.

Τρ. ὃν ἔσχε ταύρου, τέκνον; ἢ τί φὴις τόδε;

Φα. σύ τ', ὦ τάλαιν' ὅμαιμε, Διονύσου δάμαρ.

340 Τρ. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;

Φα. τρίτη δ' ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.

Τρ. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;

Φα. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.

Τρ. οὐδέν τι μᾶλλον οἶδ' ἃ βούλομαι κλύειν.

Φα. φεῦ·

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Τρ. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.

Φα. τί τοῦθ' ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;

Τρ. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ' ἅμα.

Φα. ἡμεῖς ἂν εἶμεν θατέρωι κεχρημένοι.

350 Τρ. τί φήις; ἐρᾶις, ὦ τέκνον; ἀνθρώπων τίνος;

Φα. ὅστις ποθ' οὗτός ἐσθ', ὁ τῆς Ἀμαζόνος ...

Τρ. Ἱππόλυτον αὐδᾶις; Φα. σοῦ τάδ', οὐκ ἐμοῦ, κλύεις.

Τρ. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ' ἀπώλεσας.

γυναῖκες, οὐκ ἀνασχέτ', οὐκ ἀνέξομαι

ζῶσ'· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.

ῥίψω μεθήσω σῶμ', ἀπαλλαχθήσομαι

βίου θανοῦσα· χαίρετ', οὐκέτ' εἴμ' ἐγώ.

οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ' ὅμως,

κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ' ἦν θεός,

360 ἀλλ' εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,

ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.

Χο. ἄιες ὤ, ἔκλυες ὤν,

ἀνήκουστα τᾶς

τυράννου πάθεα μέλεα θρεομένας;

ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,

κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ·

ὦ τάλαινα τῶνδ' ἀλγέων·

ὦ πόνοι τρέφοντες βροτούς.

ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.

τίς σε παναμέριος ὅδε χρόνος μένει;

370 τελευτάσεταί τι καινὸν δόμοις·

ἄσημα δ' οὐκέτ' ἐστὶν οἷ φθίνει τύχα

Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.

Φα. Τροζήνιαι γυναῖκες, αἳ τόδ' ἔσχατον

οἰκεῖτε χώρας Πελοπίας προνώπιον,

ἤδη ποτ' ἄλλως νυκτὸς ἐν μακρῶι χρόνωι

θνητῶν ἐφρόντισ' ἧι διέφθαρται βίος.

καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν

πράσσειν κακίον'· ἔστι γὰρ τό γ' εὖ φρονεῖν

πολλοῖσιν· ἀλλὰ τῆιδ' ἀθρητέον τόδε·

380 τὰ χρήστ' ἐπιστάμεσθα καὶ γιγνώσκομεν,

οὐκ ἐκπονοῦμεν δ', οἱ μὲν ἀργίας ὕπο,

οἱ δ' ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ

ἄλλην τιν'· εἰσὶ δ' ἡδοναὶ πολλαὶ βίου,

μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,

αἰδώς τε· δισσαὶ δ' εἰσίν, ἡ μὲν οὐ κακή,

ἡ δ' ἄχθος οἴκων· εἰ δ' ὁ καιρὸς ἦν σαφής,

οὐκ ἂν δύ' ἤστην ταὔτ' ἔχοντε γράμματα.

ταῦτ' οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ' ἐγώ,

οὐκ ἔσθ' ὁποίωι φαρμάκωι διαφθερεῖν

ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

390 λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.

ἐπεί μ' ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως

κάλλιστ' ἐνέγκαιμ' αὐτόν. ἠρξάμην μὲν οὖν

ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον·

γλώσσηι γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν

φρονήματ' ἀνδρῶν νουθετεῖν ἐπίσταται,

αὐτὴ δ' ὑφ' αὑτῆς πλεῖστα κέκτηται κακά.

τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν

τῶι σωφρονεῖν νικῶσα προυνοησάμην.

400 τρίτον δ', ἐπειδὴ τοισίδ' οὐκ ἐξήνυτον

Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,

κράτιστον (οὐδεὶς ἀντερεῖ) βουλευμάτων.

ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ

μήτ' αἰσχρὰ δρώσηι μάρτυρας πολλοὺς ἔχειν.

τὸ δ' ἔργον ἤιδη τὴν νόσον τε δυσκλεᾶ,

γυνή τε πρὸς τοῖσδ' οὖσ' ἐγίγνωσκον καλῶς,

μίσημα πᾶσιν· ὡς ὄλοιτο παγκάκως

ἥτις πρὸς ἄνδρας ἤρξατ' αἰσχύνειν λέχη

πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων

410 τόδ' ἦρξε θηλείαισι γίγνεσθαι κακόν·

ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῆι,

ἦ κάρτα δόξει τοῖς κακοῖς γ' εἶναι καλά.

μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,

λάθραι δὲ τόλμας οὐ καλὰς κεκτημένας·

αἳ πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,

βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν

οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην

τέραμνά τ' οἴκων μή ποτε φθογγὴν ἀφῆι;

ἡμᾶς γὰρ αὐτὸ τοῦτ' ἀποκτείνει, φίλαι,

420 ὡς μήποτ' ἄνδρα τὸν ἐμὸν αἰσχύνασ' ἁλῶ,

μὴ παῖδας οὓς ἔτικτον· ἀλλ' ἐλεύθεροι

παρρησίαι θάλλοντες οἰκοῖεν πόλιν

κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ' εὐκλεεῖς.

δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ἦι,

ὅταν ξυνειδῆι μητρὸς ἢ πατρὸς κακά.

μόνον δὲ τοῦτό φασ' ἁμιλλᾶσθαι βίωι,

γνώμην δικαίαν κἀγαθὴν ὅτωι παρῆι·

κακοὺς δὲ θνητῶν ἐξέφην' ὅταν τύχηι,

προθεὶς κάτοπτρον ὥστε παρθένωι νέαι,

430 χρόνος· παρ' οἷσι μήποτ' ὀφθείην ἐγώ.

Χο. φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν

καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

Τρ. δέσποιν', ἐμοί τοι συμφορὰ μὲν ἀρτίως

ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·

νῦν δ' ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.

οὐ γὰρ περισσὸν οὐδὲν οὐδ' ἔξω λόγου

πέπονθας, ὀργαὶ δ' ἐς σ' ἀπέσκηψαν θεᾶς.

ἐρᾶις (τί τοῦτο θαῦμα;) σὺν πολλοῖς βροτῶν·

440 κἄπειτ' ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;

οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,

ὅσοι τε μέλλουσ', εἰ θανεῖν αὐτοὺς χρεών.

Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῆι,

ἣ τὸν μὲν εἴκονθ' ἡσυχῆι μετέρχεται,

ὃν δ' ἂν περισσὸν καὶ φρονοῦνθ' εὕρηι μέγα,

τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.

φοιτᾶι δ' ἀν' αἰθέρ', ἔστι δ' ἐν θαλασσίωι

κλύδωνι Κύπρις, πάντα δ' ἐκ ταύτης ἔφυ·

ἥδ' ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ' ἔρον,

450 οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι.

ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων

ἔχουσιν αὐτοί τ' εἰσὶν ἐν μούσαις ἀεὶ

ἴσασι μὲν Ζεὺς ὥς ποτ' ἠράσθη γάμων

Σεμέλης, ἴσασι δ' ὡς ἀνήρπασέν ποτε

ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως

ἔρωτος οὕνεκ'· ἀλλ' ὅμως ἐν οὐρανῶι

ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,

στέργουσι δ', οἶμαι, ξυμφορᾶι νικώμενοι.

σὺ δ' οὐκ ἀνέξηι; χρῆν σ' ἐπὶ ῥητοῖς ἄρα

460 πατέρα φυτεύειν ἢ 'πὶ δεσπόταις θεοῖς

ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.

πόσους δοκεῖς δὴ κάρτ' ἔχοντας εὖ φρενῶν

νοσοῦνθ' ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;

πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσιν

συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ

τόδ' ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.

οὐδ' ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·

οὐδὲ στέγην γὰρ ἧι κατηρεφεῖς δόμοι

καλῶς ἀκριβώσαις ἄν· ἐς δὲ τὴν τύχην

470 πεσοῦσ' ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;

ἀλλ' εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,

ἄνθρωπος οὖσα κάρτα γ' εὖ πράξειας ἄν.

ἀλλ', ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,

λῆξον δ' ὑβρίζουσ', οὐ γὰρ ἄλλο πλὴν ὕβρις

τάδ' ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,

τόλμα δ' ἐρῶσα· θεὸς ἐβουλήθη τάδε·

νοσοῦσα δ' εὖ πως τὴν νόσον καταστρέφου.

εἰσὶν δ' ἐπωιδαὶ καὶ λόγοι θελκτήριοι·

φανήσεταί τι τῆσδε φάρμακον νόσου.

480 ἦ τἄρ' ἂν ὀψέ γ' ἄνδρες ἐξεύροιεν ἄν,

εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

Χο. Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα

πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.

ὁ δ' αἶνος οὗτος δυσχερέστερος λόγων

τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.

Φα. τοῦτ' ἔσθ' ὃ θνητῶν εὖ πόλεις οἰκουμένας

δόμους τ' ἀπόλλυσ', οἱ καλοὶ λίαν λόγοι·

οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν

ἀλλ' ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

490 Τρ. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων

δεῖ σ' ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,

τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.

εἰ μὲν γὰρ ἦν σοι μὴ 'πὶ συμφοραῖς βίος

τοιαῖσδε, σώφρων δ' οὖσ' ἐτύγχανες γυνή,

οὐκ ἄν ποτ' εὐνῆς οὕνεχ' ἡδονῆς τε σῆς

προῆγον ἄν σε δεῦρο· νῦν δ' ἀγὼν μέγας,

σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

Φα. ὦ δεινὰ λέξασ', οὐχὶ συγκλήισεις στόμα

καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;

500 Τρ. αἴσχρ', ἀλλ' ἀμείνω τῶν καλῶν τάδ' ἐστί σοι·

κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,

ἢ τοὔνομ', ὧι σὺ κατθανῆι γαυρουμένη.

Φα. ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,

πέρα προβῆις τῶνδ'· ὡς ὑπείργασμαι μὲν εὖ

ψυχὴν ἔρωτι, τἀισχρὰ δ' ἢν λέγηις καλῶς

ἐς τοῦθ' ὃ φεύγω νῦν ἀναλωθήσομαι.

Τρ. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ' ἁμαρτάνειν,

εἰ δ' οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.

ἔστιν κατ' οἴκους φίλτρα μοι θελκτήρια

510 ἔρωτος, ἦλθε δ' ἄρτι μοι γνώμης ἔσω,

ἅ σ' οὔτ' ἐπ' αἰσχροῖς οὔτ' ἐπὶ βλάβηι φρενῶν

παύσει νόσου τῆσδ', ἢν σὺ μὴ γένηι κακή.

δεῖ δ' ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου

σημεῖον, ἢ πλόκον τιν' ἢ πέπλων ἄπο,

λαβεῖν, συνάψαι τ' ἐκ δυοῖν μίαν χάριν.

Φα. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;

Τρ. οὐκ οἶδ'· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.

Φα. δέδοιχ' ὅπως μοι μὴ λίαν φανῆις σοφή.

Τρ. πάντ' ἂν φοβηθεῖσ' ἴσθι. δειμαίνεις δὲ τί;

520 Φα. μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.

Τρ. ἔασον, ὦ παῖ· ταῦτ' ἐγὼ θήσω καλῶς.

μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,

συνεργὸς εἴης· τἄλλα δ' οἷ' ἐγὼ φρονῶ

τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.

στρ. α Χο. Ἔρως Ἔρως, ὁ κατ' ὀμμάτων

στάζων πόθον, εἰσάγων γλυκεῖαν

ψυχᾶι χάριν οὓς ἐπιστρατεύσηι,

μή μοί ποτε σὺν κακῶι φανείης

μηδ' ἄρρυθμος ἔλθοις.

530 οὔτε γὰρ πυρὸς οὔτ' ἄστρων ὑπέρτερον βέλος

οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν

Ἔρως ὁ Διὸς παῖς.

ἀντ. α ἄλλως ἄλλως παρά τ' Ἀλφεῶι

Φοίβου τ' ἐπὶ Πυθίοις τεράμνοις

βούταν φόνον Ἑλλὰς <αἶ'> ἀέξει,

Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,

τὸν τᾶς Ἀφροδίτας

540 φιλτάτων θαλάμων κληιδοῦχον, οὐ σεβίζομεν,

πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς

θνατοὺς ὅταν ἔλθηι.

στρ. β τὰν μὲν Οἰχαλίαι

πῶλον ἄζυγα λέκτρων,

ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον, οἴκων

ζεύξασ' ἀπ' Εὐρυτίων

550 δρομάδα ναΐδ' ὅπως τε βάκ-

χαν σὺν αἵματι, σὺν καπνῶι,

φονίοισι νυμφείοις

Ἀλκμήνας τόκωι Κύπρις ἐξέδωκεν· ὦ

τλάμων ὑμεναίων.

ἀντ. β ὦ Θήβας ἱερὸν

τεῖχος, ὦ στόμα Δίρκας,

συνείποιτ' ἂν ἁ Κύπρις οἷον ἕρπει·

βροντᾶι γὰρ ἀμφιπύρωι

560 τοκάδα τὰν διγόνοιο Βάκ-

χου νυμφευσαμένα πότμωι

φονίωι κατηύνασεν.

δεινὰ γὰρ τὰ πάντ' ἐπιπνεῖ, μέλισσα δ' οἵ-

α τις πεπόταται.

Φα. σιγήσατ', ὦ γυναῖκες· ἐξειργάσμεθα.

Χο. τί δ' ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;

Φα. ἐπίσχετ', αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.

Χο. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.

Φα. ἰώ μοι, αἰαῖ·

570 ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.

Χο. τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;

ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,

φρένας ἐπίσσυτος;

Φα. ἀπωλόμεσθα· ταῖσδ' ἐπιστᾶσαι πύλαις

ἀκούσαθ' οἷος κέλαδος ἐν δόμοις πίτνει.

Χο. σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα

φάτις δωμάτων·

ἔνεπε δ' ἔνεπέ μοι, τί ποτ' ἔβα κακόν;

580 Φα. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι

Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.

Χο. ἰὰν μὲν κλύω, σαφὲς δ' οὐκ ἔχω·

γεγώνει δ' οἵα διὰ πύλας ἔμολεν

ἔμολέ σοι βοά.

Φα. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,

590 τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.

Χο. ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.

τί σοι μήσομαι;

τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ' ὄλλυσαι,

αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.

Φα. ἀπώλεσέν μ' εἰποῦσα συμφορὰς ἐμάς,

φίλως καλῶς δ' οὐ τήνδ' ἰωμένη νόσον.

Χο. πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ' ἀμήχανα;

Φα. οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,

600 τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.

Ιπ. ὦ γαῖα μῆτερ ἡλίου τ' ἀναπτυχαί,

οἵων λόγων ἄρρητον εἰσήκουσ' ὄπα.

Τρ. σίγησον, ὦ παῖ, πρίν τιν' αἰσθέσθαι βοῆς.

Ιπ. οὐκ ἔστ' ἀκούσας δείν' ὅπως σιγήσομαι.

Τρ. ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.

Ιπ. οὐ μὴ προσοίσεις χεῖρα μηδ' ἅψηι πέπλων;

Τρ. ὦ πρός σε γονάτων, μηδαμῶς μ' ἐξεργάσηι.

Ιπ. τί δ', εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;

Τρ. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.

610 Ιπ. τά τοι κάλ' ἐν πολλοῖσι κάλλιον λέγειν.

Τρ. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.

Ιπ. ἡ γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος.

Τρ. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;

Ιπ. ἀπέπτυσ'· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.

Τρ. σύγγνωθ'· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.

Ιπ. ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν

γυναῖκας ἐς φῶς ἡλίου κατώικισας;

εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,

οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,

620 ἀλλ' ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς

ἢ χαλκὸν ἢ σίδηρον ἢ χρυσοῦ βάρος

παίδων πρίασθαι σπέρμα του τιμήματος,

τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν

ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.

[νῦν δ' ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν

μέλλοντες ὄλβον δωμάτων ἐκτίνομεν.]

τούτωι δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·

προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ

φερνὰς ἀπώικισ', ὡς ἀπαλλαχθῆι κακοῦ.

630 ὁ δ' αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν

γέγηθε κόσμον προστιθεὶς ἀγάλματι

καλὸν κακίστωι καὶ πέπλοισιν ἐκπονεῖ

δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

[ἔχει δ' ἀνάγκην· ὥστε κηδεύσας καλῶς

γαμβροῖσι χαίρων σώιζεται πικρὸν λέχος,

ἢ χρηστὰ λέκτρα πενθεροὺς δ' ἀνωφελεῖς

λαβὼν πιέζει τἀγαθῶι τὸ δυστυχές.]

ῥᾶιστον δ' ὅτωι τὸ μηδέν· ἀλλ' ἀνωφελὴς

εὐηθίαι κατ' οἶκον ἵδρυται γυνή.

640 σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ' ἐμοῖς δόμοις

εἴη φρονοῦσα πλείον' ἢ γυναῖκα χρή.

τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις

ἐν ταῖς σοφαῖσιν· ἡ δ' ἀμήχανος γυνὴ

γνώμηι βραχείαι μωρίαν ἀφηιρέθη.

χρῆν δ' ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,

ἄφθογγα δ' αὐταῖς συγκατοικίζειν δάκη

θηρῶν, ἵν' εἶχον μήτε προσφωνεῖν τινα

μήτ' ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.

νῦν δ' †αἱ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ† κακὰ

650 βουλεύματ', ἔξω δ' ἐκφέρουσι πρόσπολοι.

ὡς καὶ σύ γ' ἡμῖν πατρός, ὦ κακὸν κάρα,

λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·

ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι

ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,

ὃς οὐδ' ἀκούσας τοιάδ' ἁγνεύειν δοκῶ;

εὖ δ' ἴσθι, τοὐμόν σ' εὐσεβὲς σώιζει, γύναι·

εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ἡιρέθην,

οὐκ ἄν ποτ' ἔσχον μὴ οὐ τάδ' ἐξειπεῖν πατρί.

νῦν δ' ἐκ δόμων μέν, ἔστ' ἂν ἐκδημῆι χθονὸς

660 Θησεύς, ἄπειμι, σῖγα δ' ἕξομεν στόμα·

θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ

πῶς νιν προσόψηι, καὶ σὺ καὶ δέσποινα σή.

[τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.]

ὄλοισθε. μισῶν δ' οὔποτ' ἐμπλησθήσομαι

γυναῖκας, οὐδ' εἴ φησί τίς μ' ἀεὶ λέγειν·

ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.

ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω

ἢ κἄμ' ἐάτω ταῖσδ' ἐπεμβαίνειν ἀεί.

Φα. τάλανες ὦ κακοτυχεῖς

γυναικῶν πότμοι·

670 τίν' ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον

σφαλεῖσαι κάθαμμα λύειν λόγου;

ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·

πᾶι ποτ' ἐξαλύξω τύχας;

πῶς δὲ πῆμα κρύψω, φίλαι;

τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν

πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων

φανείη; τὸ γὰρ παρ' ἡμῖν πάθος

πέραν δυσεκπέρατον ἔρχεται βίου.

κακοτυχεστάτα γυναικῶν ἐγώ.

680 Χο. φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,

δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ' ἔχει.

Φα. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,

οἷ' εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς

πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,

σιγᾶν ἐφ' οἷσι νῦν ἐγὼ κακύνομαι;

σὺ δ' οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ' εὐκλεεῖς

θανούμεθ'. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·

οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας

690 ἐρεῖ καθ' ἡμῶν πατρὶ σὰς ἁμαρτίας,

ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,

πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.

ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους

πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

Τρ. δέσποιν', ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,

τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·

ἔχω δὲ κἀγὼ πρὸς τάδ', εἰ δέξηι, λέγειν.

ἔθρεψά σ' εὔνους τ' εἰμί· τῆς νόσου δέ σοι

ζητοῦσα φάρμαχ' ηὗρον οὐχ ἁβουλόμην.

700 εἰ δ' εὖ γ' ἔπραξα, κάρτ' ἂν ἐν σοφοῖσιν ἦ·

πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

Φα. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,

τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

Τρ. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.

ἀλλ' ἔστι κἀκ τῶνδ' ὥστε σωθῆναι, τέκνον.

Φα. παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς

παρήινεσάς μοι κἀπεχείρησας κακά.

ἀλλ' ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι

φρόντιζ'· ἐγὼ δὲ τἀμὰ θήσομαι καλῶς.

710 ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,

τοσόνδε μοι παράσχετ' ἐξαιτουμένηι·

σιγῆι καλύψαθ' ἁνθάδ' εἰσηκούσατε.

Χο. ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,

μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

Φα. καλῶς ἐλέξαθ'· ἓν δὲ †προτρέπουσ' ἐγὼ†

εὕρημα δή τι τῆσδε συμφορᾶς ἔχω

ὥστ' εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον

αὐτή τ' ὄνασθαι πρὸς τὰ νῦν πεπτωκότα.

οὐ γάρ ποτ' αἰσχυνῶ γε Κρησίους δόμους

720 οὐδ' ἐς πρόσωπον Θησέως ἀφίξομαι

αἰσχροῖς ἐπ' ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

Χο. μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

Φα. θανεῖν· ὅπως δέ, τοῦτ' ἐγὼ βουλεύσομαι.

Χο. εὔφημος ἴσθι. Φα. καὶ σύ γ' εὖ με νουθέτει.

ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,

ψυχῆς ἀπαλλαχθεῖσα τῆιδ' ἐν ἡμέραι

τέρψω· πικροῦ δ' ἔρωτος ἡσσηθήσομαι.

ἀτὰρ κακόν γε χἀτέρωι γενήσομαι

θανοῦσ', ἵν' εἰδῆι μὴ 'πὶ τοῖς ἐμοῖς κακοῖς

730 ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι

κοινῆι μετασχὼν σωφρονεῖν μαθήσεται.

στρ. α Χο. ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,

ἵνα με πτεροῦσσαν ὄρνιν

θεὸς ἐν ποταναῖς

ἀγέλαις θείη·

ἀρθείην δ' ἐπὶ πόντιον

κῦμα τᾶς Ἀδριηνᾶς

ἀκτᾶς Ἠριδανοῦ θ' ὕδωρ,

ἔνθα πορφύρεον σταλάσ-

σουσ' ἐς οἶδμα τάλαιναι

740 κόραι Φαέθοντος οἴκτωι δακρύων

τὰς ἠλεκτροφαεῖς αὐγάς·

ἀντ. α Ἑσπερίδων δ' ἐπὶ μηλόσπορον ἀκτὰν

ἀνύσαιμι τᾶν ἀοιδῶν,

ἵν' ὁ πορφυρέας πον-

τομέδων λίμνας

ναύταις οὐκέθ' ὁδὸν νέμει,

σεμνὸν τέρμονα κυρῶν

οὐρανοῦ, τὸν Ἄτλας ἔχει,

κρῆναί τ' ἀμβρόσιαι χέον-

ται Ζηνὸς παρὰ κοίταις,

ἵν' ὀλβιόδωρος αὔξει ζαθέα

750 χθὼν εὐδαιμονίαν θεοῖς.

στρ. β ὦ λευκόπτερε Κρησία

πορθμίς, ἃ διὰ πόντιον

κῦμ' ἁλίκτυπον ἅλμας

ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ' οἴκων

κακονυμφοτάταν ὄνασιν·

ἦ γὰρ ἀπ' ἀμφοτέρων οἱ Κρησίας <τ'> ἐκ γᾶς

δυσόρνις

760 ἔπτατο κλεινὰς Ἀθήνας Μουνίχου τ' ἀ-

κταῖσιν ἐκδήσαντο πλεκτὰς πεισμάτων ἀρ-

χὰς ἐπ' ἀπείρου τε γᾶς ἔβασαν.

ἀντ. β ἀνθ' ὧν οὐχ ὁσίων ἐρώ-

των δεινᾶι φρένας Ἀφροδί-

τας νόσωι κατεκλάσθη·

χαλεπᾶι δ' ὑπέραντλος οὖσα συμφορᾶι τεράμνων

ἄπο νυμφιδίων κρεμαστὸν

770 ἅψεται ἀμφὶ βρόχον λευκᾶι καθαρμόζουσα δειρᾶι,

δαίμονα στυγνὸν καταιδεσθεῖσα τάν τ' εὔ-

δοξον ἀνθαιρουμένα φήμαν ἀπαλλάσ-

σουσά τ' ἀλγεινὸν φρενῶν ἔρωτα.

Τρ. (ἔσωθεν)

ἰοὺ ἰού·

βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·

ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

Χο. φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ' ἔστι δὴ

γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

780 Τρ. οὐ σπεύσετ'; οὐκ οἴσει τις ἀμφιδέξιον

σίδηρον, ὧι τόδ' ἅμμα λύσομεν δέρης;

Χο. φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους

λῦσαί τ' ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;

– τί δ'; οὐ πάρεισι πρόσπολοι νεανίαι;

τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

Τρ. ὀρθώσατ' ἐκτείναντες ἄθλιον νέκυν·

πικρὸν τόδ' οἰκούρημα δεσπόταις ἐμοῖς.

Χο. ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·

ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

ΘΗΣΕΥΣ

790 γυναῖκες, ἴστε τίς ποτ' ἐν δόμοις βοὴ

†ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;

οὐ γάρ τί μ' ὡς θεωρὸν ἀξιοῖ δόμος

πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.

μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;

πρόσω μὲν ἤδη βίοτος, ἀλλ' ὅμως ἔτ' ἂν

λυπηρὸς ἡμῖν τούσδ' ἂν ἐκλίποι δόμους.

Χο. οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,

Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.

Θη. οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;

800 Χο. ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

Θη. τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

Χο. βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

Θη. λύπηι παχνωθεῖσ' ἢ ἀπὸ συμφορᾶς τίνος;

Χο. τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,

Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

Θη. αἰαῖ, τί δῆτα τοῖσδ' ἀνέστεμμαι κάρα

πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;

χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,

ἐκλύεθ' ἁρμούς, ὡς ἴδω πικρὰν θέαν

810 γυναικός, ἥ με κατθανοῦσ' ἀπώλεσεν.

Χο. ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·

ἔπαθες, εἰργάσω

τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους,

αἰαῖ τόλμας,

βιαίως θανοῦσ' ἀνοσίωι τε συμ-

φορᾶι, σᾶς χερὸς πάλαισμα μελέας.

τίς ἄρα σάν, τάλαιν', ἀμαυροῖ ζόαν;

Θη. ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ τάλας,

τὰ μάκιστ' ἐμῶν κακῶν. ὦ τύχα,

ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,

820 κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός·

κατακονὰ μὲν οὖν ἀβίοτος βίου.

κακῶν δ', ὦ τάλας, πέλαγος εἰσορῶ

τοσοῦτον ὥστε μήποτ' ἐκνεῦσαι πάλιν

μηδ' ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.

τίνι λόγωι, τάλας, τίνι τύχαν σέθεν

βαρύποτμον, γύναι, προσαυδῶν τύχω;

ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,

πήδημ' ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.

830 αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη·

πρόσωθεν δέ ποθεν ἀνακομίζομαι

τύχαν δαιμόνων ἀμπλακίαισι τῶν

πάροιθέν τινος.

Χο. οὐ σοὶ τάδ', ὦναξ, ἦλθε δὴ μόνωι κακά,

πολλῶν μετ' ἄλλων δ' ὤλεσας κεδνὸν λέχος.

Θη. τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας

μετοικεῖν σκότωι θανών, ὦ τλάμων,

τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·

ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.

840 †τίνος κλύω† πόθεν θανάσιμος τύχα,

γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;

εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον

στέγει τυραννὸν δῶμα προσπόλων ἐμῶν;

ὤμοι μοι < > σέθεν,

μέλεος, οἷον εἶδον ἄλγος δόμων,

οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ' ἀπωλόμην·

ἔρημος οἶκος, καὶ τέκν' ὀρφανεύεται.

<αἰαῖ αἰαῖ,> ἔλιπες ἔλιπες, ὦ φίλα

γυναικῶν ἀρίστα θ' ὁπόσας ὁρᾶι

850 φέγγος θ' ἁλίοιο καὶ νυκτὸς ἀ-

στερωπὸν σέλας.

Χο. ὦ τάλας, ὅσον κακὸν ἔχει δόμος·

δάκρυσί μου βλέφαρα καταχυθέντα τέγ-

γεται σᾶι τύχαι.

τὸ δ' ἐπὶ τῶιδε πῆμα φρίσσω πάλαι.

Θη. ἔα ἔα·

τί δή ποθ' ἥδε δέλτος ἐκ φίλης χερὸς

ἠρτημένη; θέλει τι σημῆναι νέον;

ἀλλ' ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς

ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;

860 θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως

οὐκ ἔστι δῶμά θ' ἥτις εἴσεισιν γυνή.

καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου

τῆς οὐκέτ' οὔσης οἵδε προσσαίνουσί με.

φέρ' ἐξελίξας περιβολὰς σφραγισμάτων

ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.

Χο. φεῦ φεῦ, τόδ' αὖ νεοχμὸν ἐκδοχαῖς

ἐπεισφρεῖ θεὸς κακόν· †ἐμοὶ [μὲν οὖν ἀβίοτος βίου]

τύχα πρὸς τὸ κρανθὲν εἴη τυχεῖν·†

ὀλομένους γάρ, οὐκέτ' ὄντας, λέγω,

870 φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.

[ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήληις δόμους,

αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος

οἰωνὸν ὥστε μάντις εἰσορῶ κακόν.]

Θη. οἴμοι, τόδ' οἷον ἄλλο πρὸς κακῶι κακόν,

οὐ τλητὸν οὐδὲ λεκτόν· ὦ τάλας ἐγώ.

Χο. τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.

Θη. βοᾶι βοᾶι δέλτος ἄλαστα· πᾶι φύγω

βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,

οἷον οἷον εἶδον γραφαῖς μέλος

880 φθεγγόμενον τλάμων.

Χο. αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.

Θη. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις

καθέξω δυσεκπέρατον ὀλοὸν

κακόν· ἰὼ πόλις.

Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν

βίαι, τὸ σεμνὸν Ζηνὸς ὄμμ' ἀτιμάσας.

ἀλλ', ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε

ἀρὰς ὑπέσχου τρεῖς, μιᾶι κατέργασαι

τούτων ἐμὸν παῖδ', ἡμέραν δὲ μὴ φύγοι

890 τήνδ', εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.

Χο. ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν,

γνώσηι γὰρ αὖθις ἀμπλακών· ἐμοὶ πιθοῦ.

Θη. οὐκ ἔστι. καὶ πρός γ' ἐξελῶ σφε τῆσδε γῆς,

δυοῖν δὲ μοίραιν θατέραι πεπλήξεται·

ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους

θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων

ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος

ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσει βίον.

Χο. καὶ μὴν ὅδ' αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα

900 Ἱππόλυτος· ὀργῆς δ' ἐξανεὶς κακῆς, ἄναξ

Θησεῦ, τὸ λῶιστον σοῖσι βούλευσαι δόμοις.

Ιπ. κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,

σπουδῆι· τὸ μέντοι πρᾶγμ' ὅτωι στένεις ἔπι

οὐκ οἶδα, βουλοίμην δ' ἂν ἐκ σέθεν κλύειν.

ἔα, τί χρῆμα; σὴν δάμαρθ' ὁρῶ, πάτερ,

νεκρόν· μεγίστου θαύματος τόδ' ἄξιον·

ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε

οὔπω χρόνος παλαιὸς εἰσεδέρκετο.

τί χρῆμα πάσχει; τῶι τρόπωι διόλλυται;

910 πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.

σιγᾶις; σιωπῆς δ' οὐδὲν ἔργον ἐν κακοῖς.

[ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν

κἀν τοῖς κακοῖσι λίχνος οὖσ' ἁλίσκεται.]

οὐ μὴν φίλους γε, κἄτι μᾶλλον ἢ φίλους,

κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.

Θη. ὦ πόλλ' ἁμαρτάνοντες ἄνθρωποι μάτην,

τί δὴ τέχνας μὲν μυρίας διδάσκετε

καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,

ἓν δ' οὐκ ἐπίστασθ' οὐδ' ἐθηράσασθέ πω,

920 φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;

Ιπ. δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν

τοὺς μὴ φρονοῦντας δυνατός ἐστ' ἀναγκάσαι.

ἀλλ' οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,

δέδοικα μή σου γλῶσσ' ὑπερβάλληι κακοῖς.

Θη. φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον

σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,

ὅστις τ' ἀληθής ἐστιν ὅς τε μὴ φίλος,

δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,

τὴν μὲν δικαίαν τὴν δ' ὅπως ἐτύγχανεν,

930 ὡς ἡ φρονοῦσα τἄδικ' ἐξηλέγχετο

πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.

Ιπ. ἀλλ' ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει

φίλων, νοσοῦμεν δ' οὐδὲν ὄντες αἴτιοι;

ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με

λόγοι, παραλλάσσοντες ἔξεδροι φρενῶν.

Θη. φεῦ τῆς βροτείας–ποῖ προβήσεται; –φρενός.

τί τέρμα τόλμης καὶ θράσους γενήσεται;

εἰ γὰρ κατ' ἀνδρὸς βίοτον ἐξογκώσεται,

ὁ δ' ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν

940 πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ

ἄλλην δεήσει γαῖαν ἣ χωρήσεται

τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.

σκέψασθε δ' ἐς τόνδ', ὅστις ἐξ ἐμοῦ γεγὼς

ἤισχυνε τἀμὰ λέκτρα κἀξελέγχεται

πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.

δεῖξον δ', ἐπειδή γ' ἐς μίασμ' ἐλήλυθα,

τὸ σὸν πρόσωπον δεῦρ' ἐναντίον πατρί.

σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ

ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;

950 οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ

θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.

ἤδη νυν αὔχει καὶ δι' ἀψύχου βορᾶς

σίτοις καπήλευ' Ὀρφέα τ' ἄνακτ' ἔχων

βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·

ἐπεί γ' ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ

φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ

σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.

τέθνηκεν ἥδε· τοῦτό σ' ἐκσώσειν δοκεῖς;

ἐν τῶιδ' ἁλίσκηι πλεῖστον, ὦ κάκιστε σύ·

960 ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι

τῆσδ' ἂν γένοιντ' ἄν, ὥστε σ' αἰτίαν φυγεῖν;

μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον

τοῖς γνησίοισι πολέμιον πεφυκέναι;

κακὴν ἄρ' αὐτὴν ἔμπορον βίου λέγεις

εἰ δυσμενείαι σῆι τὰ φίλτατ' ὤλεσεν.

ἀλλ' ὡς τὸ σῶφρον ἀνδράσιν μὲν οὐκ ἔνι,

γυναιξὶ δ' ἐμπέφυκεν; οἶδ' ἐγὼ νέους

οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,

ὅταν ταράξηι Κύπρις ἡβῶσαν φρένα·

970 τὸ δ' ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.

νῦν οὖν–τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις

νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;

ἔξερρε γαίας τῆσδ' ὅσον τάχος φυγάς,

καὶ μήτ' Ἀθήνας τὰς θεοδμήτους μόληις

μήτ' εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.

εἰ γὰρ παθών γέ σου τάδ' ἡσσηθήσομαι,

οὐ μαρτυρήσει μ' Ἴσθμιος Σίνις ποτὲ

κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,

οὐδ' αἱ θαλάσσηι σύννομοι Σκιρωνίδες

980 φήσουσι πέτραι τοῖς κακοῖς μ' εἶναι βαρύν.

Χο. οὐκ οἶδ' ὅπως εἴποιμ' ἂν εὐτυχεῖν τινα

θνητῶν· τὰ γὰρ δὴ πρῶτ' ἀνέστραπται πάλιν.

Ιπ. πάτερ, μένος μὲν ξύντασις τε σῶν φρενῶν

δεινή· τὸ μέντοι πρᾶγμ', ἔχον καλοὺς λόγους,

εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.

ἐγὼ δ' ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,

ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος·

ἔχει δὲ μοῖραν καὶ τόδ'· οἱ γὰρ ἐν σοφοῖς

φαῦλοι παρ' ὄχλωι μουσικώτεροι λέγειν.

990 ὅμως δ' ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,

γλῶσσάν μ' ἀφεῖναι. πρῶτα δ' ἄρξομαι λέγειν

ὅθεν μ' ὑπῆλθες πρῶτον ὡς διαφθερῶν

οὐκ ἀντιλέξοντ'. εἰσορᾶις φάος τόδε

καὶ γαῖαν· ἐν τοῖσδ' οὐκ ἔνεστ' ἀνὴρ ἐμοῦ,

οὐδ' ἢν σὺ μὴ φῆις, σωφρονέστερος γεγώς.

ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν

φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις

ἀλλ' οἷσιν αἰδὼς μήτ' ἐπαγγέλλειν κακὰ

μήτ' ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις,

1000 οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,

ἀλλ' αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.

ἑνὸς δ' ἄθικτος, ὧι με νῦν ἔχειν δοκεῖς·

λέχους γὰρ ἐς τόδ' ἡμέρας ἁγνὸν δέμας.

οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγωι κλύων

γραφῆι τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν

πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.

καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ'· ἴτω·

δεῖ δή σε δεῖξαι τῶι τρόπωι διεφθάρην.

πότερα τὸ τῆσδε σῶμ' ἐκαλλιστεύετο

1010 πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον

ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;

μάταιος ἆρ' ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.

ἀλλ' ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;

†ἥκιστά γ', εἰ μὴ† τὰς φρένας διέφθορεν

θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.

ἐγὼ δ' ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς

πρῶτος θέλοιμ' ἄν, ἐν πόλει δὲ δεύτερος

σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις·

πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ' ἀπὼν

1020 κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.

ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ' ἄλλ' ἔχεις·

εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ' ἐγὼ

καὶ τῆσδ' ὁρώσης φέγγος ἠγωνιζόμην,

ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·

νῦν δ' ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς

ὄμνυμι τῶν σῶν μήποθ' ἅψασθαι γάμων

μηδ' ἂν θελῆσαι μηδ' ἂν ἔννοιαν λαβεῖν.

ἦ τἄρ' ὀλοίμην ἀκλεὴς ἀνώνυμος

[ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,]

1030 καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου

σάρκας θανόντος, εἰ κακὸς πέφυκ' ἀνήρ.

τί δ' ἥδε δειμαίνουσ' ἀπώλεσεν βίον

οὐκ οἶδ', ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν·

ἐσωφρόνησε δ' οὐκ ἔχουσα σωφρονεῖν,

ἡμεῖς δ' ἔχοντες οὐ καλῶς ἐχρώμεθα.

Χο. ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφὴν

ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.

Θη. ἆρ' οὐκ ἐπωιδὸς καὶ γόης πέφυχ' ὅδε,

ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίαι

1040 ψυχὴν κρατήσειν, τὸν τεκόντ' ἀτιμάσας;

Ιπ. καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·

εἰ γὰρ σὺ μὲν παῖς ἦσθ', ἐγὼ δὲ σὸς πατήρ,

ἔκτεινά τοί σ' ἂν κοὐ φυγαῖς ἐζημίουν,

εἴπερ γυναικὸς ἠξίους ἐμῆς θιγεῖν.

Θη. ὡς ἄξιον τόδ' εἶπας. οὐχ οὕτω θανῆι,

ὥσπερ σὺ σαυτῶι τόνδε προύθηκας νόμον·

ταχὺς γὰρ Ἅιδης ῥᾶιστος ἀνδρὶ δυστυχεῖ·

ἀλλ' ἐκ πατρώιας φυγὰς ἀλητεύων χθονὸς

ξένην ἐπ' αἶαν λυπρὸν ἀντλήσεις βίον.

1050 [μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.]

Ιπ. οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον

δέξηι καθ' ἡμῶν, ἀλλά μ' ἐξελᾶις χθονός;

Θη. πέραν γε Πόντου καὶ τόπων Ἀτλαντικῶν,

εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.

Ιπ. οὐδ' ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων

φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;

Θη. ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη

κατηγορεῖ σου πιστά· τοὺς δ' ὑπὲρ κάρα

φοιτῶντας ὄρνις πόλλ' ἐγὼ χαίρειν λέγω.

1060 Ιπ. ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,

ὅστις γ' ὑφ' ὑμῶν, οὓς σέβω, διόλλυμαι;

οὐ δῆτα· πάντως οὐ πίθοιμ' ἂν οὕς με δεῖ,

μάτην δ' ἂν ὅρκους συγχέαιμ' οὓς ὤμοσα.

Θη. οἴμοι, τὸ σεμνὸν ὥς μ' ἀποκτενεῖ τὸ σόν.

οὐκ εἶ πατρώιας ἐκτὸς ὡς τάχιστα γῆς;

Ιπ. ποῖ δῆθ' ὁ τλήμων τρέψομαι; τίνος ξένων

δόμους ἔσειμι, τῆιδ' ἐπ' αἰτίαι φυγών;

Θη. ὅστις γυναικῶν λυμεῶνας ἥδεται

ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.

1070 Ιπ. αἰαῖ, πρὸς ἧπαρ· δακρύων ἐγγὺς τόδε,

εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.

Θη. τότε στενάζειν καὶ προγιγνώσκειν σ' ἐχρῆν

ὅτ' ἐς πατρώιαν ἄλοχον ὑβρίζειν ἔτλης.

Ιπ. ὦ δώματ', εἴθε φθέγμα γηρύσαισθέ μοι

καὶ μαρτυρήσαιτ' εἰ κακὸς πέφυκ' ἀνήρ.

Θη. ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·

τὸ δ' ἔργον οὐ λέγον σε μηνύει κακόν.

Ιπ. φεῦ·

εἴθ' ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον

1080 στάνθ', ὡς ἐδάκρυσ' οἷα πάσχομεν κακά.

Θη. πολλῶι γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν

ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.

Ιπ. ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·

μηδείς ποτ' εἴη τῶν ἐμῶν φίλων νόθος.

Θη. οὐχ ἕλξετ' αὐτόν, δμῶες; οὐκ ἀκούετε

πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;

Ιπ. κλαίων τις αὐτῶν ἆρ' ἐμοῦ γε θίξεται·

σὺ δ' αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.

Θη. δράσω τάδ', εἰ μὴ τοῖς ἐμοῖς πείσηι λόγοις·

οὐ γάρ τις οἶκτος σῆς μ' ὑπέρχεται φυγῆς.

1090 Ιπ. ἄραρεν, ὡς ἔοικεν. ὦ τάλας ἐγώ,

ὡς οἶδα μὲν ταῦτ', οἶδα δ' οὐχ ὅπως φράσω.

ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,

σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ

κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις

καὶ γαῖ' Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,

ὡς ἐγκαθηβᾶν πόλλ' ἔχεις εὐδαίμονα,

χαῖρ'· ὕστατον γάρ σ' εἰσορῶν προσφθέγγομαι.

ἴτ', ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,

προσείπαθ' ἡμᾶς καὶ προπέμψατε χθονός·

1100 ὡς οὔποτ' ἄλλον ἄνδρα σωφρονέστερον

ὄψεσθε, κεἰ μὴ ταῦτ' ἐμῶι δοκεῖ πατρί.

ΘΕΡΑΠΟΝΤΕΣ

στρ. α ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ', ὅταν φρένας

ἔλθηι,

λύπας παραιρεῖ· ξύνεσιν δέ τιν' ἐλπίδι κεύθων

λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι

λεύσσων·

ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ' ἵσταται

ἀνδράσιν αἰὼν

1110 πολυπλάνητος αἰεί.

ἀντ. α Χο. εἴθε μοι εὐξαμέναι θεόθεν τάδε μοῖρα

παράσχοι,

τύχαν μετ' ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν·

δόξα δὲ μήτ' ἀτρεκὴς μήτ' αὖ παράσημος

ἐνείη,

ῥάιδια δ' ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ

1119 βίον συνευτυχοίην.

στρ. β Θε. οὐκέτι γὰρ καθαρὰν φρέν' ἔχω, παρὰ δ' ἐλπίδ'

ἃ λεύσσω·

ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ' Ἀφαίας

εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς

ἄλλαν ἐπ' αἶαν ἱέμενον.

ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,

ὦ δρυμὸς ὄρεος ὅθι κυνῶν

ὠκυπόδων μέτα θῆρας ἔναιρεν

1130 Δίκτυνναν ἀμφὶ σεμνάν.

ἀντ. β Χο. οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσηι

τὸν ἀμφὶ Λίμνας τρόχον κατέχων ποδὶ

γυμνάδος ἵππου·

μοῦσα δ' ἄυπνος ὑπ' ἄντυγι χορδᾶν

λήξει πατρῶιον ἀνὰ δόμον·

ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι

Λατοῦς βαθεῖαν ἀνὰ χλόαν·

1140 νυμφιδία δ' ἀπόλωλε φυγᾶι σᾶι

λέκτρων ἅμιλλα κούραις.

ἐπωιδ. ἐγὼ δὲ σᾶι δυστυχίαι

δάκρυσιν διοίσω

πότμον ἄποτμον. ὦ τάλαινα μᾶτερ,

ἔτεκες ἀνόνατα· φεῦ,

μανίω θεοῖσιν.

ἰὼ ἰώ·

συζύγιαι Χάριτες, τί τὸν τάλαν' ἐκ πατρίας γᾶς

οὐδὲν ἄτας αἴτιον

1150 πέμπετε τῶνδ' ἀπ' οἴκων;

καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ' εἰσορῶ

σπουδῆι σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

ΑΓΓΕΛΟΣ

ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν

εὕροιμ' ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι

σημήνατ'· ἆρα τῶνδε δωμάτων ἔσω;

Χο. ὅδ' αὐτὸς ἔξω δωμάτων πορεύεται.

Αγ. Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον

σοὶ καὶ πολίταις οἵ τ' Ἀθηναίων πόλιν

ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

1160 Θη. τί δ' ἔστι; μῶν τις συμφορὰ νεωτέρα

δισσὰς κατείληφ' ἀστυγείτονας πόλεις;

Αγ. Ἱππόλυτος οὐκέτ' ἔστιν, ὡς εἰπεῖν ἔπος·

δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

Θη. πρὸς τοῦ; δι' ἔχθρας μῶν τις ἦν ἀφιγμένος

ὅτου κατήισχυν' ἄλοχον ὡς πατρὸς βίαι;

Αγ. οἰκεῖος αὐτὸν ὤλεσ' ἁρμάτων ὄχος

ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῶι πατρὶ

πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

Θη. ὦ θεοί, Πόσειδόν θ'· ὡς ἄρ' ἦσθ' ἐμὸς πατὴρ

1170 ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.

πῶς καὶ διώλετ'; εἰπέ, τῶι τρόπωι Δίκης

ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντά με;

Αγ. ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας

ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας

κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων

ὡς οὐκέτ' ἐν γῆι τῆιδ' ἀναστρέψοι πόδα

Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.

ὁ δ' ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος

ἡμῖν ἐπ' ἀκτάς, μυρία δ' ὀπισθόπους

1180 φίλων ἅμ' ἔστειχ' ἡλίκων <θ'> ὁμήγυρις.

χρόνωι δὲ δή ποτ' εἶπ' ἀπαλλαχθεὶς γόων·

Τί ταῦτ' ἀλύω; πειστέον πατρὸς λόγοις.

ἐντύναθ' ἵππους ἅρμασι ζυγηφόρους,

δμῶες, πόλις γὰρ οὐκέτ' ἔστιν ἥδε μοι.

τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,

καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας

πώλους παρ' αὐτὸν δεσπότην ἐστήσαμεν.

μάρπτει δὲ χερσὶν ἡνίας ἀπ' ἄντυγος,

αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.

1190 καὶ πρῶτα μὲν θεοῖς εἶπ' ἀναπτύξας χέρας·

Ζεῦ, μηκέτ' εἴην εἰ κακὸς πέφυκ' ἀνήρ·

αἴσθοιτο δ' ἡμᾶς ὡς ἀτιμάζει πατὴρ

ἤτοι θανόντας ἢ φάος δεδορκότας.

κἀν τῶιδ' ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν

πώλοις ἁμαρτῆι· πρόσπολοι δ' ὑφ' ἅρματος

πέλας χαλινῶν εἱπόμεσθα δεσπότηι

τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

ἐπεὶ δ' ἔρημον χῶρον εἰσεβάλλομεν,

ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς

1200 πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.

ἔνθεν τις ἠχὼ χθόνιος, ὡς βροντὴ Διός,

βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·

ὀρθὸν δὲ κρᾶτ' ἔστησαν οὖς τ' ἐς οὐρανὸν

ἵπποι, παρ' ἡμῖν δ' ἦν φόβος νεανικὸς

πόθεν ποτ' εἴη φθόγγος. ἐς δ' ἁλιρρόθους

ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν

κῦμ' οὐρανῶι στηρίζον, ὥστ' ἀφηιρέθη

Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,

ἔκρυπτε δ' Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.

1210 κἄπειτ' ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν

πολὺν καχλάζον ποντίωι φυσήματι

χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.

αὐτῶι δὲ σὺν κλύδωνι καὶ τρικυμίαι

κῦμ' ἐξέθηκε ταῦρον, ἄγριον τέρας·

οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη

φρικῶδες ἀντεφθέγγετ', εἰσορῶσι δὲ

κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.

εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·

καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν

1220 πολὺς ξυνοικῶν ἥρπασ' ἡνίας χεροῖν,

ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,

ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·

αἱ δ' ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις

βίαι φέρουσιν, οὔτε ναυκλήρου χερὸς

οὔθ' ἱπποδέσμων οὔτε κολλητῶν ὄχων

μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ

γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,

προυφαίνετ' ἐς τὸ πρόσθεν, ὥστ' ἀναστρέφειν,

ταῦρος, φόβωι τέτρωρον ἐκμαίνων ὄχον·

1230 εἰ δ' ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,

σιγῆι πελάζων ἄντυγι ξυνείπετο,

ἐς τοῦθ' ἕως ἔσφηλε κἀνεχαίτισεν

ἁψῖδα πέτρωι προσβαλὼν ὀχήματος.

σύμφυρτα δ' ἦν ἅπαντα· σύριγγές τ' ἄνω

τροχῶν ἐπήδων ἀξόνων τ' ἐνήλατα,

αὐτὸς δ' ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς

δεσμὸν δυσεξέλικτον ἕλκεται δεθείς,

σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα

θραύων τε σάρκας, δεινὰ δ' ἐξαυδῶν κλύειν·

1240 Στῆτ', ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,

μή μ' ἐξαλείψητ'. ὦ πατρὸς τάλαιν' ἀρά·

τίς ἄνδρ' ἄριστον βούλεται σῶσαι παρών;

πολλοὶ δὲ βουληθέντες ὑστέρωι ποδὶ

ἐλειπόμεσθα. χὠ μὲν ἐκ δεσμῶν λυθεὶς

τμητῶν ἱμάντων οὐ κάτοιδ' ὅτωι τρόπωι

πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·

ἵπποι δ' ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας

ταύρου λεπαίας οὐ κάτοιδ' ὅποι χθονός.

δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,

1250 ἀτὰρ τοσοῦτόν γ' οὐ δυνήσομαί ποτε,

τὸν σὸν πιθέσθαι παῖδ' ὅπως ἐστὶν κακός,

οὐδ' εἰ γυναικῶν πᾶν κρεμασθείη γένος

καὶ τὴν ἐν Ἴδηι γραμμάτων πλήσειέ τις

πεύκην· ἐπεί νιν ἐσθλὸν ὄντ' ἐπίσταμαι.

Χο. αἰαῖ, κέκρανται συμφορὰ νέων κακῶν,

οὐδ' ἔστι μοίρας τοῦ χρεών τ' ἀπαλλαγή.

Θη. μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε

λόγοισιν ἥσθην τοῖσδε· νῦν δ' αἰδούμενος

θεούς τ' ἐκεῖνόν θ', οὕνεκ' ἐστὶν ἐξ ἐμοῦ,

1260 οὔθ' ἥδομαι τοῖσδ' οὔτ' ἐπάχθομαι κακοῖς.

Αλ. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον

δράσαντας ἡμᾶς σῆι χαρίζεσθαι φρενί;

φρόντιζ'· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν

οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ' ἔσηι.

Θη. κομίζετ' αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν

λόγοις τ' ἐλέγξω δαιμόνων τε συμφοραῖς

τὸν τἄμ' ἀπαρνηθέντα μὴ χρᾶναι λέχη.

Χο. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν

ἄγεις, Κύπρι, σὺν δ' ὁ ποι-

1270 κιλόπτερος ἀμφιβαλὼν

ὠκυτάτωι πτερῶι·

ποτᾶται δὲ γαῖαν εὐάχητόν θ'

ἁλμυρὸν ἐπὶ πόντον,

θέλγει δ' Ἔρως ὧι μαινομέναι κραδίαι

πτανὸς ἐφορμάσηι χρυσοφαής,

φύσιν ὀρεσκόων σκύμνων πελαγίων θ'

ὅσα τε γᾶ τρέφει

τά τ' αἰθόμενος ἅλιος δέρκεται

1280 ἄνδρας τε· συμπάντων βασιληίδα τι-

μάν, Κύπρι, τῶνδε μόνα κρατύνεις.

ΑΡΤΕΜΙΣ

σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι

παῖδ' ἐπακοῦσαι·

Λητοῦς δὲ κόρη σ' Ἄρτεμις αὐδῶ.

Θησεῦ, τί τάλας τοῖσδε συνήδηι,

παῖδ' οὐχ ὁσίως σὸν ἀποκτείνας

ψεύδεσι μύθοις ἀλόχου πεισθεὶς

ἀφανῆ; φανερὰν δ' ἔσχεθες ἄτην.

1290 πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις

δέμας αἰσχυνθείς,

ἢ πτηνὸν ἄω μεταβὰς βίοτον

πήματος ἔξω πόδα τοῦδ' ἀνέχεις;

ὡς ἔν γ' ἀγαθοῖς ἀνδράσιν οὔ σοι

κτητὸν βιότου μέρος ἐστίν.

ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν.

καίτοι προκόψω γ' οὐδέν, ἀλγυνῶ δέ σε·

ἀλλ' ἐς τόδ' ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα

τοῦ σοῦ δικαίαν, ὡς ὑπ' εὐκλείας θάνηι,

1300 καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ

γενναιότητα. τῆς γὰρ ἐχθίστης θεῶν

ἡμῖν ὅσαισι παρθένειος ἡδονὴ

δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν·

γνώμηι δὲ νικᾶν τὴν Κύπριν πειρωμένη

τροφοῦ διώλετ' οὐχ ἑκοῦσα μηχαναῖς,

ἣ σῶι δι' ὅρκων παιδὶ σημαίνει νόσον.

ὁ δ', ὥσπερ οὖν δίκαιον, οὐκ ἐφέσπετο

λόγοισιν, οὐδ' αὖ πρὸς σέθεν κακούμενος

ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς·

1310 ἡ δ' εἰς ἔλεγχον μὴ πέσηι φοβουμένη

ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν

δόλοισι σὸν παῖδ', ἀλλ' ὅμως ἔπεισέ σε.

Θη. οἴμοι.

Αρ. δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ' ἔχ' ἥσυχος,

τοὐνθένδ' ἀκούσας ὡς ἂν οἰμώξηις πλέον.

ἆρ' οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;

ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,

ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρῶν τινα.

πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς

1320 ἔδωχ' ὅσονπερ χρῆν, ἐπείπερ ἤινεσεν·

σὺ δ' ἔν τ' ἐκείνωι κἀν ἐμοὶ φαίνηι κακός,

ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα

ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνωι μακρῶι

σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ' ἐχρῆν

ἀρὰς ἐφῆκας παιδὶ καὶ κατέκτανες.

Θη. δέσποιν', ὀλοίμην. Αρ. δείν' ἔπραξας, ἀλλ' ὅμως

ἔτ' ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·

Κύπρις γὰρ ἤθελ' ὥστε γίγνεσθαι τάδε,

πληροῦσα θυμόν. θεοῖσι δ' ὦδ' ἔχει νόμος·

οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίαι

1330 τῆι τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεσθ' ἀεί.

ἐπεί, σάφ' ἴσθι, Ζῆνα μὴ φοβουμένη

οὐκ ἄν ποτ' ἦλθον ἐς τόδ' αἰσχύνης ἐγὼ

ὥστ' ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ

θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν

τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·

ἔπειτα δ' ἡ θανοῦσ' ἀνήλωσεν γυνὴ

λόγων ἐλέγχους, ὥστε σὴν πεῖσαι φρένα.

μάλιστα μέν νυν σοὶ τάδ' ἔρρωγεν κακά,

λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ

1340 θνήισκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς

αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.

Χο. καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,

σάρκας νεαρὰς ξανθόν τε κάρα

διαλυμανθείς. ὦ πόνος οἴκων,

οἷον ἐκράνθη δίδυμον μελάθροις

πένθος θεόθεν καταληπτόν.

Ιπ. αἰαῖ αἰαῖ·

δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου

χρησμοῖς ἀδίκοις διελυμάνθην.

1350 ἀπόλωλα τάλας, οἴμοι μοι.

διά μου κεφαλῆς ἄισσουσ' ὀδύναι

κατά τ' ἐγκέφαλον πηδᾶι σφάκελος·

σχές, ἀπειρηκὸς σῶμ' ἀναπαύσω.

ἒ ἔ·

ὦ στυγνὸν ὄχημ' ἵππειον, ἐμῆς

βόσκημα χερός,

διά μ' ἔφθειρας, κατὰ δ' ἔκτεινας.

φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμα, δμῶες,

χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.

τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;

1360 πρόσφορά μ' αἴρετε, σύντονα δ' ἕλκετε

τὸν κακοδαίμονα καὶ κατάρατον

πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ' ὁρᾶις;

ὅδ' ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,

ὅδ' ὁ σωφροσύνηι πάντας ὑπερσχών,

προῦπτον ἐς Ἅιδην στείχω, κατ' ἄκρας

ὀλέσας βίοτον, μόχθους δ' ἄλλως

τῆς εὐσεβίας

εἰς ἀνθρώπους ἐπόνησα.

1370 αἰαῖ αἰαῖ·

καὶ νῦν ὀδύνα μ' ὀδύνα βαίνει·

μέθετέ με τάλανα,

καί μοι θάνατος παιὰν ἔλθοι.

†προσαπόλλυτέ μ' ὄλλυτε τὸν δυσδαί-

μονα·† ἀμφιτόμου λόγχας ἔραμαι,

διαμοιρᾶσαι κατά τ' εὐνᾶσαι

τὸν ἐμὸν βίοτον.

ὦ πατρὸς ἐμοῦ δύστανος ἀρά·

μιαιφόνον τι σύγγονον

1380 παλαιῶν προγεννη-

τόρων ἐξορίζεται

κακὸν οὐδὲ μένει,

ἔμολέ τ' ἐπ' ἐμέ–τί ποτε, τὸν οὐ-

δὲν ὄντ' ἐπαίτιον κακῶν;

ἰώ μοί μοι.

τί φῶ; πῶς ἀπαλλά-

ξω βιοτὰν ἐμὰν

τοῦδ' ἀνάλγητον πάθους;

εἴθε με κοιμάσειε τὸν

δυσδαίμον' Ἅιδα μέλαι-

να νύκτερός τ' ἀνάγκα.

Αρ. ὦ τλῆμον, οἵαι συμφορᾶι συνεζύγης·

1390 τὸ δ' εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.

Ιπ. ἔα·

ὦ θεῖον ὀσμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς

ὢν ἠισθόμην σου κἀνεκουφίσθην δέμας.

ἔστ' ἐν τόποισι τοισίδ' Ἄρτεμις θεά.

Αρ. ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.

Ιπ. ὁρᾶις με, δέσποιν', ὡς ἔχω, τὸν ἄθλιον;

Αρ. ὁρῶ· κατ' ὄσσων δ' οὐ θέμις βαλεῖν δάκρυ.

Ιπ. οὐκ ἔστι σοι κυναγὸς οὐδ' ὑπηρέτης.

Αρ. οὐ δῆτ'· ἀτάρ μοι προσφιλής γ' ἀπόλλυσαι.

Ιπ. οὐδ' ἱππονώμας οὐδ' ἀγαλμάτων φύλαξ.

1400 Αρ. Κύπρις γὰρ ἡ πανοῦργος ὧδ' ἐμήσατο.

Ιπ. οἴμοι, φρονῶ δὴ δαίμον' ἥ μ' ἀπώλεσεν.

Αρ. τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ' ἤχθετο.

Ιπ. τρεῖς ὄντας ἡμᾶς ὤλεσ', ἤισθημαι, μία.

Αρ. πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.

Ιπ. ὤιμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.

Αρ. ἐξηπατήθη δαίμονος βουλεύμασιν.

Ιπ. ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.

Θη. ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.

Ιπ. στένω σε μᾶλλον ἢ 'μὲ τῆς ἁμαρτίας.

1410 Θη. εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.

Ιπ. ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.

Θη. ὡς μήποτ' ἐλθεῖν ὤφελ' ἐς τοὐμὸν στόμα.

Ιπ. τί δ'; ἔκτανές τἄν μ', ὡς τότ' ἦσθ' ὠργισμένος.

Θη. δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.

Ιπ. φεῦ·

εἴθ' ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.

Αρ. ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον

θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας

ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,

σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν·

1420 ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς

ὃς ἂν μάλιστα φίλτατος κυρῆι βροτῶν

τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.

σοὶ δ', ὦ ταλαίπωρ', ἀντὶ τῶνδε τῶν κακῶν

τιμὰς μεγίστας ἐν πόλει Τροζηνίαι

δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος

κόμας κεροῦνταί σοι, δι' αἰῶνος μακροῦ

πένθη μέγιστα δακρύων καρπουμένωι·

ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων

ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν

1430 ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.

σὺ δ', ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ

σὸν παῖδ' ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·

ἄκων γὰρ ὤλεσάς νιν, ἀνθρώποισι δὲ

θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.

καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,

Ἱππόλυτ'· ἔχεις γὰρ μοῖραν ἧι διεφθάρης.

καὶ χαῖρ'· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν

οὐδ' ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·

ὁρῶ δέ σ' ἤδη τοῦδε πλησίον κακοῦ.

1440 Ιπ. χαίρουσα καὶ σὺ στεῖχε, παρθέν' ὀλβία·

μακρὰν δὲ λείπεις ῥαιδίως ὁμιλίαν.

λύω δὲ νεῖκος πατρὶ χρηιζούσης σέθεν·

καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.

αἰαῖ, κατ' ὄσσων κιγχάνει μ' ἤδη σκότος·

λαβοῦ πάτερ μου καὶ κατόρθωσον δέμας.

Θη. οἴμοι, τέκνον, τί δρᾶις με τὸν δυσδαίμονα;

Ιπ. ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.

Θη. ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;

Ιπ. οὐ δῆτ', ἐπεί σε τοῦδ' ἐλευθερῶ φόνου.

1450 Θη. τί φήις; ἀφίης αἵματός μ' ἐλεύθερον;

Ιπ. τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.

Θη. ὦ φίλταθ', ὡς γενναῖος ἐκφαίνηι πατρί.

Ιπ. ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.

Θη. οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.

Ιπ. τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.

Θη. μή νυν προδῶις με, τέκνον, ἀλλὰ καρτέρει.

Ιπ. κεκαρτέρηται τἄμ'· ὄλωλα γάρ, πάτερ.

κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.

Θη. ὦ κλείν' Ἀφαίας Παλλάδος θ' ὁρίσματα,

1460 οἵου στερήσεσθ' ἀνδρός. ὦ τλήμων ἐγώ,

ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.

Χο. κοινὸν τόδ' ἄχος πᾶσι πολίταις

ἦλθεν ἀέλπτως.

πολλῶν δακρύων ἔσται πίτυλος·

τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς

φῆμαι μᾶλλον κατέχουσιν.