22 Ιανουαρίου 2010

ΑΙΑΝΤΟΣ και ΑΓΑΜΕΜΝΟΝΟΣ (Νεκρικοί διάλογοι Λουκιανού)


[1] ΑΓΑΜΕΜΝΩΝ
Εἰ σὺ μανείς͵ ὦ Αἶαν͵ σεαυτὸν ἐφόνευσας͵ ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας͵ τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν͵ ὁπότε ἧκεν μαντευσόμενος͵ οὔτε προσειπεν ἠξίωσας ἄνδρα συστρατιώτην καὶ ἑταρον͵ ἀλλ΄ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
ΑΙΑΣ
Εἰκότως͵ ὦ Ἀγάμεμνον· αὐτὸς γοῦν μοι τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τος ὅπλοις.
ΑΓΑΜΕΜΝΩΝ
Ἠξίους δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεν ἁπάντων;
ΑΙΑΣ
Ναί͵ τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμες οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχωρήσατέ μοι τῶν ἄθλων͵ ὁ δὲ Λαέρτου͵ ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν͵ ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
ΑΓΑΜΕΜΝΩΝ
[2] Αἰτιῶ τοιγαροῦν͵ ὦ γενναε͵ τὴν Θέτιν͵ ἣ δέον σοὶ τὴν κληρονομίαν τῶν ὅπλων παραδοῦναι συγγενε γε ὄντι͵ φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.
ΑΙΑΣ
Οὔκ͵ ἀλλὰ τὸν Ὀδυσσέα͵ ὃς ἀντεποιήθη μόνος.
ΑΓΑΜΕΜΝΩΝ
Συγγνώμη͵ ὦ Αἶαν͵ εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος͵ ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδυνεύειν ὑπέμενεν͵ ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικαστας.
ΑΙΑΣ
Οἶδα ἐγώ͵ ἥτις μου κατεδίκασεν· ἀλλ΄ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ΄ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεν οὐκ ἂν δυναίμην͵ ὦ Ἀγάμεμνον͵ οὐδ΄ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτο ἐπιτάττοι.