4 Μαΐου 2010

ΔΙΟΓΕΝΟΥΣ, ΑΝΤΙΣΘΕΝΟΥΣ και ΚΡΑΤΗΤΟΣ (Νεκρικοί διάλογοι Λουκιανού )

[1] ΔΙΟΓΕΝΗΣ
Ἀντίσθενες καὶ Κράτης͵ σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν εὐθὺ τῆς καθόδου περιπατήσοντες͵ ὀψόμενοι τοὺς κατιόντας οἷοί τινές εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;
ΑΝΤΙΣΘΕΝΗΣ
Ἀπίωμεν͵ ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ θέαμα γένοιτο͵ τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν͵ τοὺς δὲ ἱκετεύοντας ἀφεθῆναι. ἐνίους δὲ μόλις κατιόντας καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ ὅμως ἀντιβαίνοντας καὶ ὑπτίους ἀντερείδοντας οὐδὲν δέον.
ΚΡΑΤΗΣ
Ἔγωγ΄ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.
ΔΙΟΓΕΝΗΣ
Διήγησαι͵ ὦ Κράτης· ἔοικας γάρ τινα ἑωρακέναι παγγέλοια.
ΚΡΑΤΗΣ
[2] Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν͵ ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος ὁ ἡμέτερος καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος καὶ Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν ὑπὸ τὸν Κιθαιρῶνα Ἐλευσῖνάδε οἶμαι βαδίζωνἔστενε καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε καὶ τὰ παιδία͵ ἃ νεογνὰ καταλελοίπει͵ ἀνεκαλεῖτο καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης͵ ὃς Κιθαιρῶνα ὑπερβάλλων καὶ τὰ περὶ τὰς Ἐλευθερὰς χωρία πανέρημα ὄντα ὑπὸ τῶν πολέμων διοδεύων δύο μόνους οἰκέτας ἐπηγάγετο͵ καὶ ταῦτα φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ΄ ἑαυτοῦ κομίζων. [3] ὁ δὲ Ἀρσάκηςγηραιὸς ἤδη καὶ νὴ Δί΄ οὐκ ἄσεμνος τὴν ὄψινεἰς τὸ βαρβαρικὸν ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ καὶ ὁ ἵππος αὐτῷ συνετεθνήκει͵ μιᾷ πληγῇ ἀμφότεροι διαπαρέντες ὑπὸ Θρᾳκός τινος πελταστοῦ ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ πρὸς τὸν Καππαδόκην συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης ἐπήλαυνεν͵ ὡς διηγεῖτο͵ πολὺ τῶν ἄλλων προεξορμήσας͵ ὑποστὰς δὲ ὁ Θρᾷξ τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν͵ ὑποθεὶς δὲ τὴν σάρισαν αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
ΑΝΤΙΣΘΕΝΗΣ
[4] Πῶς οἷόν τε͵ ὦ Κράτης͵ μιᾷ πληγῇ τοῦτο γενέσθαι;
ΚΡΑΤΗΣ
Ρᾷστ’, ὦ Ἀντισθένες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα κοντὸν προβεβλημένος͵ ὁ Θρᾷξ δ΄ ἐπειδὴ τῇ πέλτῃ παρεκρούσατο τὴν προσβολὴν καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή͵ ἐς τὸ γόνυ ὀκλάσας δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον ὑπὸ θυμοῦ καὶ σφοδρότητος ἑαυτὸν διαπείραντα· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης ἐκ τοῦ βουβῶνος διαμπὰξ ἄχρι ὑπὸ τὴν πυγήν. ὁρᾷς οἷόν τι ἐγένετο͵ οὐ τοῦ ἀνδρός͵ ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ΄ ὅμως ὁμότιμος ὢν τοῖς ἄλλοις καὶ ἠξίου ἱππεὺς κατιέναι. [5] ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε καὶ οὐδ΄ ἑστάναι χαμαί͵ οὐχ ὅπως βαδίζειν ἐδύνατο· πάσχουσι δ΄ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες͵ ἢν ἀποβῶσι τῶν ἵππων· ὥσπερ οἱ ἐπὶ τῶν ἀκανθῶν ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν͵ ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν ἄχρι πρὸς τὸ πορθμεῖον͵ ἐγὼ δὲ ἐγέλων.
ΑΝΤΙΣΘΕΝΗΣ
[6] Κἀγὼ δὲ ὁπότε κατῄειν͵ οὐδ΄ ἀνέμιξα ἐμαυτὸν τοῖς ἄλλοις͵ ἀλλ΄ ἀφεὶς οἰμώζοντας αὐτοὺς προδραμὼν ἐπὶ τὸ πορθμεῖον προκατέλαβον χώραν͵ ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων͵ ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ΄ αὐτοῖς.
ΔΙΟΓΕΝΗΣ
[7] Σὺ μέν͵ ὦ Κράτης καὶ Ἀντίσθενες͵ τοιούτων ἐτύχετε τῶν ξυνοδοιπόρων͵ ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πειραιῶς καὶ Λάμπις ὁ Ἀκαρνὰν ξεναγὸς ὢν καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου συγκατῄεσαν͵ ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών͵ ὁ δὲ Λάμπις δι΄ ἔρωτα Μυρτίου τῆς ἑταίρας ἀποσφάξας ἑαυτόν͵ ὁ δὲ Βλεψίας λιμῷ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι καὶ ἐδήλου δὲ ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς εἰς τὸ ἀκριβέστατον φαινόμενος. ἐγὼ δὲ καίπερ εἰδὼς ἀνέκρινον͵ ὃν τρόπον ἀποθάνοιεν. εἶτα τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν͵ Οὐκ ἄδικα μέντοι ἔπαθες͵ ἔφην͵ ὑπ΄ αὐτοῦ͵ εἰ τάλαντα ἔχων ὁμοῦ χίλια καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὢν ὀκτωκαιδεκαέτει νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ͵ ὦ Ἀκαρνάν͵ ἔστενε γὰρ κἀκεῖνος καὶ κατηρᾶτο τῇ Μυρτίῳτί αἰτιᾷ τὸν Ἔρωτα͵ σεαυτὸν δέον͵ ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας͵ ἀλλὰ φιλοκινδύνως ἠγωνίζου πρὸ τῶν ἄλλων͵ ἀπὸ δὲ τοῦ τυχόντος παιδισκαρίου καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν͵ ὡς τὰ χρήματα ἐφύλαττεν τοῖς οὐδὲν προσήκουσιν κληρονόμοις͵ εἰς ἀεὶ βιώσεσθαι ὁ μάταιος νομίζων. πλὴν ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε στένοντες. [8] ἀλλ΄ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν͵ ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς ἀφικνουμένους. βαβαί͵ πολλοί γε καὶ ποικίλοι καὶ πάντες δακρύοντες πλὴν τῶν νεογνῶν τούτων καὶ νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου; [9] τοῦτον οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς͵ ὦ βέλτιστε͵ καὶ ταῦτα γέρων ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα;
ΠΤΩΧΟΣ
Οὐδαμῶς.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ σατράπης τις;
ΠΤΩΧΟΣ
Οὐδὲ τοῦτο.
ΔΙΟΓΕΝΗΣ
Ἆρα οὖν ἐπλούτεις͵ εἶτα ἀνιᾷ σε τὸ πολλὴν τρυφὴν ἀπολιπόντα τεθνάναι;
ΠΤΩΧΟΣ
Οὐδὲν τοιοῦτο͵ ἀλλ΄ ἔτη μὲν ἐγεγόνειν ἀμφὶ τὰ ἐνενήκοντα͵ βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς εἶχον εἰς ὑπερβολὴν πτωχὸς ὢν ἄτεκνός τε καὶ προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων.
ΔΙΟΓΕΝΗΣ
Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες;
ΠΤΩΧΟΣ
Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς καὶ τὸ τεθνάναι δεινὸν καὶ φευκτέον.
ΔΙΟΓΕΝΗΣ
Παραπαίεις͵ ὦ γέρον͵ καὶ μειρακιεύῃ πρὸς τὸ χρεών͵ καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων͵ ὁπότε οἱ τηλικοῦτοι φιλόζωοί εἰσιν͵ οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ΄ ἀπίωμεν ἤδη͵ μὴ καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπόδρασιν βουλεύοντας͵ ὁρῶν περὶ τὸ στόμιον εἰλουμένους.