30 Απριλίου 2010

ΔΙΟΓΕΝΟΥΣ και ΑΛΕΞΑΝΔΡΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΔΙΟΓΕΝΗΣ
Τί τοῦτο͵ ὦ Ἀλέξανδρε; καὶ σὺ τέθνηκας ὥσπερ καὶ ἡμεῖς ἅπαντες;
ΑΛΕΞΑΝΔΡΟΣ
Ὁρᾷς͵ ὦ Διόγενες· οὐ παράδοξον δέ͵ εἰ ἄνθρωπος ὢν ἀπέθανον.
ΔΙΟΓΕΝΗΣ
Οὐκοῦν ὁ Ἄμμων ἐψεύδετο λέγων ἑαυτοῦ σε εἶναι͵ σὺ δὲ Φιλίππου ἄρα ἦσθα;
ΑΛΕΞΑΝΔΡΟΣ
Φιλίππου δηλαδή· οὐ γὰρ ἂν ἐτεθνήκειν Ἄμμωνος ὤν.
ΔΙΟΓΕΝΗΣ
Καὶ μὴν καὶ περὶ τῆς Ὀλυμπιάδος ὅμοια ἐλέγετο͵ δράκοντα ὁμιλεῖν αὐτῇ καὶ βλέπεσθαι ἐν τῇ εὐνῇ͵ εἶτα οὕτω σε τεχθῆναι͵ τὸν δὲ Φίλιππον ἐξηπατῆσθαι οἰόμενον πατέρα σου εἶναι.
ΑΛΕΞΑΝΔΡΟΣ
Κἀγὼ ταῦτα ἤκουον ὥσπερ σύ͵ νῦν δὲ ὁρῶ ὅτι οὐδὲν ὑγιὲς οὔτε ἡ μήτηρ οὔτε οἱ τῶν Ἀμμωνίων προφῆται ἔλεγον.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ τὸ ψεῦδος αὐτῶν οὐκ ἄχρηστόν σοι͵ ὦ Ἀλέξανδρε͵ πρὸς τὰ πράγματα ἐγένετο· πολλοὶ γὰρ ὑπέπτησσον θεὸν εἶναί σε νομίζοντες. [2] ἀτὰρ εἰπέ μοι͵ τίνι τὴν τοσαύτην ἀρχὴν καταλέλοιπας;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐκ οἶδα͵ ὦ Διόγενες· οὐ γὰρ ἔφθασα ἐπισκῆψαί τι περὶ αὐτῆς ἢ τοῦτο μόνον͵ ὅτι ἀποθνήσκων Περδίκκᾳ τὸν δακτύλιον ἐπέδωκα. πλὴν ἀλλὰ τί γελᾷς͵ ὦ Διόγενες;
ΔΙΟΓΕΝΗΣ
Τί γὰρ ἄλλο ἢ ἀνεμνήσθην οἷα ἐποίει ἡ Ἑλλάς͵ ἄρτι σε παρειληφότα τὴν ἀρχὴν κολακεύοντες καὶ προστάτην αἱρούμενοι καὶ στρατηγὸν ἐπὶ τοὺς βαρβάρους͵ ἔνιοι δὲ καὶ τοῖς δώδεκα θεοῖς προστιθέντες καὶ οἰκοδομοῦντές σοι νεὼς καὶ θύοντες ὡς δράκοντος υἱῷ. [3] ἀλλ΄ εἰπέ μοι͵ ποῦ σε οἱ Μακεδόνες ἔθαψαν;
ΑΛΕΞΑΝΔΡΟΣ
Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν ἡμέραν ταύτην͵ ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής͵ ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων τῶν ἐν ποσίν͵ εἰς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ͵ ὡς γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν.
ΔΙΟΓΕΝΗΣ
Μὴ γελάσω οὖν͵ ὦ Ἀλέξανδρε͵ ὁρῶν καὶ ἐν ᾅδου ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα Ἄνουβιν ἢ Ὄσιριν γενήσεσθαι; πλὴν ἀλλὰ ταῦτα μέν͵ ὦ θειότατε͵ μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω τοῦ στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ Αἰακὸς οὐδὲ ὁ Κέρβερος εὐκαταφρόνητος. [4] ἐκεῖνο δέ γε ἡδέως ἂν μάθοιμι παρὰ σοῦ͵ πῶς φέρεις͵ ὁπόταν ἐννοήσῃς ὅσην εὐδαιμονίαν ὑπὲρ γῆς ἀπολιπὼν ἀφῖξαι͵ σωματοφύλακας καὶ ὑπασπιστὰς καὶ σατράπας καὶ χρυσὸν τοσοῦτον καὶ ἔθνη προσκυνοῦντα καὶ Βαβυλῶνα καὶ Βάκτρα καὶ τὰ μεγάλα θηρία καὶ τιμὴν καὶ δόξαν καὶ τὸ ἐπίσημον εἶναι ἐξελαύνοντα διαδεδεμένον ταινίᾳ λευκῇ τὴν κεφαλὴν πορφυρίδα ἐμπεπορπημένον. οὐ λυπεῖ ταῦτά σε ὑπὲρ τὴν μνήμην ἰόντα; τί δακρύεις͵ ὦ μάταιε; οὐδὲ ταῦτά σε ὁ σοφὸς Ἀριστοτέλης ἐπαίδευσεν μὴ οἴεσθαι βέβαια εἶναι τὰ παρὰ τῆς τύχης;
ΑΛΕΞΑΝΔΡΟΣ
[5] Ὁ σοφὸς ἐκεῖνος ἁπάντων κολάκων ἐπιτριπτότατος ὤν; ἐμὲ μόνον ἔασον τὰ Ἀριστοτέλους εἰδέναι͵ ὅσα μὲν ᾔτησεν παρ΄ ἐμοῦ͵ οἷα δὲ ἐπέστελλεν͵ ὡς δὲ κατεχρῆτό μου τῇ περὶ παιδείαν φιλοτιμίᾳ θωπεύων καὶ ἐπαινῶν ἄρτι μὲν πρὸς τὸ κάλλος͵ ὡς καὶ τοῦτο μέρος ὂν τἀγαθοῦ͵ ἄρτι δὲ ἐς τὰς πράξεις καὶ τὸν πλοῦτον. καὶ γὰρ αὖ καὶ τοῦτο ἀγαθὸν ἡγεῖτο εἶναι͵ ὡς μὴ αἰσχύνοιτο καὶ αὐτὸς λαμβάνων· γόης͵ ὦ Διόγενες͵ ἅνθρωπος καὶ τεχνίτης. πλὴν ἀλλὰ τοῦτό γε ἀπολέλαυκα τῆς σοφίας αὐτοῦ͵ τὸ λυπεῖσθαι ὡς ἐπὶ μεγίστοις ἀγαθοῖς ἐκείνοις͵ ἃ κατηριθμήσω μικρῷ γε ἔμπροσθεν.
ΔΙΟΓΕΝΗΣ
[6] Ἀλλ΄ οἶσθα ὃ δράσεις; ἄκος γάρ σοι τῆς λύπης ὑποθήσομαι. ἐπεὶ ἐνταῦθά γε ἐλλέβορος οὐ φύεται͵ σὺ δὲ κἂν τὸ Λήθης ὕδωρ χανδὸν ἐπισπασάμενος πίε καὶ αὖθις πίε καὶ πολλάκις· οὕτω γὰρ ἂν παύσαιο ἐπὶ τοῖς Ἀριστοτέλους ἀγαθοῖς ἀνιώμενος. καὶ γὰρ Κλεῖτον ἐκεῖνον ὁρῶ καὶ Καλλισθένην καὶ ἄλλους πολλοὺς ἐπὶ σὲ ὁρμῶντας͵ ὡς διασπάσαιντο καὶ ἀμύναιντο σε ὧν ἔδρασας αὐτούς. ὥστε τὴν ἑτέραν σὺ ταύτην βάδιζε καὶ πῖνε πολλάκις͵ ὡς ἔφην.