25 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΤΑΝΤΑΛΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Τί κλάεις͵ ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
ΤΑΝΤΑΛΟΣ
Ὅτι͵ ὦ Μένιππε͵ ἀπόλωλα ὑπὸ τοῦ δίψους.
ΜΕΝΙΠΠΟΣ
Οὕτως ἀργὸς εἶ͵ ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νὴ Δί΄ ἀρυσάμενος κοίλῃ τῇ χειρί;
ΤΑΝΤΑΛΟΣ
Οὐδὲν ὄφελος͵ εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ ὕδωρ͵ ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι͵ οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος͵ καὶ διὰ τῶν δακτύλων διαρρυὲν οὐκ οἶδ΄ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
ΜΕΝΙΠΠΟΣ
Τεράστιόν τι πάσχεις͵ ὦ Τάνταλε. ἀτὰρ εἰπέ μοι͵ τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις͵ ἀλλ΄ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται͵ ὅπερ καὶ πεινῆν καὶ διψῆν ἐδύνατο͵ σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίοις;
ΤΑΝΤΑΛΟΣ
Τοῦτ΄ αὐτὸ ἡ κόλασίς ἐστι͵ τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.
ΜΕΝΙΠΠΟΣ
[2] Ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν͵ ἐπεὶ φῂς κολάζεσθαι τῷ δίψει. τί δ΄ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον ἐντεῦθεν εἰς ἕτερον τόπον.
ΤΑΝΤΑΛΟΣ
Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ΄ οὖν μέρος τῆς καταδίκης͵ τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον.
ΜΕΝΙΠΠΟΣ
Ληρεῖς͵ ὦ Τάνταλε͵ καὶ ὡς ἀληθῶς ποτοῦ δεῖσθαι δοκεῖς͵ ἀκράτου γε ἐλλεβόρου νὴ Δία͵ ὅστις τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις πέπονθας οὐ τὸ ὕδωρ ἀλλὰ τὴν δίψαν πεφοβημένος.
ΤΑΝΤΑΛΟΣ
Οὐδὲ τὸν ἐλλέβορον͵ ὦ Μένιππε͵ ἀναίνομαι πιεῖν͵ γένοιτό μοι μόνον.
ΜΕΝΙΠΠΟΣ
Θάρρει͵ ὦ Τάνταλε͵ ὡς οὔτε σὺ οὔτε ἄλλος πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι τοῦ ὕδατος αὐτοὺς οὐχ ὑπομένοντος.