13 Σεπτεμβρίου 2010

ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΜΕΝΟΙΚΕΑ

Ἐπίκουρος Μενοικεῖ χαίρειν.
[122] Μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν͵ μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον. ὁ δὲ λέγων ἢ μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν ὥραν ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μὴ παρεῖναι τὴν ὥραν ἢ μηκέτι εἶναι. ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι͵ τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων͵ τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων· μελετᾶν οὖν χρὴ τὰ ποιοῦντα τὴν εὐδαιμονίαν͵ εἴπερ παρούσης μὲν αὐτῆς πάντα ἔχομεν͵ ἀπούσης δὲ πάντα πράττομεν εἰς τὸ ταύτην ἔχειν.
[123] Ἃ δέ σοι συνεχῶς παρήγγελλον͵ ταῦτα καὶ πρᾶττε καὶ μελέτα͵ στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ΄ εἶναι διαλαμβάνων. Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων͵ ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη͵ μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετὰ ἀφθαρσίας μακαριότητα περὶ αὐτὸν δόξαζε. θεοὶ μὲν γὰρ εἰσίν· ἐναργὴς γὰρ αὐτῶν ἐστιν ἡ γνῶσις· οἵους δ΄ αὐτοὺς οἱ πολλοὶ νομίζουσιν͵ οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νομίζουσιν. ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν͵ [124] ἀλλ΄ ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων. οὐ γὰρ προ λήψεις εἰσὶν ἀλλ΄ ὑπολήψεις ψευδεῖς αἱ τῶν πολλῶν ὑπὲρ θεῶν ἀποφάσεις. ἔνθεν αἱ μέγισται βλάβαι αἴτιαι τοῖς κακοῖς ἐκ θεῶν ἐπάγονται καὶ ὠφέλειαι. ταῖς γὰρ ἰδίαις οἰκειούμενοι διὰ παντὸς ἀρεταῖς τοὺς ὁμοίους ἀποδέχονται͵ πᾶν τὸ μὴ τοιοῦτον ὡς ἀλλότριον νομίζοντες.
Συνέθιζε δὲ ἐν τῷ νομίζειν μηδὲν πρὸς ἡμᾶς εἶναι τὸν θάνατον ἐπεὶ πᾶν ἀγαθὸν καὶ κακὸν ἐν αἰσθήσει· στέρησις δέ ἐστιν αἰσθήσεως ὁ θάνατος. ὅθεν γνῶσις ὀρθὴ τοῦ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸν θάνατον ἀπολαυστὸν ποιεῖ τὸ τῆς ζωῆς θνητόν͵ οὐκ ἄπειρον προστιθεῖσα χρόνον͵ ἀλλὰ τὸν τῆς ἀθανασίας ἀφελομένη πόθον. [125] οὐθὲν γάρ ἐστιν ἐν τῷ ζῆν δεινὸν τῷ κατειληφότι γνησίως τὸ μηδὲν ὑπάρχειν ἐν τῷ μὴ ζῆν δεινόν. ὥστε μάταιος ὁ λέγων δεδιέναι τὸν θάνατον οὐχ ὅτι λυπήσει παρών͵ ἀλλ΄ ὅτι λυπεῖ μέλλων. ὃ γὰρ παρὸν οὐκ ἐνοχλεῖ͵ προσδοκώμενον κενῶς λυπεῖ. τὸ φρικωδέστατον οὖν τῶν κακῶν ὁ θάνατος οὐθὲν πρὸς ἡμᾶς͵ ἐπειδήπερ ὅταν μὲν ἡμεῖς ὦμεν͵ ὁ θάνατος οὐ πάρεστιν͵ ὅταν δὲ ὁ θάνατος παρῇ͵ τόθ΄ ἡμεῖς οὐκ ἐσμέν. οὔτε οὖν πρὸς τοὺς ζῶντάς ἐστιν οὔτε πρὸς τοὺς τετελευτηκότας͵ ἐπειδήπερ περὶ οὓς μὲν οὐκ ἔστιν͵ οἳ δ΄ οὐκέτι εἰσίν. Ἀλλ΄ οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν͵ ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν (κακῶν αἱροῦνται. ὁ δὲ σοφὸς οὔτε παραιτεῖται τὸ ζῆν) [126] οὔτε φοβεῖται τὸ μὴ ζῆν· οὔτε γὰρ αὐτῷ προσίσταται τὸ ζῆν οὔτε δοξάζει κακὸν εἶναί τι τὸ μὴ ζῆν. ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται͵ οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται. Ὁ δὲ παραγγέλλων τὸν μὲν νέον καλῶς ζῆν͵ τὸν δὲ γέροντα καλῶς καταστρέφειν͵ εὐήθης ἐστὶν οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν͵ ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην τοῦ καλῶς ζῆν καὶ τοῦ καλῶς ἀποθνῄσκειν. πολὺ δὲ χείρων καὶ ὁ λέγων καλὸν μὲν μὴ φῦναι͵

φύντα δ΄ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.

[127] Εἰ μὲν γὰρ πεποιθὼς τοῦτό φησιν͵ πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν; ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ΄ ἐστίν͵ εἴπερ ἦν βεβουλευ μένον αὐτῷ βεβαίως· εἰ δὲ μωκώμενος͵ μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.
Μνημονευτέον δὲ ὡς τὸ μέλλον οὔτε πάντως ἡμέτερον οὔτε πάντως οὐχ ἡμέτερον͵ ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.
Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί͵ αἱ δὲ κεναί͵ καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι͵ αἱ δὲ φυσι καὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι͵ αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν͵ αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν. [128] τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν͵ ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν͵ ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται͵ λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών͵ οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν͵ ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν͵ οὐκέτι τῆς ἡδονῆς δεόμεθα.
Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν. [129] ταύτην γὰρ ἀγαθὸν πρῶτον καὶ συγγενικὸν ἔγνωμεν͵ καὶ ἀπὸ ταύτης καταρχόμεθα πάσης αἱρέσεως καὶ φυγῆς͵ καὶ ἐπὶ ταύτην καταντῶμεν ὡς κανόνι τῷ πάθει πᾶν ἀγαθὸν κρίνοντες. Καὶ ἐπεὶ πρῶτον ἀγαθὸν τοῦτο καὶ σύμφυτον͵ διὰ τοῦτο καὶ οὐ πᾶσαν ἡδονὴν αἱρούμεθα͵ ἀλλ΄ ἔστιν ὅτε πολλὰς ἡδονὰς ὑπερβαίνομεν͵ ὅταν πλεῖον ἡμῖν τὸ δυσχερὲς ἐκ τούτων ἕπηται· καὶ πολλὰς ἀλγηδόνας ἡδονῶν κρείττους νομίζομεν͵ ἐπειδὰν μείζων ἡμῖν ἡδονὴ παρακολουθῇ πολὺν χρόνον ὑπομείνασι τὰς ἀλγηδόνας. πᾶσα οὖν ἡδονὴ διὰ τὸ φύσιν ἔχειν οἰκείαν ἀγαθόν͵ οὐ πᾶσα μέντοι αἱρετή· καθάπερ καὶ ἀλγηδὼν πᾶσα κακόν͵ οὐ πᾶσα δὲ ἀεὶ φευκτὴ πεφυκυῖα. [130] τῇ μέντοι συμμετρήσει καὶ συμφερόντων καὶ ἀσυμφόρων βλέψει ταῦτα πάντα κρίνειν καθήκει. χρώμεθα γὰρ τῷ μὲν ἀγαθῷ κατά τινας χρόνους ὡς κακῷ͵ τῷ δὲ κακῷ τοὔμπαλιν ὡς ἀγαθῷ.
Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν͵ οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα͵ ἀλλ΄ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά͵ τοῖς ὀλίγοις ἀρκώμεθα͵ πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι͵ καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι͵ τὸ δὲ κενὸν δυσπόριστον͵ ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν͵ ὅταν ἅπαν τὸ ἀλγοῦν κατ΄ ἔνδειαν ἐξαιρεθῇ͵ [131] καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν͵ ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται. τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει.
Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν͵ οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν͵ ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμενοι νομίζουσιν͵ ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν· [132] οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ΄ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ΄ ἰχθύων καὶ τῶν ἄλλων͵ ὅσα φέρει πολυτελὴς τράπεζα͵ τὸν ἡδὺν γεννᾷ βίον͵ ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέ σεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων͵ ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.
Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις. διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις͵ ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί͵ διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως. συμπεφύ κασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως͵ καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
[133] Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος͵ καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος͵ τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς; τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων ἀγγέλλοντος (λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ΄ ἀνάγκην͵ ἃ δὲ ἀπὸ τύχης͵ ἃ δὲ παρ΄ ἡμᾶς͵ διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι͵ τὴν δὲ τύχην ἄστατον ὁρᾶν͵ τὸ δὲ παρ΄ ἡμᾶς ἀδέσποτον͵ ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν). [134] ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς͵ ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην. τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων, —οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται— οὔτε ἀβέβαιον αἰτίαν, (οὐκ) οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι͵ ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι· [135] κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν· βέλτιον· γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν (μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν) ὀρθωθῆναι διὰ ταύτην.
Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός τε τὸν ὅμοιον σεαυτῷ͵ καὶ οὐδέποτε οὔθ΄ ὕπαρ οὔτ΄ ὄναρ διαταραχθήσῃ͵ ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.

29 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΧΕΙΡΩΝΟΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
῎Ηκουσα͵ ὦ Χείρων͵ ὡς θεὸς ὢν ἐπεθύμησας ἀποθανεῖν.
ΧΕΙΡΩΝ
Ἀληθῆ ταῦτα ἤκουσας͵ ὦ Μένιππε͵ καὶ τέθνηκα͵ ὡς ὁρᾷς͵ ἀθάνατος εἶναι δυνάμενος.
ΜΕΝΙΠΠΟΣ
Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν͵ ἀνεράστου τοῖς πολλοῖς χρήματος;
ΧΕΙΡΩΝ
Ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν τῆς ἀθανασίας.
ΜΕΝΙΠΠΟΣ
Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς;
ΧΕΙΡΩΝ
Οὔκ͵ ὦ Μένιππε· τὸ γὰρ ἡδὺ ἔγωγε ποικίλον τι καὶ οὐχ ἁπλοῦν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ ἔζων ἀεὶ καὶ ἀπέλαυον τῶν ὁμοίων͵ ἡλίου͵ φωτός͵ τροφῆς͵ αἱ ὧραι δὲ αἱ αὐταὶ καὶ τὰ γινόμενα ἅπαντα ἑξῆς ἕκαστον͵ ὥσπερ ἀκολουθοῦντα θάτερον θατέρῳ· ἐνεπλήσθην οὖν αὐτῶν· οὐ γὰρ ἐν τῷ αὐτῷ ἀεὶ͵ ἀλλὰ καὶ ἐν τῷ μὴ μετασχεῖν ὅλως τὸ τερπνὸν ἦν.
ΜΕΝΙΠΠΟΣ
Εὖ λέγεις͵ ὦ Χείρων. τὰ ἐν ᾅδου δὲ πῶς φέρεις͵ ἀφ΄ οὗ προελόμενος αὐτὰ ἥκεις;
ΧΕΙΡΩΝ
[2] Οὐκ ἀηδῶς͵ ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτικὴ καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον ἐν φωτὶ εἶναι ἢ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ͵ ἀλλ΄ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.
ΜΕΝΙΠΠΟΣ
Ὅρα͵ ὦ Χείρων͵ μὴ περιπίπτῃς σεαυτῷ καὶ ἐς τὸ αὐτό σοι ὁ λόγος περιστῇ.
ΧΕΙΡΩΝ
Πῶς τοῦτο φῄς;
ΜΕΝΙΠΠΟΣ
Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐγένετό σοι προσκορές͵ καὶ τἀνταῦθα ὅμοια ὄντα προσκορῆ ὁμοίως ἂν γένοιτο͵ καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν εἰς ἄλλον βίον͵ ὅπερ οἶμαι ἀδύνατον.
ΧΕΙΡΩΝ
Τί οὖν ἂν πάθοι τις͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ὅπερ͵ οἶμαι͵ φασί͵ συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.

25 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΤΑΝΤΑΛΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Τί κλάεις͵ ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
ΤΑΝΤΑΛΟΣ
Ὅτι͵ ὦ Μένιππε͵ ἀπόλωλα ὑπὸ τοῦ δίψους.
ΜΕΝΙΠΠΟΣ
Οὕτως ἀργὸς εἶ͵ ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νὴ Δί΄ ἀρυσάμενος κοίλῃ τῇ χειρί;
ΤΑΝΤΑΛΟΣ
Οὐδὲν ὄφελος͵ εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ ὕδωρ͵ ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι͵ οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος͵ καὶ διὰ τῶν δακτύλων διαρρυὲν οὐκ οἶδ΄ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
ΜΕΝΙΠΠΟΣ
Τεράστιόν τι πάσχεις͵ ὦ Τάνταλε. ἀτὰρ εἰπέ μοι͵ τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις͵ ἀλλ΄ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται͵ ὅπερ καὶ πεινῆν καὶ διψῆν ἐδύνατο͵ σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίοις;
ΤΑΝΤΑΛΟΣ
Τοῦτ΄ αὐτὸ ἡ κόλασίς ἐστι͵ τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.
ΜΕΝΙΠΠΟΣ
[2] Ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν͵ ἐπεὶ φῂς κολάζεσθαι τῷ δίψει. τί δ΄ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον ἐντεῦθεν εἰς ἕτερον τόπον.
ΤΑΝΤΑΛΟΣ
Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ΄ οὖν μέρος τῆς καταδίκης͵ τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον.
ΜΕΝΙΠΠΟΣ
Ληρεῖς͵ ὦ Τάνταλε͵ καὶ ὡς ἀληθῶς ποτοῦ δεῖσθαι δοκεῖς͵ ἀκράτου γε ἐλλεβόρου νὴ Δία͵ ὅστις τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις πέπονθας οὐ τὸ ὕδωρ ἀλλὰ τὴν δίψαν πεφοβημένος.
ΤΑΝΤΑΛΟΣ
Οὐδὲ τὸν ἐλλέβορον͵ ὦ Μένιππε͵ ἀναίνομαι πιεῖν͵ γένοιτό μοι μόνον.
ΜΕΝΙΠΠΟΣ
Θάρρει͵ ὦ Τάνταλε͵ ὡς οὔτε σὺ οὔτε ἄλλος πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι τοῦ ὕδατος αὐτοὺς οὐχ ὑπομένοντος.

21 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ και ΤΕΙΡΕΣΙΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ὦ Τειρεσία͵ εἰ μὲν καὶ τυφλὸς εἶ͵ οὐκέτι διαγνῶναι ῥᾴδιον. ἅπασι γὰρ ἡμῖν ὁμοῖα τὰ ὄμματα͵ κενά͵ μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δ΄ ἄλλα οὐκέτ΄ ἂν εἰπεῖν ἔχοις͵ τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἄρρην καὶ γυνή͵ τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι͵ ὁποτέρου ἡδίονος ἐπειράθης τῶν βίων͵ ὁπότε ἀνὴρ ἦσθα͵ ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
ΤΕΙΡΕΣΙΑΣ
Παρὰ πολύ͵ ὦ Μένιππε͵ ὁ γυναικεῖος· ἀπραγμονέστερος γάρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αἱ γυναῖκες͵ καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ΄ ἔπαλξιν ἑστάναι οὔτ΄ ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ΄ ἐν δικαστηρίοις ἐξετάζεσθαι.
ΜΕΝΙΠΠΟΣ
[2] Οὐ γὰρ ἀκήκοας͵ ὦ Τειρεσία͵ τῆς Εὐριπίδου Μηδείας͵ οἷα εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον͵ ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι͵ ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖακαὶ ἔτεκές ποτε͵ ὁπότε γυνὴ ἦσθα͵ ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ;
ΤΕΙΡΕΣΙΑΣ
Τί τοῦτο͵ Μένιππε͵ ἐρωτᾷς;
ΜΕΝΙΠΠΟΣ
Οὐδὲν χαλεπόν͵ ὦ Τειρεσία· πλὴν ἀπόκριναι͵ εἴ σοι ῥᾴδιον.
ΤΕΙΡΕΣΙΑΣ
Οὐ στεῖρα μὲν ἤμην͵ οὐκ ἔτεκον δ΄ ὅλως.
ΜΕΝΙΠΠΟΣ
Ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες͵ ἐβουλόμην εἰδέναι.
ΤΕΙΡΕΣΙΑΣ
Εἶχον δηλαδή.
ΜΕΝΙΠΠΟΣ
Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ χωρίον τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεστάθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ καὶ πώγωνα ἐξήνεγκας͵ ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης;
ΤΕΙΡΕΣΙΑΣ
Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς δ΄ οὖν μοι ἀπιστεῖν͵ εἰ τοῦθ΄ οὕτως ἐγένετο.
ΜΕΝΙΠΠΟΣ
Οὐ χρὴ γὰρ ἀπιστεῖν͵ ὦ Τειρεσία͵ τοῖς τοιούτοις͵ ἀλλὰ καθάπερ τινὰ βλᾶκα μὴ ἐξετάζοντα͵ εἴτε δυνατά ἐστιν εἴτε καὶ μή͵ παραδέχεσθαι;
ΤΕΙΡΕΣΙΑΣ
[3] Σὺ οὖν οὐδὲ τὰ ἄλλα πιστεύεις οὕτω γενέσθαι͵ ὁπόταν ἀκούσῃς ὅτι ὄρνεα ἐκ γυναικῶν ἐγένοντό τινες ἢ δένδρα ἢ θηρία͵ τὴν Ἀηδόνα ἢ τὴν Δάφνην ἢ τὴν τοῦ Λυκάονος θυγατέρα;
ΜΕΝΙΠΠΟΣ
῎Ην που κἀκείναις ἐντύχω͵ εἴσομαι ὅ τι καὶ λέγουσι. σὺ δέ͵ ὦ βέλτιστε͵ ὁπότε γυνὴ ἦσθα͵ καὶ ἐμαντεύου τότε ὥσπερ καὶ ὕστερον͵ ἢ ἅμα ἀνὴρ καὶ μάντις ἔμαθες εἶναι;
ΤΕΙΡΕΣΙΑΣ
Ὁρᾷς; ἀγνοεῖς τὰ περὶ ἐμοῦ ἅπαντα͵ ὡς καὶ διέλυσά τινα ἔριν τῶν θεῶν͵ καὶ ἡ μὲν ῞Ηρα ἐπήρωσέν με͵ ὁ δὲ Ζεὺς παρεμυθήσατο τῇ μαντικῇ τὴν συμφοράν.
ΜΕΝΙΠΠΟΣ
Ἔτι ἔχῃ͵ ὦ Τειρεσία͵ τῶν ψευσμάτων; ἀλλὰ κατὰ τοὺς μάντεις τοῦτο ποιεῖς· ἔθος γὰρ ὑμῖν μηδὲν ὑγιὲς λέγειν.

17 Αυγούστου 2010

ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΚΕΡΒΕΡΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Ὦ Κέρβερεσυγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤνεἰπέ μοι πρὸς τῆς Στυγός͵ οἷος ἦν ὁ Σωκράτης͵ ὁπότε κατῄει παρ΄ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον͵ ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι͵ ὁπότ΄ ἐθέλοις.
ΚΕΡΒΕΡΟΣ
Πόρρωθεν μέν͵ ὦ Μένιππε͵ παντάπασιν ἐδόκει ἀτρέπτῳ τῷ προσώπῳ προσιέναι καὶ οὐ πάνυ δεδιέναι τὸν θάνατον δοκῶν καὶ τοῦτο ἐμφῆναι τοῖς ἔξω τοῦ στομίου ἑστῶσιν ἐθέλων͵ ἐπεὶ δὲ κατέκυψεν εἴσω τοῦ χάσματος καὶ εἶδε τὸν ζόφον͵ κἀγὼ ἔτι διαμέλλοντα αὐτὸν δακὼν τῷ κωνείῳ κατέσπασα τοῦ ποδός͵ ὥσπερ τὰ βρέφη ἐκώκυεν καὶ τὰ ἑαυτοῦ παιδία ὠδύρετο καὶ παντοῖος ἐγίνετο.
ΜΕΝΙΠΠΟΣ
[2] Οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος;
ΚΕΡΒΕΡΟΣ
Οὔκ͵ ἀλλ΄ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα͵ κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν͵ ὡς θαυμάσονται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι͵ ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι͵ τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής.
ΜΕΝΙΠΠΟΣ
Ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα;
ΚΕΡΒΕΡΟΣ
Μόνος͵ ὦ Μένιππε͵ ἀξίως τοῦ γένους͵ καὶ Διογένης πρὸ σοῦ͵ ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδ΄ ὠθούμενοι͵ ἀλλ΄ ἐθελούσιοι͵ γελῶντες͵ οἰμώζειν παραγγείλαντες ἅπασιν.

13 Αυγούστου 2010

ΠΡΩΤΕΣΙΛΑΟΥ, ΠΛΟΥΤΩΝΟΣ και ΠΕΡΣΕΦΟΝΗΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΠΡΩΤΕΣΙΛΑΟΣ
Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ͵ μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
ΠΛΟΥΤΩΝ
Σὺ δὲ τίνων δέῃ παρ΄ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Εἰμὶ μὲν Πρωτεσίλαος ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ΄ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
ΠΛΟΥΤΩΝ
Τοῦτον μὲν τὸν ἔρωτα͵ ὦ Πρωτεσίλαε͵ πάντες νεκροὶ ἐρῶσιν͵ πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄ οὐ τοῦ ζῆν͵ Ἀϊδωνεῦ͵ ἐρῶ ἔγωγε͵ τῆς γυναικὸς δέ͵ ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων͵ εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με͵ ὦ δέσποτα͵ καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
ΠΛΟΥΤΩΝ
[2] Οὐκ ἔπιες͵ ὦ Πρωτεσίλαε͵ τὸ Λήθης ὕδωρ;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Καὶ μάλα͵ ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
ΠΛΟΥΤΩΝ
Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄ οὐ φέρω τὴν διατριβήν͵ ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
ΠΛΟΥΤΩΝ
Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ΄ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ΄ ὑμᾶς͵ ὥστε ἀνθ΄ ἑνὸς δύο νεκροὺς λήψῃ μετ΄ ὀλίγον.
ΠΛΟΥΤΩΝ
Οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.
ΠΡΩΤΕΣΙΛΑΟΣ
[3] Ἀναμνήσω σε͵ ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι΄ [3] Ἀναμνήσω σε͵ ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι΄ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.
ΠΛΟΥΤΩΝ
Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ διαγνῶναι δυναμένη; φοβήσεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
ΠΕΡΣΕΦΟΝΗ
Οὐκοῦν͵ ὦ ἄνερ͵ σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον͵ ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ͵ καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτὸν͵ οἷος ἦν ἐκ τοῦ παστοῦ.
ΠΛΟΥΤΩΝ
Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ͵ ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

9 Αυγούστου 2010

ΝΙΡΕΩΣ και ΘΕΡΣΙΤΟΥ και ΜΕΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΝΙΡΕΥΣ
Ἰδοὺ δή͵ Μένιππος οὑτοσὶ δικάσει͵ πότερος εὐμορφότερός ἐστιν. εἰπέ͵ ὦ Μένιππε͵ οὐ καλλίων σοι δοκῶ;
ΜΕΝΙΠΠΟΣ
Τίνες δὲ καὶ ἔστε; πρότερον͵ οἶμαι͵ χρὴ γὰρ τοῦτο εἰδέναι.
ΝΙΡΕΥΣ
Νιρεὺς καὶ Θερσίτης.
ΜΕΝΙΠΠΟΣ
Πότερος οὖν ὁ Νιρεὺς καὶ πότερος ὁ Θερσίτης; οὐδέπω γὰρ τοῦτο δῆλον. ΘΕΡΣΙΤΗΣ
Ἓν μὲν ἤδη τοῦτο ἔχω͵ ὅτι ὅμοιός εἰμί σοι καὶ οὐδὲν τηλικοῦτον διαφέρεις ἡλίκον σε Ὅμηρος ἐκεῖνος ὁ τυφλὸς ἐπῄνεσεν ἁπάντων εὐμορφότερον προσειπών͵ ἀλλ΄ ὁ φοξὸς ἐγὼ καὶ ψεδνὸς οὐδὲν χείρων ἐφάνην τῷ δικαστῇ. ὅρα δὲ σύ͵ ὦ Μένιππε͵ ὅντινα καὶ εὐμορφότερον ἡγῇ.
ΝΙΡΕΥΣ
Ἐμέ γε τὸν Ἀγλαΐας καὶ Χάροπος͵ ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθον. ΜΕΝΙΠΠΟΣ
[2] Ἀλλ’ οὐχὶ καὶ ὑπὸ γῆν͵ ὡς οἶμια, κάλλιστος ἦλθες͵ ἀλλὰ τὰ μὲν ὀστᾶ ὅμοια, τὸ δὲ κρανίον ταύτῃ μόνον ἄρα διακρίνοιτο ἀπὸ τοῦ Θερσίτου κρανίου, ὅτι εὔθρυπτον τὸ σόν· ἀλαπαδνὸν γὰρ αὐτὸ καὶ οὐκ ἀνδρῶδες ἔχεις.
ΝΙΡΕΥΣ
Καὶ μὴν ἐροῦ Ὅμηρον͵ ὁποῖος ἦν͵ ὁπότε συνεστράτευον τοῖς Ἀχαιοῖς.
ΜΕΝΙΠΠΟΣ
Ὀνείρατά μοι λέγεις· ἐγὼ δὲ ἃ βλέπω καὶ νῦν ἔχεις͵ ἐκεῖνα δέ οἱ τότε ἴσασιν. ΝΙΡΕΥΣ
Οὔκουν ἐγὼ ἐνταῦθα εὐμορφότερός εἰμι͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Οὔτε σὺ οὔτε ἄλλος εὔμορφος· ἰσοτιμία γὰρ ἐν ᾅδου καὶ ὅμοιοι ἅπαντες.
ΘΕΡΣΙΤΗΣ
Ἐμοὶ μὲν καὶ τοῦτο ἱκανόν.

5 Αυγούστου 2010

ΝΕΚΡΩΝ ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ ΜΕΝΙΠΠΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΚΡΟΙΣΟΣ
Οὐ φέρομεν͵ ὦ Πλούτων͵ Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν εἰς ἕτερον τόπον.
ΠΛΟΥΤΩΝ
Τί δ΄ ὑμᾶς δεινὸν ἐργάζεται ὁμόνεκρος ὤν;
ΚΡΟΙΣΟΣ
Ἐπειδὰν ἡμεῖς οἰμώζωμεν καὶ στένωμεν ἐκείνων μεμνημένοι τῶν ἄνω͵ Μίδας μὲν οὑτοσὶ τοῦ χρυσίου͵ Σαρδανάπαλλος δὲ τῆς πολλῆς τρυφῆς͵ ἐγὼ δὲ Κροῖσος τῶν θησαυρῶν͵ ἐπιγελᾷ καὶ ἐξονειδίζει ἀνδράποδα καὶ καθάρματα ἡμᾶς ἀποκαλῶν͵ ἐνίοτε δὲ καὶ ᾄδων ἐπιταράττει ἡμῶν τὰς οἰμωγάς͵ καὶ ὅλως λυπηρός ἐστιν.
ΠΛΟΥΤΩΝ
Τί ταῦτά φασιν͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ἀληθῆ͵ ὦ Πλούτων· μισῶ γὰρ αὐτοὺς ἀγεννεῖς καὶ ὀλεθρίους ὄντας͵ οἷς οὐκ ἀπέχρησεν βιῶναι κακῶς͵ ἀλλὰ καὶ ἀποθανόντες ἔτι μέμνηνται καὶ περιέχονται τῶν ἄνω· χαίρω τοιγαροῦν ἀνιῶν αὐτούς.
ΠΛΟΥΤΩΝ
Ἀλλ΄ οὐ χρή· λυποῦνται γὰρ οὐ μικρῶν στερόμενοι.
ΜΕΝΙΠΠΟΣ
Καὶ σὺ μωραίνεις͵ ὦ Πλούτων͵ ὁμόψηφος ὢν τοῖς τούτων στεναγμοῖς; ΠΛΟΥΤΩΝ
Οὐδαμῶς͵ ἀλλ΄ οὐκ ἂν ἐθέλοιμι στασιάζειν ὑμᾶς.
ΜΕΝΙΠΠΟΣ
[2] Καὶ μήν͵ ὦ κάκιστοι Λυδῶν καὶ Φρυγῶν καὶ Ἀσσυρίων͵ οὕτω γινώσκετε ὡς οὐδὲ παυσομένου μου· ἔνθα γὰρ ἂν ἴητε͵ ἀκολουθήσω ἀνιῶν καὶ κατᾴδων καὶ καταγελῶν.
ΚΡΟΙΣΟΣ
Ταῦτα οὐχ ὕβρις;
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵ ἀλλ΄ ἐκεῖνα ὕβρις ἦν͵ ἃ ὑμεῖς ἐποιεῖτε͵ προσκυνεῖσθαι ἀξιοῦντες καὶ ἐλευθέροις ἀνδράσιν ἐντρυφῶντες καὶ τοῦ θανάτου παράπαν οὐ μνημονεύοντες· τοιγαροῦν οἰμώξεσθε πάντων ἐκείνων ἀφῃρημένοι.
ΚΡΟΙΣΟΣ
Πολλῶν γε͵ ὦ θεοί͵ καὶ μεγάλων κτημάτων.
ΜΙΔΑΣ
Ὅσου μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ
Ὅσης δὲ ἐγὼ τρυφῆς.
ΜΕΝΙΠΠΟΣ
Εὖ γε͵ οὕτω ποιεῖτε· ὀδύρεσθε μὲν ὑμεῖς͵ ἐγὼ δὲ τὸ γνῶθι σαυτὸν πολλάκις συνείρων ἐπᾴσομαι ὑμῖν· πρέποι γὰρ ἂν ταῖς τοιαύταις οἰμωγαῖς ἐπᾳδόμενον.

29 Ιουλίου 2010

ΜΙΝΩΟΣ και ΣΩΣΤΡΑΤΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΙΝΩΣ
Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω͵ ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω͵ ὁ δὲ τύραννος͵ ὦ Ἑρμῆ͵ παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ͵ ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε͵ ἀνθ΄ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
ΣΩΣΤΡΑΤΟΣ
Ἄκουσον͵ ὦ Μίνως͵ εἴ σοι δίκαια δόξω λέγειν.
ΜΙΝΩΣ
Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι͵ ὦ Σώστρατε͵ πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
ΣΩΣΤΡΑΤΟΣ
Ἐλήλεγμαι μέν͵ ἀλλ΄ ὅρα͵ εἰ δικαίως κολασθήσομαι.
ΜΙΝΩΣ
Καὶ πάνυ͵ εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
ΣΩΣΤΡΑΤΟΣ
Ὅμως ἀπόκριναί μοι͵ ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.
ΜΙΝΩΣ
Λέγε͵ μὴ μακρὰ μόνον͵ ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
ΣΩΣΤΡΑΤΟΣ
[2] Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ͵ πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝΩΣ
Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν;
ΜΙΝΩΣ
Ναί͵ τῇ Κλωθοῖ͵ ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤΡΑΤΟΣ
Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ΄ ἄλλου φονεύσειέν τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ͵ οἷον δήμιος ἢ δορυφόρος͵ ὁ μὲν δικαστῇ πεισθείς͵ ὁ δὲ τυράννῳ͵ τίνα αἰτιάσῃ τοῦ φόνου;
ΜΙΝΩΣ
Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον͵ ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤΡΑΤΟΣ
Εὖ γε͵ ὦ Μίνως͵ ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων͵ τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝΩΣ
Τὸν πέμψαντα͵ ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.
ΣΩΣΤΡΑΤΟΣ
[3] Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττεν͵ καὶ τούτους τιμήσας τοὺς διακονησαμένους ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
ΜΙΝΩΣ
Ὦ Σώστρατε͵ πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα͵ εἰ ἀκριβῶς ἐξετάζοις. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐπερωτήσεως͵ διότι οὐ λῃστὴς μόνον͵ ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν͵ ὦ Ἑρμῆ͵ καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.

25 Ιουλίου 2010

ΜΕΝΙΠΠΟΥ, ΑΜΦΙΛΟΧΟΥ και ΤΡΟΦΩΝΙΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΜΕΝΙΠΠΟΣ
Σφὼ μέντοι͵ ὦ Τροφώνιε καὶ Ἀμφίλοχε͵ νεκροὶ ὄντες οὐκ οἶδ΄ ὅπως ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε͵ καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι.
ΑΜΦΙΛΟΧΟΣ / ΤΡΟΦΩΝΙΟΣ
Τί οὖν ἡμεῖς αἴτιοι͵ εἰ ὑπὸ ἀνοίας ἐκεῖνοι τοιαῦτα περὶ νεκρῶν δοξάζουσιν;
ΜΕΝΙΠΠΟΣ
Ἀλλ΄ οὐκ ἂν ἐδόξαζον͵ εἰ μὴ ζῶντες καὶ ὑμεῖς τοιαῦτα ἐτερατεύεσθε ὡς τὰ μέλλοντα προειδότες καὶ προειπεῖν δυνάμενοι τοῖς ἐρομένοις.
ΤΡΟΦΩΝΙΟΣ
Ὦ Μένιππε͵ Ἀμφίλοχος μὲν οὗτος ἂν εἰδείη ὅ τι αὐτῷ ἀποκριτέον ὑπὲρ αὑτοῦ͵ ἐγὼ δὲ ἥρως εἰμὶ καὶ μαντεύομαι͵ ἤν τις κατέλθῃ παρ΄ ἐμέ. σὺ δὲ ἔοικας οὐκ ἐπιδεδημηκέναι Λεβαδείᾳ τὸ παράπαν· οὐ γὰρ ἂν ἠπίστεις σὺ τούτοις.
ΜΕΝΙΠΠΟΣ
[2] Τί φῄς; εἰ μὴ εἰς Λεβάδειαν γὰρ παρέλθω καὶ ἐσταλμένος ταῖς ὀθόναις γελοίως μᾶζαν ἐν ταῖν χεροῖν ἔχων εἰσερπύσω διὰ τοῦ στομίου ταπεινοῦ ὄντος ἐς τὸ σπήλαιον͵ οὐκ ἂν ἠδυνάμην εἰδέναι͵ ὅτι νεκρὸς εἶ ὥσπερ ἡμεῖς μόνῃ τῇ γοητείᾳ διαφέρων; ἀλλὰ πρὸς τῆς μαντικῆς͵ τί δαὶ ὁ ἥρως ἐστίν; ἀγνοῶ γάρ.
ΤΡΟΦΩΝΙΟΣ
Ἐξ ἀνθρώπου τι καὶ θεοῦ σύνθετον.
ΜΕΝΙΠΠΟΣ
Ὃ μήτε ἄνθρωπός ἐστιν͵ ὡς φῄς͵ μήτε θεός͵ καὶ συναμφότερόν ἐστιν; νῦν οὖν ποῦ σου τὸ θεῶν ἐκεῖνο ἡμίτομον ἀπελήλυθεν;
ΤΡΟΦΩΝΙΟΣ
Χρᾷ͵ ὦ Μένιππε͵ ἐν Βοιωτίᾳ.
ΜΕΝΙΠΠΟΣ
Οὐκ οἶδα͵ ὦ Τροφώνιε͵ ὅ τι καὶ λέγεις· ὅτι μέντοι ὅλος εἶ νεκρὸς ἀκριβῶς ὁρῶ.