16 Ιανουαρίου 2009
Ἰλιάδος Α
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή, 5
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Tίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, 10
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 15
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
«Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι·
παῖδα δ᾿ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾿ ἄποινα δέχεσθαι, 20
ἁζόμενοι Διὸς υἱὸν ἑκηϐόλον Ἀπόλλωνα.»
Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε· 25
«Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, 30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ᾿ ἴθι, μή μ᾿ ἐρέθιζε, σαώτερος ὥς κε νέηαι.»
Ὣς ἔφατ᾿, ἔδεισεν δ᾿ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
βῆ δ᾿ ἀκέων παρὰ θῖνα πολυφλοίσϐοιο θαλάσσης·
πολλὰ δ᾿ ἔπειτ᾿ ἀπάνευθε κιὼν ἠρᾶθ᾿ ὃ γεραιὸς 35
Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
«Κλῦθί μευ ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιϐέϐηκας
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ᾿ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα 40
ταύρων ἠδ᾿ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.»
Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖϐος Ἀπόλλων,
βῆ δὲ κατ᾿ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
τόξ᾿ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· 45
ἔκλαγξαν δ᾿ ἄρ᾿ ὀϊστοὶ ἐπ᾿ ὤμων χωομένοιο,
αὐτοῦ κινηθέντος· ὃ δ᾿ ἤϊε νυκτὶ ἐοικώς.
ἕζετ᾿ ἔπειτ᾿ ἀπάνευθε νεῶν, μετὰ δ᾿ ἰὸν ἕηκε·
δεινὴ δὲ κλαγγὴ γένετ᾿ ἀργυρέοιο βιοῖο·
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, 50
αὐτὰρ ἔπειτ᾿ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
βάλλ᾿· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
τῇ δεκάτῃ δ᾿ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· 55
κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνῄσκοντας ὁρᾶτο.
οἳ δ᾿ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
τοῖσι δ᾿ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, 60
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
ἀλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν,
ὅς κ᾿ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖϐος Ἀπόλλων,
εἴτ᾿ ἄρ᾿ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται ἠδ᾿ ἑκατόμϐης, 65
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.»
Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾿ ἄριστος,
ὃς ᾔδη τά τ᾿ ἐόντα τά τ᾿ ἐσσόμενα πρό τ᾿ ἐόντα, 70
καὶ νήεσσ᾿ ἡγήσατ᾿ Ἀχαιῶν Ἴλιον εἴσω
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖϐος Ἀπόλλων·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ὦ Ἀχιλεῦ, κέλεαί με, Διῒ φίλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηϐελέταο ἄνακτος· 75
τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· 80
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.»
Tὸν δ᾿ ἀπαμειϐόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· 85
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν, οὐδ᾿ ἢν Ἀγαμέμνονα εἴπῃς, 90
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.»
Καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
«Οὔ τ᾿ ἄρ ὅ γ᾿ εὐχωλῆς ἐπιμέμφεται οὐδ᾿ ἑκατόμϐης,
ἀλλ᾿ ἕνεκ᾿ ἀρητῆρος ὃν ἠτίμησ᾿ Ἀγαμέμνων,
οὐδ᾿ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾿ ἄποινα, 95
τοὔνεκ᾿ ἄρ᾿ ἄλγε᾿ ἔδωκεν ἑκηϐόλος ἠδ᾿ ἔτι δώσει·
οὐδ᾿ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
πρίν γ᾿ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
ἀπριάτην ἀνάποινον, ἄγειν θ᾿ ἱερὴν ἑκατόμϐην
ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.» 100
Ἤτοι ὅ γ᾿ ὣς εἰπὼν κατ᾿ ἄρ᾿ ἕζετο· τοῖσι δ᾿ ἀνέστη
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφὶ μέλαιναι
πίμπλαντ᾿, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
Κάλχαντα πρώτιστα κάκ᾿ ὀσσόμενος προσέειπε· 105
«Μάντι κακῶν, οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
αἰεί τοι τὰ κάκ᾿ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
ἐσθλὸν δ᾿ οὔτέ τί πω εἶπας ἔπος οὔτ᾿ ἐτέλεσσας·
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
ὡς δὴ τοῦδ᾿ ἕνεκά σφιν ἑκηϐόλος ἄλγεα τεύχει, 110
οὕνεκ᾿ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾿ ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προϐέϐουλα
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
οὐ δέμας οὐδὲ φυήν, οὔτ᾿ ἂρ φρένας οὔτέ τι ἔργα. 115
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾿ ἄμεινον·
βούλομ᾿ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾿ ἑτοιμάσατ᾿ ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.» 120
Tὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
«Ἀτρεΐδη κύδιστε, φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, 125
λαοὺς δ᾿ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾿ ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
τριπλῇ τετραπλῇ τ᾿ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.»
Τὸν δ᾿ ἀπαμειϐόμενος προσέφη κρείων Ἀγαμέμνων· 130
«Μὴ δ᾿ οὕτως ἀγαθός περ ἐὼν, θεοείκελ᾿ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
ἦ ἐθέλεις ὄφρ᾿ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾿ αὔτως
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾿ ἀποδοῦναι;
ἀλλ᾿ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ 135
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
ἀλλ᾿ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, 140
νῦν δ᾿ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
ἐν δ᾿ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾿ ἑκατόμϐην
θείομεν, ἂν δ᾿ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς 145
ἠὲ σὺ, Πηλεΐδη, πάντων ἐκπαγλότατ᾿ ἀνδρῶν,
ὄφρ᾿ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.»
Tὸν δ᾿ ἄρ᾿ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 150
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾿ ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
οὐ γὰρ πώποτ᾿ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
οὐδέ ποτ᾿ ἐν Φθίῃ ἐριϐώλακι βωτιανείρῃ 155
καρπὸν ἐδηλήσαντ᾿, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
ἀλλὰ σοί, ὦ μέγ᾿ ἀναιδὲς, ἅμ᾿ ἑσπόμεθ᾿ ὄφρα σὺ χαίρῃς,
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,
πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ᾿ ἀλεγίζεις· 160
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾿ Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ᾿ εὖ ναιόμενον πτολίεθρον·
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο 165
χεῖρες ἐμαὶ διέπουσ᾿· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾿ ὀλίγον τε φίλον τε
ἔρχομ᾿ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
νῦν δ᾿ εἶμι Φθίηνδ᾿, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
οἴκαδ᾿ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾿ ὀΐω 170
ἐνθάδ᾿ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.»
Τὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«Φεῦγε μάλ᾿, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾿ ἔγωγε
λίσσομαι εἵνεκ᾿ ἐμεῖο μένειν· πάρ᾿ ἔμοιγε καὶ ἄλλοι
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. 175
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾿ ἔδωκεν·
οἴκαδ᾿ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾿ ἐγὼ οὐκ ἀλεγίζω, 180
οὐδ᾿ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
ὡς ἔμ᾿ ἀφαιρεῖται Χρυσηΐδα Φοῖϐος Ἀπόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾿ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
πέμψω, ἐγὼ δέ κ᾿ ἄγω Βρισηΐδα καλλιπάρῃον
αὐτὸς ἰὼν κλισίηνδὲ, τὸ σὸν γέρας, ὄφρ᾿ ἐῢ εἰδῇς 185
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.»
Ὣς φάτο· Πηλεΐωνι δ᾿ ἄχος γένετ᾿, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ 190
τοὺς μὲν ἀναστήσειεν, ὃ δ᾿ Ἀτρεΐδην ἐναρίζοι,
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
ἧος ὃ ταῦθ᾿ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ᾿ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾿ Ἀθήνη
οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη 195
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
στῆ δ᾿ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
οἴῳ φαινομένη· τῶν δ᾿ ἄλλων οὔ τις ὁρᾶτο·
θάμϐησεν δ᾿ Ἀχιλεύς, μετὰ δ᾿ ἐτράπετ᾿, αὐτίκα δ᾿ ἔγνω
Παλλάδ᾿ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· 200
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Τίπτ᾿ αὖτ᾿, αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας;
ἦ ἵνα ὕϐριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
ἀλλ᾿ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
ᾗσ’ ὑπεροπλίῃσι τάχ᾿ ἄν ποτε θυμὸν ὀλέσσῃ.» 205
Τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«Ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθεαι,
οὐρανόθεν· πρὸ δέ μ’ ἧκε θεὰ λευκώλενος Ἥρη
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
ἀλλ’ ἄγε λῆγ’ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· 210
ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕϐριος εἵνεκα τῆσδε· σὺ δ’ ἴσχεο, πείθεο δ’ ἡμῖν.»
Τὴν δ’ ἀπαμειϐόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 215
«Χρὴ μὲν σφωΐτερον γε, θεά, ἔπος εἰρύσασθαι
καὶ μάλα περ θυμῷ κεχωλομένον· ὧς γὰρ ἄμεινον·
ὅς κε θεοῖσ’ ἐπιπείθεται, μάλα τ’ ἔκλυον αὐτοῦ.»
Ἦ καὶ ἐπ’ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
ἂψ δ’ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ’ ἀπίθησε 220
μύθῳ Ἀθηναίης· ἡ δ’ Οὔλυμπόνδε βεϐήκει
δώματ’ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
Πηλεΐδης δ᾿ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
«Οἰνοϐαρές, κυνὸς ὄμματ᾿ ἔχων, κραδίην δ᾿ ἐλάφοιο, 225
οὔτέ ποτ᾿ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ᾿ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
δῶρ᾿ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· 230
δημοϐόρος βασιλεὺς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
ἦ γὰρ ἄν, Ἀτρεΐδη, νῦν ὕστατα λωϐήσαιο.
ἀλλ᾿ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, 235
οὐδ᾿ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος·
ἦ ποτ᾿ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν 240
σύμπαντας· τότε δ᾿ οὔ τι δυνήσεαι ἀχνύμενός περ
χραισμεῖν, εὖτ᾿ ἂν πολλοὶ ὑφ᾿ Ἕκτορος ἀνδροφόνοιο
θνῄσκοντες πίπτωσι· σὺ δ᾿ ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅ τ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.»
Ὥς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 245
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ᾿ αὐτός·
Ἀτρεΐδης δ᾿ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
τῷ δ᾿ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων 250
ἐφθίαθ᾿, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾿ ἐγένοντο
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ὦ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες 255
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ,
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ᾿ ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ᾿· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
ἤδη γάρ ποτ᾿ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν 260
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ᾿ οἵ γ᾿ ἀθέριζον.
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
Καινέα τ᾿ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
Θησέα τ᾿ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· 265
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· 270
καὶ μαχόμην κατ᾿ ἔμ᾿ αὐτὸν ἐγώ· κείνοισι δ᾿ ἂν οὔ τις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
μήτε σὺ τόνδ᾿ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, 275
ἀλλ᾿ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
μήτε σὺ Πηλείδη ἔθελ᾿ ἐριζέμεναι βασιλῆϊ
ἀντιϐίην, ἐπεὶ οὔ ποθ᾿ ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ, 280
ἀλλ᾿ ὅ γε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
λίσσομ᾿ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.»
Τὸν δ᾿ ἀπαμειϐόμενος προσέφη κρείων Ἀγαμέμνων· 285
«Ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·
ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ᾿ ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, ἅ τιν᾿ οὐ πείσεσθαι ὀΐω·
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες 290
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;»
Tὸν δ᾿ ἄρ᾿ ὑποϐλήδην ἠμείϐετο δῖος Ἀχιλλεύς·
«Ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
ἄλλοισιν δὴ ταῦτ᾿ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε 295
σήμαιν᾿· οὐ γὰρ ἔγωγ᾿ ἔτι σοὶ πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ᾿ ἀφέλεσθέ γε δόντες·
τῶν δ᾿ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ 300
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
εἰ δ᾿ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.»
Ὣς τώ γ᾿ ἀντιϐίοισι μαχεσσαμένω ἐπέεσσιν
ἀνστήτην, λῦσαν δ᾿ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· 305
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
Ἀτρεΐδης δ᾿ ἄρα νῆα θοὴν ἅλαδὲ προέρυσσεν,
ἐν δ᾿ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ᾿ ἑκατόμϐην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον 310
εἷσεν ἄγων· ἐν δ᾿ ἀρχὸς ἔϐη πολύμητις Ὀδυσσεύς.
Οἳ μὲν ἔπειτ᾿ ἀναϐάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
λαοὺς δ᾿ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
οἳ δ᾿ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
ἕρδον δ᾿ Ἀπόλλωνι τεληέσσας ἑκατόμϐας 315
ταύρων ἠδ᾿ αἰγῶν παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο·
κνίση δ᾿ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
Ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ᾿ Ἀγαμέμνων
λῆγ᾿ ἔριδος τὴν πρῶτον ἐπηπείλησ᾿ Ἀχιλῆϊ,
ἀλλ᾿ ὅ γε Ταλθύϐιόν τε καὶ Εὐρυϐάτην προσέειπε, 320
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
«Ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
χειρὸς ἑλόντ᾿ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.» 325
Ὣς εἰπὼν προΐει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε·
τὼ δ᾿ ἀέκοντε βάτην παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο,
Μυρμιδόνων δ᾿ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
τὸν δ᾿ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
ἥμενον· οὐδ᾿ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. 330
τὼ μὲν ταρϐήσαντε καὶ αἰδομένω βασιλῆα
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾿ ἐρέοντο·
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
«Χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
ἆσσον ἴτ᾿· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ᾿ Ἀγαμέμνων, 335
ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
ἀλλ᾿ ἄγε, διογενὲς Πατρόκλεες, ἔξαγε κούρην
καί σφωϊν δὸς ἄγειν· τὼ δ᾿ αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ᾿ αὖτε 340
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ᾿ ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.»
Ὥς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾿ ἑταίρῳ, 345
ἐκ δ᾿ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
δῶκε δ᾿ ἄγειν· τὼ δ᾿ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
ἣ δ᾿ ἀέκουσ᾿ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
θῖν᾿ ἔφ᾿ ἁλὸς πολιῆς, ὁρόων ἐπ᾿ ἀπείρονα πόντον· 350
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
«Μῆτερ, ἐπεί μ᾿ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
Ζεὺς ὑψιϐρεμέτης· νῦν δ᾿ οὐδέ με τυτθὸν ἔτισεν·
ἦ γάρ μ᾿ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων 355
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.»
Ὣς φάτο δάκρυ χέων, τοῦ δ᾿ ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
καρπαλίμως δ᾿ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾿ ὀμίχλη,
καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο δάκρυ χέοντος, 360
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε·
«Τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.»
Tὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ᾿ ἀγορεύω; 365
ᾠχόμεθ᾿ ἐς Θήϐην ἱερὴν πόλιν Ἠετίωνος,
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
ἐκ δ᾿ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ᾿ αὖθ᾿ ἱερεὺς ἑκατηϐόλου Ἀπόλλωνος 370
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα,
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν. 375
ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε·
χωόμενος δ᾿ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ᾿ Ἀπόλλων 380
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
ἧκε δ᾿ ἐπ᾿ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
θνῇσκον ἐπασσύτεροι, τὰ δ᾿ ἐπῴχετο κῆλα θεοῖο
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 385
αὐτίκ᾿ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
Ἀτρεΐωνα δ᾿ ἔπειτα χόλος λάϐεν, αἶψα δ᾿ ἀναστὰς
ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· 390
τὴν δὲ νέον κλισίηθεν ἔϐαν κήρυκες ἄγοντες
κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
ἐλθοῦσ᾿ Οὔλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τι
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. 395
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης ὅτ᾿ ἔφησθα κελαινεφέϊ Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
Ἥρη τ᾿ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· 400
ἀλλὰ σὺ τόν γ᾿ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν,
ὦχ᾿ ἑκατόγχειρον καλέσασ᾿ ἐς μακρὸν Ὄλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
Αἰγαίων᾿, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· 405
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ᾿ ἔτ᾿ ἔδησαν.
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαϐὲ γούνων,
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾿ ἅλα ἔλσαι Ἀχαιοὺς
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 410
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἣν ἄτην ὅ τ᾿ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.»
Tὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
«Ὤ μοι, τέκνον ἐμόν, τί νύ σ᾿ ἔτρεφον αἰνὰ τεκοῦσα;
αἴθ᾿ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 415
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
νῦν δ᾿ ἅμα τ᾿ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
εἶμ᾿ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. 420
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
μήνι᾿ Ἀχαιοῖσιν, πολέμου δ᾿ ἀποπαύεο πάμπαν·
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας
χθιζὸς ἔϐη κατὰ δαῖτα, θεοὶ δ᾿ ἅμα πάντες ἕποντο·
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, 425
καὶ τότ᾿ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοϐατὲς δῶ,
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.»
Ὣς ἄρα φωνήσασ᾿ ἀπεϐήσετο, τὸν δὲ λίπ᾿ αὐτοῦ
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς 430
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμϐην.
οἳ δ᾿ ὅτε δὴ λιμένος πολυϐενθέος ἐντὸς ἵκοντο
ἱστία μὲν στείλαντο, θέσαν δ᾿ ἐν νηῒ μελαίνῃ,
ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
καρπαλίμως, τὴν δ᾿ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. 435
ἐκ δ᾿ εὐνὰς ἔϐαλον, κατὰ δὲ πρυμνήσι᾿ ἔδησαν·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
ἐκ δ᾿ ἑκατόμϐην βῆσαν ἑκηϐόλῳ Ἀπόλλωνι·
ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
τὴν μὲν ἔπειτ᾿ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς 440
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
«Ὦ Χρύση, πρό μ᾿ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
παῖδά τε σοὶ ἀγέμεν, Φοίϐῳ θ᾿ ἱερὴν ἑκατόμϐην
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ᾿ ἱλασόμεσθα ἄνακτα,
ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾿ ἐφῆκεν.» 445
Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
παῖδα φίλην· τοὶ δ᾿ ὦκα θεῷ ἱερὴν ἑκατόμϐην
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
χερνίψαντο δ᾿ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
τοῖσιν δὲ Χρύσης μεγάλ᾿ εὔχετο χεῖρας ἀνασχών· 450
«Κλῦθί μευ ἀργυρότοξ᾿, ὃς Χρύσην ἀμφιϐέϐηκας
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
ἦ μὲν δή ποτ᾿ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν·
ἠδ᾿ ἔτι καὶ νῦν μοι τόδ᾿ ἐπικρήηνον ἐέλδωρ· 455
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.»
Ὣς ἔφατ᾿ εὐχόμενος, τοῦ δ᾿ ἔκλυε Φοῖϐος Ἀπόλλων.
αὐτὰρ ἐπεί ῥ᾿ εὔξαντο καὶ οὐλοχύτας προϐάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ᾿ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν 460
δίπτυχα ποιήσαντες, ἐπ᾿ αὐτῶν δ᾿ ὠμοθέτησαν·
καῖε δ᾿ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾿ αἴθοπα οἶνον
λεῖϐε· νέοι δὲ παρ᾿ αὐτὸν ἔχον πεμπώϐολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ᾿ ἄρα τἆλλα καὶ ἀμφ᾿ ὀϐελοῖσιν ἔπειραν, 465
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
δαίνυντ᾿, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, 470
νώμησαν δ᾿ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ᾿ ἀκούων.
ἦμος δ᾿ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, 475
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
ἦμος δ᾿ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότ᾿ ἔπειτ᾿ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
τοῖσιν δ᾿ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
οἳ δ᾿ ἱστὸν στήσαντ᾿ ἀνά θ᾿ ἱστία λευκὰ πέτασσαν, 480
ἐν δ᾿ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ᾿ ἴαχε νηὸς ἰούσης·
ἣ δ᾿ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
αὐτὰρ ἐπεί ῥ᾿ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾿ ἠπείροιο ἔρυσσαν 485
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾿ ἕρματα μακρὰ τάνυσσαν·
αὐτοὶ δ᾿ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Aὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
οὔτέ ποτ᾿ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν 490
οὔτέ ποτ᾿ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων, ποθέεσκε δ᾿ ἀϋτήν τε πτόλεμόν τε.
Ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο δυωδεκάτη γένετ᾿ ἠώς,
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
πάντες ἅμα, Ζεὺς δ᾿ ἦρχε· Θέτις δ᾿ οὐ λήθετ᾿ ἐφετμέων 495
παιδὸς ἑοῦ, ἀλλ᾿ ἥ γ᾿ ἀνεδύσετο κῦμα θαλάσσης.
ἠερίη δ᾿ ἀνέϐη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὗρεν δ᾿ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
καί ῥα πάροιθ᾿ αὐτοῖο καθέζετο, καὶ λάϐε γούνων 500
σκαιῇ, δεξιτερῇ δ᾿ ἄρ᾿ ὑπ᾿ ἀνθερεῶνος ἑλοῦσα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ᾿ ἀθανάτοισιν ὄνησα
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων 505
ἔπλετ᾿· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον, Ὀλύμπιε μητίετα Ζεῦ·
τόφρα δ᾿ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ᾿ ἂν Ἀχαιοὶ
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.» 510
Ὣς φάτο· τὴν δ᾿ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
ἀλλ᾿ ἀκέων δὴν ἧστο· Θέτις δ᾿ ὡς ἥψατο γούνων
ὣς ἔχετ᾿ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
«Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
ἢ ἀπόειπ᾿, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ᾿ ἐῢ εἰδέω 515
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.»
Tὴν δὲ μέγ᾿ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
«Ἦ δὴ λοίγια ἔργ᾿ ὅ τέ μ᾿ ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ ὅτ᾿ ἄν μ᾿ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
ἣ δὲ καὶ αὔτως μ᾿ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 520
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
εἰ δ᾿ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾿ ἀθανάτοισι μέγιστον 525
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν
οὐδ᾿ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.»
Ἦ καὶ κυανέῃσιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων·
ἀμϐρόσιαι δ᾿ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
κρατὸς ἀπ᾿ ἀθανάτοιο· μέγαν δ᾿ ἐλέλιξεν Ὄλυμπον. 530
Tώ γ᾿ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾿ αἰγλήεντος ᾿Ολύμπου,
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ᾿ ἅμα πάντες ἀνέσταν
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ᾿ ἀντίοι ἔσταν ἅπαντες. 535
ὣς ὃ μὲν ἔνθα καθέζετ᾿ ἐπὶ θρόνου· οὐδέ μιν ῞Ηρη
ἠγνοίησεν ἰδοῦσ᾿ ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
«Τίς δ᾿ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; 540
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.»
Tὴν δ᾿ ἠμείϐετ᾿ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
«῞Ηρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους 545
εἰδήσειν· χαλεποί τοι ἔσοντ᾿ ἀλόχῳ περ ἐούσῃ·
ἀλλ᾿ ὃν μέν κ᾿ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾿ ἀνθρώπων·
ὃν δέ κ᾿ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.» 550
Tὸν δ᾿ ἠμείϐετ᾿ ἔπειτα βοῶπις πότνια ῞Ηρη·
«Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ᾿ οὔτ᾿ εἴρομαι οὔτε μεταλλῶ,
ἀλλὰ μάλ᾿ εὔκηλος τὰ φράζεαι ἅσσ᾿ ἐθέλῃσθα.
νῦν δ᾿ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 555
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάϐε γούνων·
τῇ σ᾿ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς ᾿Αχιλῆα
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν ᾿Αχαιῶν.»
Τὴν δ᾿ ἀπαμειϐόμενος προσέφη νεφεληγερέτα Ζεύς· 560
«Δαιμονίη, αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
πρῆξαι δ᾿ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ᾿ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
ἀλλ᾿ ἀκέουσα κάθησο, ἐμῷ δ᾿ ἐπιπείθεο μύθῳ, 565
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾿ ἐν ᾿Ολύμπῳ
ἆσσον ἰόνθ᾿, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.»
Ὥς ἔφατ᾿ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
καί ῥ᾿ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
ὄχθησαν δ᾿ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· 570
τοῖσιν δ᾿ Ἥφαιστος κλυτοτέχνης ἦρχ᾿ ἀγορεύειν
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
«Ἦ δὴ λοίγια ἔργα τάδ᾿ ἔσσεται οὐδ᾿ ἔτ᾿ ἀνεκτά,
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς 575
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ᾿ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ, σὺν δ᾿ ἡμῖν δαῖτα ταράξῃ.
εἴ περ γάρ κ᾿ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 580
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
αὐτίκ᾿ ἔπειθ᾿ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.»
Ὣς ἄρ᾿ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· 585
«Τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην, τότε δ᾿ οὔ τι δυνήσομαι ἀχνύμενός περ
χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
ἤδη γάρ με καὶ ἄλλοτ᾿ ἀλεξέμεναι μεμαῶτα 590
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
πᾶν δ᾿ ἦμαρ φερόμην, ἅμα δ᾿ ἠελίῳ καταδύντι
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ᾿ ἔτι θυμὸς ἐνῆεν·
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.»
Ὥς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, 595
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
ἄσϐεστος δ᾿ ἄρ᾿ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. 600
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ᾿, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ᾿ Ἀπόλλων,
Μουσάων θ᾿ αἳ ἄειδον ἀμειϐόμεναι ὀπὶ καλῇ.
Αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, 600
οἳ μὲν κακκείοντες ἔϐαν οἶκον δὲ ἕκαστος,
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾿ Ὀλύμπιος ἀστεροπητής,
ἔνθα πάρος κοιμᾶθ᾿ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· 610
ἔνθα καθεῦδ᾿ ἀναϐάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
27 Δεκεμβρίου 2008
Αρχαίες ελληνικές παροιμίες για την ματαιοπονία
Ἀετὸν ἵπτασθαι διδάσκεις; (Μαθαίνεις τον αετό να πετά;)
Δελφῖνα νήχεσθαι διδάσκεις; (Μαθαίνεις κολύμπι στο δελφίνι;)
Αἰγιαλῷ λαλεῖς; (Μιλάς στο γιαλό;)
Ἄνεμον διώκεις; (Κυνηγάς τον άνεμο;)
Ἀνέμῳ διαλέγῃς; (Μιλάς με τον άνεμο;)
Δικτύῳ ἄνεμον θηρᾷς; (Κυνηγάς με απόχη τον άνεμο;)
Εἰς ὕδωρ γράφεις; (Γράφεις στο νερό;)
Ἐλαίῳ πῦρ σβεννύεις; (Σβήνεις με λάδι τη φωτιά;)
Θάλασσαν ἀντλεῖς; (Αντλείς τη θάλασσα;)
Κοσκίνῳ ὕδωρ φέρεις; (Μεταφέρεις νερό με κόσκινο;)
Κωφοῦ κτυπᾷς θύραν; (Στου κουφού την πόρτα χτυπάς;)
Τράγον ἀμέλγεις; (Αρμέγεις τράγο;)
Τυφλῷ κάτοπτρον χαρίζῃ; (Κάνεις δώρο σε τυφλό καθρέφτη;)
Φαλακρῷ κτένας δανείζεις; (Δανείζεις χτένα σε φαλακρό;)
Ὠὸν τίλλεις; (Μαδάς το αβγό;)
Αρχαίοι ελληνικοί αριθμοί
2= β'
3= γ'
4= δ'
5= ε'
6= ς'
7= ζ'
8= η'
9= θ'
10= ι'
11= ια'
12= ιβ'
13= ιγ'
14= ιδ'
15= ιε'
16= ις'
17= ιζ'
18= ιη'
19= ιθ'
20= κ'
10= ι'
20= κ'
30= λ'
40= μ'
50= ν'
60= ξ'
70= ο'
80= π'
90=
(κόππα)
100= ρ'
100= ρ'
200= σ'
300= τ'
400= υ'
500= φ'
600= χ'
700= ψ'
800= ω'
900=
(σαμπί)
1.000= ,α
1.000= ,α
2.000= ,β
3.000= ,γ
4.000= ,δ
5.000= ,ε
6.000= ,ς
7.000= ,ζ
8.000= ,η
9.000= ,θ
10.000= ,ι
20.000= ,κ
100.000= ,ρ
Οι μήνες των αρχαίων Ελλήνων
Εκατομβαιών 15 Ιουλίου-15 Αυγούστου
Μεταγειτνιών 15 Αυγούστου-15 Σεπτεμβρίου
Βοηδρομιών 15 Σεπτέμβριου-15 Οκτωβρίου
Φθινοπωρινοί μήνες
Πυανεψιών 15 Οκτωβρίου-15 Νοεμβρίου
Μαιμακτηριών 15 Νοεμβρίου-15 Δεκεμβρίου
Ποσειδεών Α' 15 Δεκεμβρίου-15 Ιανουαρίου
Εμβόλιμος μήνας
Ποσειδεών Β' (ή δεύτερος ή ύστερος)
Χειμερινοί μήνες
Γαμηλιών 15 Ιανουαρίου-15 Φεβρουαρίου
Ανθεστηριών 15 Φεβρουαρίου-15 Μαρτίου
Ελαφηβολιών 15 Μαρτίου-15 Απριλίου
Εαρινοί μήνες
Μουνυχιών 15 Απριλίου-15 Μαΐου
Θαργηλιών 15 Μαΐου-15 Ιουνίου
Σκιροφοριών 15 Ιουνίου-15 Ιουλίου
Η καθημερινή ομιλία των αρχαίων Ελλήνων...
Όταν, φέρ' ειπείν, ο Πλάτωνας πήγαινε στην αγορά για να αγοράσει «φασούλια» (φασολάκια), στη συνήθη διευκρινιστική ερώτηση της λαχανοπώλιδος (που ήταν και μητέρα του τραγικού ποιητή Ευριπίδη κατά τις αναφορές των ιστορικών) καθώς ζύγιζε : «Δύο χοίνικες, έστωσαν;» (
Στην αρχαία Αθήνα τα ψώνια στην αγορά τα έκαναν οι άνδρες και όχι οι γυναίκες. Έτσι, συχνά έβλεπε κανείς ένα στρατιώτη, πάνοπλο, να αγοράζει σαρδέλες ή σύκα για το σπιτικό του.
Οι αρχαίοι Έλληνες (με λεξιλόγιο που αγγίζει τους 70 εκατομμύρια τύπους) είχαν μια ευφυέστατη ελαφρότητα (λατ. levitas) στη ζωή τους που ερχόταν σε τεράστια αντίθεση με τη σχεδόν συμπλεγματική σοβαρότητα (λατ. gravitas) των Λατίνων και των σημερινών Ευρωπαίων απογόνων τους. Ας μην ξεχνάμε ότι το λεξιλόγιο της λατινικής, σύμφωνα με τη φιλολογική έρευνα, ισούται με το 1/10 του λεξιλογίου των ομηρικών επών.
Τα γέλια που έκαναν οι Έλληνες στα συμπόσιά τους ήταν τόσο δυνατά, ώστε να ταξιδεύουν 4.000 χρόνια και να μας παραδίδονται σήμερα μέσα από φαινομενικά «σοβαρά» κείμενα. Κωμικός δεν είναι μόνο ο Αριστοφάνης, είναι και ο μεθυσμένος Αλκιβιάδης στο «Συμπόσιο» του Πλάτωνα...
Ο Έλληνας ήταν (και θα έπρεπε να είναι ακόμη) το παντοτινό παιδί του κόσμου· ο αιώνιος έφηβος, ο παίζων άνθρωπος (λατ. homo ludens), ο πολίτης του κόσμου.
Επιφωνήματα στους αρχαίους Ολυμπιακούς Αγώνες
Επιδοκιμασίας:
«Ίθι, καλλίδρομε», εμπρός καλλίδρομε
«Ίθι, μεγάλε», εμπρός μεγάλε
«Τήνελλα, καλλίνικοι», έκφραση που έλεγαν στους νικητές κατά την επίδοση του έπαθλου
«Εύ γε, νικητά», μπράβο νικηταρά
«Ευοί, ωκύποδα», μπράβο γοργοπόδαρε
«Ζήθι της πόλεώς μας, πρωταθλητά και ευεργέτα»
«Ζήτωσαν οι ήρωές μας», ζήτω στους ήρωές μας
«Τήνελλα, καλλίνικε»,
Η λέξη «τήνελλα» δημιουργήθηκε από τον Αρχίλοχο από τον ήχο (τλινγκ, τλονγκ) της χορδή της κιθάρας.
Ο Αρχίλοχος χρησιμοποίησε τη λέξη αυτή στην αρχή ενός επινίκιου ύμνου στον Ηρακλή:
«Tήνελλα, ω Καλλίνικε, χαίρε...».
Γι' αυτόν το λόγο η φράση «τήνελλα, καλλίνικε» καθιερώθηκε ως επευφημία προς τους νικητές των Ολυμπιακών Αγώνων.
Αποδοκιμασίας:
«Ουαί, ουαί», ου!
«παπαί, παπαί, απαπαπαπαί», που (φτου)!
«Φευ νυκτιπαταιπλάγιε αθλητά», αλίμονο αθλητή, που κατά την διάρκεια της νύχτας περπατάς σε πλάγιες οδούς
«ιώ, ιώ, ιώ», ουουού!
«ιού, ιού», βρε ού!
«Άγαν βαρύς ο στίβος», πολύ δύσκολο το αγώνισμα, προτροπή για εγκατάλειψη
26 Δεκεμβρίου 2008
25 Δεκεμβρίου 2008
Χοηφόροι
Αἰσχύλου
Χοηφόροι
(ed. Herbert Weir Smyth, 1926)
Ὀρέστης
<Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι . . . 5
*
. . . πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
*
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.>
*
τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις 10
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα; 15
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς 20
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
Χορός [α’ χορ.
ἰαλτὸς ἐκ δόμων ἔβαν [στρ. α.
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
ὄνυχος ἄλοκι νεοτόμῳ· 25
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις 30
ξυμφοραῖς πεπληγμένων.
τορὸς δὲ Φοῖβος ὀρθόθριξ [ἀντ. α.
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον ἀμβόαμα
μυχόθεν ἔλακε περὶ φόβῳ, 35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί <τε> τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς γᾶς
νέρθεν περιθύμως 40
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.
τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, [στρ. β.
ἰὼ γαῖα μαῖα,
μωμένα μ᾽ ἰάλλει 45
δύσθεος γυνά. φοβοῦ-
μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία,
ἰὼ κατασκαφαὶ δόμων. 50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι.
σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν [ἀντ. β. 55
δι᾽ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,
τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. 60
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη [βρύει],
τοὺς δ᾽ ἄκραντος ἔχει νύξ. 65
δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ [στρ. γ.
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς <δ᾽ > ἄτα διαφέρει
τὸν αἴτιον παναρκέτας νόσου βρύειν. 70
θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων [ἀντ. γ.
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
<προ>βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.
ἐμοὶ δ᾽ —ἀνάγκαν γὰρ ἀμφίπτολιν [ἐπῳδ. 75
θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν )—
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον
βίᾳ φρενῶν αἰνέσαι 80
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν
τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. 83β
Ἠλέκτρα [ α’ ἐπεισ.
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,
ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ 85
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν
γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; 90
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε
στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; 95
ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;
τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· 100
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.
λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον. 105
Χορός
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; 110
Χορός
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
Ἠλέκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως. 115
Ἠλέκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
Ἠλέκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
Χορός
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—
Ἠλέκτρα
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; 120
Χορός
ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, 124
<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ 124α
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς 125
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ 130
φίλον τ᾽ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων 135
φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ 140
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, 145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, 150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορός
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽
ἀπότροπον ἄγος ἀπεύχετον 155
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
βας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις δορυ-
σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, 160
Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη ᾽πιπάλλων Ἄρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.
Ἠλέκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·
νέου δὲ μύθου τοῦδε κοινωνήσατε· 165
Χορός
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
Ἠλέκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
Ἠλέκτρα
εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι. 170
Χορός
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
Ἠλέκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
Χορός
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
Ἠλέκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος—
Χορός
ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. 175
Ἠλέκτρα
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
Χορός
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
Ἠλέκτρα
μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
Χορός
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
Ἠλέκτρα
ἔπεμψε χαίτην κουρίμην χάριν πατρός. 180
Χορός
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
Ἠλέκτρα
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι 185
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον 190
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.
φεῦ.
εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην, 195
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,
ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. 200
ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, 205
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς—
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. 210
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
Ὀρέστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ἠλέκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης
εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. 215
Ἠλέκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης
σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.
Ἠλέκτρα
καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης
ὅδ᾽ εἰμί· μὴ μάτευ᾽ ἐμοῦ μᾶλλον φίλον.
Ἠλέκτρα
ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις; 220
Ὀρέστης
αὐτὸς καθ᾽ αὑτοῦ τἄρα μηχανορραφῶ.
Ἠλέκτρα
ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
Ὀρέστης
κἀν τοῖς ἐμοῖς ἄρ᾽, εἴπερ ἔν γε τοῖσι σοῖς
Ἠλέκτρα
ὡς ὄντ᾽ Ὀρέστην τάδε σ᾽ ἐγὼ προσεννέπω;
Ὀρέστης
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ· 225
κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς 228
ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. 227
σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς 230
σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. 229
ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, 231
σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν.
ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς φρένας·
τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα
ὦ φίλτατον μέλημα δώμασιν πατρός, 235
δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
ἐμοί· προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον
πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει 240
στέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται·
καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου·
πιστὸς δ᾽ ἀδελφὸς ἦσθ᾽, ἐμοὶ σέβας φέρων
μόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ
πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. 245
Ὀρέστης
Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖς 250
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα 255
πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας;
οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ βροτοῖς·
οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν 260
βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.
κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας μέγαν
δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορός
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, 265
γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ᾽ ἐγώ ποτε
θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης
οὔτοι προδώσει Λοξίου μεγασθενὴς
χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, 270
κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους
ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
ἀποχρημάτοισι ζημίαις ταυρούμενον· 275
αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα
βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν νόσους,
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις 280
λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν νόσῳ·
ἄλλας τ᾽ ἐφώνει προσβολάς Ἐρινύων
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας·
τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος 285
ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. 290
καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος
εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
μῆνιν· δέχεσθαι <δ᾽> οὔτε συλλύειν τινά.
πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ 295
κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.
τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι;
κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι,
θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, 300
καὶ πρὸς πιέζει χρημάτων ἀχηνία,
τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχ᾽ εἴσεται. 305
Χορός
ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι, Διόθεν
τῇδε τελευτᾶν,
τὸ δίκαιον μεταβαίνει.
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
γλῶσσα τελείσθω· τοὐφειλόμενον 310
πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ·
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
πληγὴν τινέτω. δράσαντι παθεῖν,
τριγέρων μῦθος τάδε φωνεῖ.
Ὀρέστης [β’ χορ.
ὦ πάτερ αἰνόπατερ, τί σοι [στρ. α’ 315
φάμενος ἢ τί ῥέξας
τύχοιμ᾽ ἂν ἕκαθεν οὐρίσας,
ἔνθα σ᾽ ἔχουσιν εὐναί,
σκότῳ φάος ἀντίμοι-
ρον; χάριτες δ᾽ ὁμοίως 320
κέκληνται γόος εὐκλεὴς
προσθοδόμοις Ἀτρείδαις.
Χορός
τέκνον, φρόνημα τοῦ [στρ. β’
θανόντος οὐ δαμάζει
πυρὸς [ἡ] μαλερὰ γνάθος, 325
φαίνει δ᾽ ὕστερον ὀργάς·
ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
πατέρων τε καὶ τεκόντων
γόος ἔνδικος ματεύει 330
τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
Ἠλέκτρα
κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει [ἀντ. α’
πολυδάκρυτα πένθη.
δίπαις τοί σ᾽ ἐπιτύμβιος
θρῆνος ἀναστενάζει. 335
τάφος δ᾽ ἱκέτας δέδεκται
φυγάδας θ᾽ ὁμοίως.
τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
οὐκ ἀτρίακτος ἄτα;
Χορός
ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων 340
θείη κελάδους εὐφθογγοτέρους·
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
παιὰν μελάθροις ἐν βασιλείοις
νεοκρᾶτα φίλον κομίσειεν.
Ὀρέστης
εἰ γὰρ ὑπ᾽ Ἰλίῳ [στρ. γ’ 345
πρός τινος Λυκίων, πάτερ,
δορίτμητος κατηναρίσθης·
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
τέκνων τ᾽ ἐν κελεύθοις
ἐπιστρεπτὸν αἰῶ 350
κτίσας πολύχωστον ἂν εἶχες
τάφον διαποντίου γᾶς
δώμασιν εὐφόρητον,
Χορός
φίλος φίλοισι τοῖς [ἀντ. β’
ἐκεῖ καλῶς θανοῦσιν 355
κατὰ χθονὸς ἐμπρέπων
σεμνότιμος ἀνάκτωρ,
πρόπολός τε τῶν μεγίστων
χθονίων ἐκεῖ τυράννων·
βασιλεὺς γὰρ ἦσθ᾽, ὄφρ᾽ ἔζης, 360
μόριμον λάχος πιπλάντων
χεροῖν πεισίβροτόν τε βάκτρον.
Ἠλέκτρα
μηδ᾽ ὑπὸ Τρωίας [ἀντ. γ’
τείχεσι φθίμενος, πάτερ,
μετ᾽ ἄλλῳ δουρικμῆτι λαῷ 365
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
πάρος δ᾽ οἱ κτανόντες
νιν οὕτως δαμῆναι
<φίλοις>, θανατηφόρον αἶσαν
πρόσω τινὰ πυνθάνεσθαι 370
τῶνδε πόνων ἄπειρον.
Χορός
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
μείζονα φωνεῖς· δύνασαι γάρ.
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης 375
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
παισὶ δὲ μᾶλλον γεγένηται.
Ὀρέστης
τοῦτο διαμπερὲς οὖς [στρ. δ’ 380
ἵκεθ᾽ ἅπερ τι βέλος.
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
ὑστερόποινον ἄταν
βροτῶν τλάμονι καὶ πανούργῳ
χειρὶ—τοκεῦσι δ᾽ ὅμως τελεῖται.
Χορός
ἐφυμνῆσαι γένοιτό μοι πυκά- [στρ. ε’ 385
εντ᾽ ὀλολυγμὸν ἀνδρὸς
θεινομένου, γυναικός τ᾽
ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
ποτᾶται; πάροιθεν δὲ πρῴρας 390
δριμὺς ἄηται κραδίας
θυμὸς ἔγκοτον στύγος.
Ἠλέκτρα
καί πότ᾽ ἂν ἀμφιθαλὴς [ἀντ. δ’
Ζεὺς ἐπὶ χεῖρα βάλοι, 395
φεῦ φεῦ, κάρανα δαΐξας;
πιστὰ γένοιτο χώρᾳ.
δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Χορός
ἀλλὰ νόμος μὲν φονίας σταγόνας 400
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
παρὰ τῶν πρότερον φθιμένων ἄτην
ἑτέραν ἐπάγουσαν ἐπ᾽ ἄτῃ.
Ὀρέστης
πόποι δὴ νερτέρων τυραννίδες, [στρ. ζ’ 405
ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
ἔχοντα καὶ δωμάτων
ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν, ὦ Ζεῦ;
Χορός
πέπαλται δαὖτὲ μοι φίλον κέαρ [ἀντ. ε’ 410
τόνδε κλύουσαν οἶκτον
καὶ τότε μὲν δύσελπις,
σπλάγχνα δέ μοι κελαινοῦ-
ται πρὸς ἔπος κλυούσᾳ.
ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽ 415
ἐλπὶς>, ἀπέστασεν ἄχος
προσφανεῖσά μοι καλῶς.
Ἠλέκτρα
τί δ᾽ ἂν φάντες τύχοιμεν ἢ τά περ [ἀντ. ζ’
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
πάρεστι σαίνειν, τὰ δ᾽ οὔτι θέλγεται. 420
λύκος γὰρ ὥστ᾽ ὠμόφρων
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Χορός
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας [στρ. η’
νόμοις ἰηλεμιστρίας,
ἀπριγδόπληκτα πολυπλάνητα δ᾽ ἦν ἰδεῖν 425
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ἠλέκτρα
ἰὼ [ἰὼ] δαΐα [στρ. θ’
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς 430
ἄνευ πολιτᾶν ἄνακτ᾽,
ἄνευ δὲ πενθημάτων
ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
Ὀρέστης
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. [στρ. ι’
πατρὸς δ᾽ ἀτίμωσιν ἆρα τείσει 435
ἕκατι μὲν δαιμόνων,
ἕκατι δ᾽ ἀμᾶν χερῶν;
ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.
Χορός
ἐμασχαλίσθη δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς· [ἀντ. ι’
ἔπρασσε δ᾽, πέρ νιν ὧδε θάπτει, 440
μόρον κτίσαι μωμένα
ἄφερτον αἰῶνι σῷ.
κλύεις πατρῴους δύας ἀτίμους.
Ἠλέκτρα
λέγεις πατρῷον μόρον· ἐγὼ δ᾽ ἀπεστάτουν [ἀντ. η’ 445
ἄτιμος, οὐδὲν ἀξία·
μυχῷ δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου <υ ->. 450
Χορός
δι᾽ ὤτων δὲ συν- [ἀντ. θ’
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
τὰ μὲν γὰρ οὕτως ἔχει,
τὰ δ᾽ αὐτὸς ὄργα μαθεῖν.
πρέπει δ᾽ ἀκάμπτῳ μένει καθήκειν. 455
Ὀρέστης
σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. [στρ. κ’
Ἠλέκτρα
ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός
στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ·
ἄκουσον ἐς φάος μολών,
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς. 460
Ὀρέστης
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα. [ἀντ. κ’
Ἠλέκτρα
ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας.>
Χορός
τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δ᾽ ἂν ἔλθοι. 465
ὦ πόνος ἐγγενὴς [στρ. λ’
καὶ παράμουσος Ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστον᾽ ἄφερτα κήδη·
ἰὼ δυσκατάπαυστον ἄλγος. 470
δώμασιν ἔμμοτον [ἀντ. λ’
τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾽ ἄλλων
ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,
δι᾽ ὠμὰν ἔριν αἱματηράν.
θεῶν <τῶν> κατὰ γᾶς ὅδ᾽ ὕμνος. 475
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.
Ὀρέστης [γ’ ἐπεισ.
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. 480
Ἠλέκτρα
κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω,
φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>.
Ὀρέστης
οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽· εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσῃ
ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. 485
Ἠλέκτρα
κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης
ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα
ὦ Περσέφασσα, δὸς δ᾽ ἔτ᾽ εὔμορφον κράτος. 490
Ὀρέστης
μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα
μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισαν.
Ὀρέστης
πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ.
Ἠλέκτρα
αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης
ἆρ᾽ ἐξεγείρῃ τοῖσδ᾽ ὀνείδεσιν, πάτερ; 495
Ἠλέκτρα
ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης
ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα
καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ, 500
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ·
οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,
καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε
οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών·
παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι 505
θανόντι· φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.
ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
Χορός
καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον, 510
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
Ὀρέστης
ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου 515
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε.
τὰ δῶρα μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος 520
ἑνός, μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
Χορός
οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. 525
Ὀρέστης
ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
Χορός
τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
Ὀρέστης
καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
Χορός
ἐν [ι] παιδὸς ὁρμίσαι δίκην.
Ὀρέστης
τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος; 530
Χορός
αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.
Ὀρέστης
καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
Χορός
ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
Ὀρέστης
οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
Χορός
ἡ δ᾽ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. 535
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει τ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
Ὀρέστης
ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ 540
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,
καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον, 545
θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. 550
Χορός
τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, 555
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
θανόντες, καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, 560
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ 565
δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμους παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν·
“τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται
Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;” 570
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
ἀρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,
πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν 575
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε· 580
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Χορός [γ’ χορ.
πολλὰ μὲν γᾶ τρέφει [στρ. α’ 585
δεινὰ [καὶ] δειμάτων ἄχη,
πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι·
πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι, 590
πτανά τε καὶ πεδοβά-
μονα κἀνεμοέντ᾽ ἂν
αἰγίδων φράσαι κότον.
ἀλλ᾽ ὑπέρτολμον ἀν- [ἀντ. α’
δρὸς φρόνημα τίς λέγοι 595
καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]
παντόλμους ἔρωτας
ἄταισι συννόμους βροτῶν;
ξυζύγους δ᾽ ὁμαυλίας
θηλυκρατὴς ἀπέρω-
τος ἔρως παρανικᾷ 600
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ᾽, ὅστις οὐχ ὑπόπτερος [στρ. β‘
φροντίσιν, δαεὶς
τὰν ἁ παιδολυ-
μὰς τάλαινα Θεστιὰς μήσατο 605
πυρδαῆτιν πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν
ματρόθεν κελάδησε,
ξύμμετρόν τε διαὶ βίου 610
μοιρόκραντον ἐς ἆμαρ.
ἄλλαν δεῖ τιν᾽ ἐν λόγοις στυγεῖν [ἀντ. β’
φοινίαν κόραν,
ἅτ᾽ ἐχθρῶν ὑπαὶ 615
φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς
χρυσοκμήτοισιν ὅρμοις
πιθήσασα δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
νοσφίσασ᾽ ἀπροβούλως 620
πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
κιγχάνει δέ μιν Ἑρμῆς.
ἐπεὶ δ᾽ ἐπεμνασάμαν ἀμειλίχων [στρ. γ’
πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή-
λευμ᾽ ἀπεύχετον δόμοις 625
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι.
τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν. 630
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον [ἀντ. γ’
λόγῳ· γοᾶται δὲ δὴ πάθος κατά-
πτυστον· ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
θεοστυγήτῳ δ᾽ ἄχει 635
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος [στρ. δ’
διανταίαν ὀξυπευκὲς οὐτᾷ 640
διαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖν
λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
σέβας παρεκβάντος οὐ θεμιστῶς. 645
Δίκας δ᾽ ἐρείδεται πυθμήν· [ἀντ. δ’
προχαλκεύει δ᾽ Αἶσα φασγανουργός·
τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν
αἱμάτων παλαιτέρων τίνειν μύσος 650
χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
Ὀρέστης [δ’ ἐπεισ.
παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ, 655
εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.
Οἰκέτης
εἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν;
Ὀρέστης
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται 660
σκοτεινόν, ὥρα δ᾽ ἐμπόρους καθιέναι
ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
ἐξελθέτω τις δωμάτων τελεσφόρος
γυνὴ τόπαρχος, ἄνδρα δ᾽ εὐπρεπέστερον·
αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους 665
λόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρ
πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.
Κλυταιμνήστρα
ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ· πάρεστι γὰρ
ὁποῖά περ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρία 670
στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν
Ὀρέστης
ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων·
στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ 675
εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,
ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
“ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις, 680
πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. 685
νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”
τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι. 690
Κλυταιμνήστρα
οἲ ᾽γώ, κατ᾽ ἄκρας εἶπας ὡς πορθούμεθα.
ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. 695
καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
νῦν δ᾽ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
Ὀρέστης
ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν 700
κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
πρὸς δυσσεβείας <δ᾽> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,
τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, 705
καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνήστρα
οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους 710
μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον·
κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. 715
ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
Χορός
εἶεν, φίλιαι δμωίδες οἴκων,
πότε δὴ στομάτων 720
δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· 725
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν
καὶ τὸν νύχιον τοῖσδ᾽ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· 730
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Τροφός
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον 735
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, 740
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ·
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις 745
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἀνεσχόμην·
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— 750
κἀκ᾽ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις, 755
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. 760
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί·
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. 765
Χορός
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφός
ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
Χορός
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφός
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός
μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει· 770
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
Τροφός
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορός
ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. 775
Τροφός
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορός
οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφός
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορός
ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. 780
Τροφός
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορός [δ’ χορ.
νῦν παραιτουμένᾳ μοι, πάτερ [στρ. α’
Ζεῦ θεῶν Ὀλυμπίων,
δὸς τύχας τυχεῖν δόμου κυρίως 785
τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.
διὰ δίκας πᾶν ἔπος
ἔλακον· <ὦ> Ζεῦ, σύ νιν φυλάσσοις.
ἓ ἕ, πρὸ δὲ δὴ ᾽χθρῶν [μεσῳδ. α’
τὸν ἔσωθεν μελάθρων, Ζεῦ, 790
θές, ἐπεί νιν μέγαν ἄρας,
δίδυμα καὶ τριπλᾶ
παλίμποινα θέλων ἀμείψει.
ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ- [ἀντ. α’
νιν ζυγέντ᾽ ἐν ἅρμασιν 795
πημάτων. <σὺ δ᾽> ἐν δρόμῳ προστιθεὶς
μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
τοῦτ᾽ ἰδεῖν διὰ πέδον
ἀνομένων βημάτων ὄρεγμα;
οἵ τ᾽ ἔσω δωμάτων [στρ. β’ 800
πλουτογαθῆ μυχὸν νομίζετε,
κλῦτε, σύμφρονες θεοί·
[ἄγετε] τῶν πάλαι πεπραγμένων
λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι. 805
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων [μεσῳδ. β’
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας <φῶς>
λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας. 810
ξυλλάβοι δ᾽ ἐνδίκως [ἀντ. β’
παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος
πρᾶξιν οὐρίαν θέλων·
[πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά]. 815
ἄσκοπον δ᾽ ἔπος λέγων
νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
καὶ τότ᾽ ἤδη κλυτὸν [στρ. γ’
δωμάτων λυτήριον, 820
θῆλυν οὐριοστάταν οὐδ᾽
ὀξύκρεκτον γοα-
τᾶν νόμον θήσομεν· “πλεῖ τάδ᾽ εὖ·
ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽· ἄ- 825
τα δ᾽ ἀποστατεῖ φίλων.”
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, [μεσῳδ. γ’
ἐπαΰσας πατρὸς αὐδὰν
θροούσᾳ [πρὸς σὲ] τέκνον [πατρὸς αὐδὰν]
[καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν. 830
Περσέως τ᾽ ἐν φρεσὶν [ἀντ. γ’
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοισιν,
τοῖς τ᾽ ἄνωθεν πρόπρασ-
σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν 835
φόνιον ἄταν τιθείς, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου.
Αἴγισθος [ε’ ἐπεισ.
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος·
νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
ξένους μολόντας οὐδαμῶς ἐφίμερον, 840
μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς φόνῳ
τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.
πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι 845
πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
Χορός
ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων
ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος
ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. 850
Αἴγισθος
ἰδεῖν ἐλέγξαι τ᾽ αὖ θέλω τὸν ἄγγελον,
εἴτ᾽ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών,
εἴτ᾽ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών.
οὔτοι φρέν᾽ ἂν κλέψειεν ὠμματωμένην.
Χορός
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι 855
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων 860
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
πατέρων <θ᾽> ἕξει μέγαν ὄλβον. 865
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
Αἴγισθος
ἒ ἔ, ὀτοτοτοῖ.
Χορός
ἔα ἔα μάλα· 870
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
Οἰκέτης
οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου· 875
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε· καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
οὐχ ὡς δ᾽ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ; 880
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας
αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
Κλυταιμνήστρα
τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις; 885
Οἰκέτης
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
Κλυταιμνήστρα
οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα· 890
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
Ὀρέστης
σὲ καὶ ματεύω· τῷδε δ᾽ ἀρκούντως ἔχει.
Κλυταιμνήστρα
οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
Ὀρέστης
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
κείσῃ· θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε. 895
Κλυταιμνήστρα
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
Πυλάδη τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
Πυλάδης
ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα 900
τὰ πυθόχρηστα, πιστὰ δ᾽ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός· 905
τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
Κλυταιμνήστρα
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Ὀρέστης
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνήστρα
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. 910
Ὀρέστης
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
Κλυταιμνήστρα
οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνήστρα
οὔτοι σ᾽ ἀπέρριψ᾽ εἰς δόμους δορυξένους.
Ὀρέστης
αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. 915
Κλυταιμνήστρα
ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
Ὀρέστης
αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
Κλυταιμνήστρα
μὴ ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης
μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
Κλυταιμνήστρα
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. 920
Ὀρέστης
τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνήστρα
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε; 925
Κλυταιμνήστρα
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμνήστρα
οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
Ὀρέστης
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. 930
Χορός
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
Χορός [ε’ χορ.
ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, [στρ. α’ 935
βαρύδικος ποινά·
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλασε δ᾽ ἐς τὸ πᾶν
ὁ πυθόχρηστος φυγὰς 940
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων [μεσῳδ.
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας. 945
ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας [ἀντ. α’
δολιόφρων ποινά·
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς— 950
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον. 951
<ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων 942α
ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς 943α
ὑπαὶ δυοῖν μιαστόροιν, 944α
δυσοίμου τύχας.> 945α
τά περ ὁ Λοξίας ὁ Παρνασσίας [στρ. β’ 953
μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
ξεν ἀδόλως δόλοις 955
βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.
“κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ
ὑπουργεῖν κακοῖς”.
ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν. 960
πάρα τε φῶς ἰδεῖν [μεσῳδ.
μέγα τ᾽ ἀφῃρέθην ψάλιον οἰκέων.
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται [ἀντ. β’ 965
πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας
πᾶν ἐλαθῇ μύσος
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν
ἰδεῖν [ἀκοῦσαι] πρευμενεῖς 970
μετοίκοις δόμων πεσοῦνται πάλιν.
πάρα τε φῶς ἰδεῖν 972
<μέγα τ᾽ ἀφῃρέθην ψάλιον οἰκέων. 962α
ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον 963α
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.> 964α
Ὀρέστης [στ’ ἐπεισ.
ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα 973
πατροκτόνους τε δωμάτων πορθήτορας.
σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθ᾽ ἥμενοι, 975
φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
πάρεστιν, ὅρκος τ᾽ ἐμμένει πιστώμασι.
ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
καὶ ξυνθανεῖσθαι· καὶ τάδ᾽ εὐόρκως ἔχει.
ἴδεσθε δ᾽ αὖτε, τῶνδ᾽ ἐπήκοοι κακῶν, 980
τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
ἐκτείνατ᾽ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
στέγαστρον ἀνδρὸς δείξαθ᾽, ὡς ἴδῃ πατήρ,
οὐχ οὑμός, ἀλλ᾽ ὁ πάντ᾽ ἐποπτεύων τάδε 985
Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
ὡς τόνδ᾽ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην· 990
ἥτις δ᾽ ἐπ᾽ ἀνδρὶ τοῦτ᾽ ἐμήσατο στύγος,
ἐξ οὗ τέκνων ἤνεγχ᾽ ὑπὸ ζώνην βάρος,
φίλον τέως, νῦν δ᾽ ἐχθρόν, ὡς φαίνει, κακόν,
τί σοι δοκεῖ; μύραινά γ᾽ εἴτ᾽ ἔχιδν᾽ ἔφυ
σήπειν θιγοῦσ᾽ ἂν ἄλλον οὐ δεδηγμένον 995
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
ἄρκυν τ᾽ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. 1000
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
ξένων ἀπαιόλημα κἀργυροστερῆ
βίον νομίζων, τῷδέ τ᾽ ἂν δολώματι
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
τοιάδ᾽ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ 1005
γένοιτ᾽· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορός
αἰαῖ <αἰαῖ> μελέων ἔργων·
στυγερῷ θανάτῳ διεπράχθης.
ἒ ἔ, 1008β
μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι 1010
φᾶρος τόδ᾽, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
πατροκτόνον θ᾽ ὕφασμα προσφωνῶν τόδε. 1015
ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
ἄζηλα νίκης τῆσδ᾽ ἔχων μιάσματα.
Χορός
οὔτις μερόπων ἀσινὴς βίοτον
διὰ παντὸς ἀπήμον᾽ ἀμείψει.
ἒ ἔ,
μόχθος δ᾽ ὁ μὲν αὐτίχ᾽, ὁ δ᾽ ἥξει. 1020
Ὀρέστης
ἀλλ᾽, ὡς ἂν εἰδῆτ᾽, οὐ γὰρ οἶδ᾽ ὅπη τελεῖ,
ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμου
ἐξωτέρω· φέρουσι γὰρ νικώμενον
φρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβος
ᾄδειν ἕτοιμος ἠδ᾽ ὑπορχεῖσθαι κότῳ. 1025
ἕως δ᾽ ἔτ᾽ ἔμφρων εἰμί, κηρύσσω φίλοις
κτανεῖν τέ φημι μητέρ᾽ οὐκ ἄνευ δίκης,
πατροκτόνον μίασμα καὶ θεῶν στύγος.
καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαι
τὸν πυθόμαντιν Λοξίαν, χρήσαντ᾽ ἐμοὶ 1030
πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν·
τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται.
καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος
ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι 1035
μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,
πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
φεύγων τόδ᾽ αἷμα κοινόν· οὐδ᾽ ἐφ᾽ ἑστίαν
ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰ 1041
τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω· 1040
ἐγὼ δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
Χορός
ἀλλ᾽ εὖ γ᾽ ἔπραξας, μηδ᾽ ἐπιζευχθῇς στόμα
φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά, 1045
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
Ὀρέστης
ἆ, ἆ.
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
πυκνοῖς δράκουσιν· οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ. 1050
Χορός
τίνες σε δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
Ὀρέστης
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
Χορός
ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι· 1055
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
Ὀρέστης
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
Χορός
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. 1060
Ὀρέστης
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγὼ.
Χορός
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
Χορός
ὅδε τοι μελάθροις τοῖς βασιλείοις 1065
τρίτος αὖ χειμὼν
πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές [τε Θυέστου]·
δεύτερον ἀνδρὸς βασίλεια πάθη· 1070
λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει 1075
μετακοιμισθὲν μένος ἄτης;