3 Μαΐου 2009

Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν διαβολῆ

Λουκιανὸς, Περὶ τοῦ μὴ ῥᾳδίως πιστεύειν διαβολῆ

Δεινόν γε ἡ ἄγνοια καὶ πολλῶν κακῶν ἀνθρώποις αἰτία, ὥσπερ ἀχλύν τινα καταχέουσα τῶν πραγμάτων καὶ τὴν ἀλήθειαν ἀμαυροῦσα καὶ τὸν ἑκάστου βίον ἐπηλυγάζουσα. ἐν σκότῳ γοῦν πλανωμένοις πάντες ἐοίκαμεν, μᾶλλον δὲ τυφλοῖς ὅμοια πεπόνθαμεν, τῷ μὲν προσπταίοντες ἀλόγως, τὸ δὲ ὑπερβαίνοντες, οὐδὲν δέον, καὶ τὸ μὲν πλησίον καὶ παρὰ πόδας οὐχ ὁρῶντες, τὸ δὲ πόρρω καὶ πάμπολυ διεστηκὸς ὡς ἐνοχλοῦν δεδιότες· καὶ ὅλως ἐφ᾿ ἑκάστου τῶν πραττομένων οὐ διαλείπομεν τὰ πολλὰ ὀλισθαίνοντες. τοιγάρτοι μυρίας ἤδη τοῖς τραγῳδοδιδασκάλοις ἀφορμὰς εἰς τὰ δράματα τὸ τοιοῦτο παρέσχηται, τοὺς Λαβδακίδας καὶ τοὺς Πελοπίδας καὶ τὰ τούτοις παραπλήσια· σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ἐν τῇ σκηνῇ ἀναβαινόντων κακῶν εὕροι τις ἂν ὑπὸ τῆς ἀγνοίας καθάπερ ὑπὸ τραγικοῦ τινος δαίμονος κεχορηγημένα. Λέγω δὲ καὶ ἐς τὰ ἄλλα μὲν ἀποβλέπων, μάλιστα δὲ ἐς τὰς οὐκ ἀληθεῖς κατὰ τῶν συνήθων καὶ φίλων διαβολάς, ὑφ᾿ ὧν ἤδη καὶ οἶκοι ἀνάστατοι γεγόνασι καὶ πόλεις ἄρδην ἀπολώλασι, πατέρες τε κατὰ παίδων ἐξεμάνησαν καὶ ἀδελφοὶ κατὰ τῶν ὁμογενῶν καὶ παῖδες κατὰ τῶν γειναμένων καὶ ἐρασταὶ κατὰ τῶν ἐρωμένων· πολλαὶ δὲ καὶ φιλίαι συνεκόπησαν καὶ ὅρκοι συνεχύθησαν ὑπὸ τῆς κατὰ τὰς διαβολὰς πιθανότητος. ἵν᾿ οὖν ὡς ἥκιστα περιπίπτωμεν αὐταῖς, ὑποδεῖξαι βούλομαι τῷ λόγῳ καθάπερ ἐπί τινος γραφῆς ὁποῖόν τί ἐστιν ἡ διαβολὴ καὶ πόθεν ἄρχεται καὶ ὁποῖα ἐργάζεται. Μᾶλλον δὲ ᾿Απελλῆς ὁ ᾿Εφέσιος πάλαι ταύτην προὔλαβε τὴν εἰκόνα· καὶ γὰρ αὖ καὶ οὗτος διαβληθεὶς πρὸς τὸν Πτολεμαῖον ὡς μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας ἐν Τύρῳ, ὁ δὲ ᾿Απελλῆς οὐχ ἑωράκει ποτὲ τὴν Τύρον οὐδὲ τὸν Θεοδόταν, ὅστις ἦν, ἐγίνωσκεν, ἢ καθ᾿ ὅσον ἤκουε Πτολεμαίου τινὰ ὕπαρχον εἶναι τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένον. ἀλλ᾿ ὅμως τῶν ἀντιτέχνων τις ᾿Αντίφιλος τοὔνομα ὑπὸ φθόνου τῆς παρὰ βασιλεῖ τιμῆς καὶ ὑπὸ τῆς κατὰ τὴν τέχνην ζηλοτυπίας κατεῖπεν αὐτοῦ πρὸς τὸν Πτολεμαῖον ὡς εἴη κεκοινωνηκὼς τῶν ὅλων καὶ ὡς θεάσαιτό τις αὐτὸν ἐν Φοινίκῃ συνεστιώμενον Θεοδότᾳ καὶ παρ᾿ ὅλον τὸ δεῖπνον πρὸς τὸ οὖς αὐτῷ κοινολογούμενον, καὶ τέλος ἀπέφηνε τὴν Τύρου ἀπόστασιν καὶ Πηλουσίου κατάληψιν ἐκ τῆς ᾿Απελλοῦ συμβουλῆς γεγονέναι. ῾Ο δὲ Πτολεμαῖος ὡς ἂν καὶ τἆλλα οὐ κάρτα φρενήρης τις ὤν, ἀλλ᾿ ἐν κολακείᾳ δεσποτικῇ τεθραμμένος, οὕτως ἐξεκαύθη καὶ συνεταράχθη πρὸς τῆς παραδόξου ταύτης διαβολῆς, ὥστε μηδὲν τῶν εἰκότων λογισάμενος, μηδ᾿ ὅτι ἀντίτεχνος ἦν ὁ διαβάλλων μηδ᾿ ὅτι μικρότερος ἢ κατὰ τηλικαύτην προδοσίαν ζωγράφος, καὶ ταῦτα εὖ πεπονθὼς ὑπ᾿ αὐτοῦ καὶ παρ᾿ ὁντινοῦν τῶν ὁμοτέχνων τετιμημένος, ἀλλ᾿ οὐδὲ τὸ παράπαν εἰ ἐξέπλευσεν ᾿Απελλῆς ἐς Τύρον ἐξετάσας, εὐθὺς ἐξεμήνιεν καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια τὸν ἀχάριστον κεκραγὼς καὶ τὸν ἐπίβουλον καὶ συνωμότην. καὶ εἴ γε μὴ τῶν συνειλημμένων τις ἀγανακτήσας ἐπὶ τῇ τοῦ ᾿Αντιφίλου ἀναισχυντίᾳ καὶ τὸν ἄθλιον ᾿Απελλῆν κατελεήσας ἔφη μηδενὸς αὐτοῖς κεκοινωνηκέναι τὸν ἄνθρωπον, ἀπετέτμητο ἂν τὴν κεφαλὴν καὶ παραπελελαύκει τῶν ἐν Τύρῳ κακῶν οὐδὲν αὐτὸς αἴτιος γεγονώς. ῾Ο μὲν οὖν Πτολεμαῖος οὕτω λέγεται αἰσχυνθῆναι ἐπὶ τοῖς γεγονόσιν, ὥστε τὸν μὲν ᾿Απελλῆν ἑκατὸν ταλάντοις ἐδωρήσατο, τὸν δὲ ᾿Αντίφιλον δουλεύειν αὐτῷ παρέδωκεν. ὁ δὲ ᾿Απελλῆς ὧν παρεκινδύνευσε μεμνημένος τοιᾷδέ τινι εἰκόνι ἠμύνατο τὴν διαβολήν. ἐν δεξιᾷ τις ἀνὴρ κάθηται τὰ ὦτα παμμεγέθη ἔχων μικροῦ δεῖν τοῖς τοῦ Μίδου προσεοικότα, τὴν χεῖρα προτείνων πόρρωθεν ἔτι προσιούσῃ τῇ Διαβολῇ. περὶ δὲ αὐτὸν ἑστᾶσι δύο γυναῖκες, ῎Αγνοιά μοι δοκεῖ καὶ ῾Υπόληψις· ἑτέρωθεν δὲ προσέρχεται ἡ Διαβολή, γύναιον ἐς ὑπερβολὴν πάγκαλον, ὑπόθερμον δὲ καὶ παρακεκινημένον, οἷον δὴ τὴν λύτταν καὶ τὴν ὀργὴν δεικνύουσα, τῇ μὲν ἀριστερᾷ δᾷδα καιομένην ἔχουσα, τῇ ἑτέρᾳ δὲ νεανίαν τινὰ τῶν τριχῶν σύρουσα τὰς χεῖρας ο)ρέγοντα εἰς τὸν οὐρανὸν καὶ μαρτυρόμενον τοὺς θεούς. ἡγεῖται δὲ ἀνὴρ ὠχρὸς καὶ ἄμορφος, ὀξὺ δεδορκὼς καὶ ἐοικὼς τοῖς ἐκ νόσου μακρᾶς κατεσκληκόσι. τοῦτον οὖν εἶναι τὸν Φθόνον ἄν τις εἰκάσειε. καὶ μὴν καὶ ἄλλαι τινὲς δύο παρομαρτοῦσι προτρέπουσαι καὶ περιστέλλουσαι καὶ κατακοσμοῦσαι τὴν Διαβολήν. ὡς δέ μοι καὶ ταύτας ἐμήνυσεν ὁ περιηγητὴς τῆς εἰκόνος, ἡ μέν τις ᾿Επιβουλὴ ἦν, ἡ δὲ ᾿Απάτη. κατόπιν δὲ ἠκολούθει πάνυ πενθικῶς τις ἐσκευασμένη, μελανείμων καὶ κατεσπαραγμένη, Μετάνοια, οἶμαι, αὕτη ἐλέγετο· ἐπεστρέφετο γοῦν εἰς τοὐπίσω δακρύουσα καὶ μετ᾿ αἰδοῦς πάνυ τὴν ᾿Αλήθειαν προσιοῦσαν ὑπέβλεπεν. Οὕτως μὲν ᾿Απελλῆς τὸν ἑαυτοῦ κίνδυνον ἐπὶ τῆς γραφῆς ἐμιμήσατο. φέρε δὲ καὶ ἡμεῖς, εἰ δοκεῖ, κατὰ τὴν τοῦ ᾿Εφεσίου ζωγράφου τέχνην διέλθωμεν τὰ προσόντα τῇ διαβολῇ, πρότερόν γε ὅρῳ τινὶ περιγράψαντες αὐτήν· οὕτω γὰρ ἂν ἡμῖν ἡ εἰκὼν γένοιτο φανερωτέρα. ἔστι τοίνυν διαβολὴ κατηγορία τις ἐξ ἐρημίας γινομένη, τὸν κατηγορούμενον λεληθυῖα, ἐκ τοῦ μονομεροῦς ἀναντιλέκτως πεπιστευμένη. τοιαύτη μὲν ἡ ὑπόθεσις τοῦ λόγου. τριῶν δ᾿ ὄντων προσώπων, καθάπερ ἐν ταῖς κωμῳδίαις, τοῦ διαβάλλοντος καὶ τοῦ διαβαλλομένου καὶ τοῦ πρὸς ὃν ἡ διαβολὴ γίνεται, καθ᾿ ἕκαστον αὐτῶν ἐπισκοπήσωμεν οἷα εἰκὸς εἶναι τὰ γινόμενα. Πρῶτον μὲν δή, εἰ δοκεῖ, παραγάγωμεν τὸν πρωταγωνιστὴν τοῦ δράματος, λέγω δὲ τὸν ποιητὴν τῆς διαβολῆς. οὗτος δὲ δὴ ὡς μὲν οὐκ ἀγαθὸς ἄνθρωπός ἐστι, πᾶσιν οἶμαι γνώριμον· οὐδεὶς γὰρ ἂν ἀγαθὸς κακῶν αἴτιος γένοιτο τῷ πλησίον, ἀλλ᾿ ἔστιν ἀγαθῶν ἀνδρῶν ἀφ᾿ ὧν εὖ ποιοῦσιν αὐτοὶ τοὺς φίλους, οὐκ ἀφ᾿ ὧν τοὺς ἄλλους ἀδικοῦντες αἰτιῶνται καὶ μισεῖσθαι παρασκευάζουσιν, εὐδοκιμεῖν δόξαν εὐνοίας προσλαβόντες. ῎Επειτα δὲ ὡς ἄδικος ὁ τοιοῦτος καὶ παράνομός ἐστι καὶ ἀσεβὴς καὶ τοῖς χρωμένοις ἐπιζήμιος, ῥᾴδιον καταμαθεῖν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τὴν μὲν ἰσότητα ἐν ἅπαντι καὶ τὸ μηδὲν πλέον δικαιοσύνης ἔργα εἶναι, τὸ δὲ ἄνισόν τε καὶ πλεονεκτικὸν ἀδικίας; ὁ δὲ τῇ διαβολῇ κατὰ τῶν ἀπόντων λάθρᾳ χρώμενος πῶς οὐ πλεονέκτης ἐστὶν ὅλον τὸν ἀκροατὴν σφετεριζόμενος καὶ προκαταλαμβάνων αὐτοῦ τὰ ὦτα καὶ ἀποφράττων καὶ τῷ δευτέρῳ λόγῳ παντελῶς ἄβατα κατασκευάζων αὐτὰ ὑπὸ τῆς διαβολῆς προεμπεπλησμένα; ἐσχάτης ἀδικίας τὸ τοιοῦτον, ὡς φαῖεν ἂν καὶ οἱ ἄριστοι τῶν νομοθετῶν, οἷον ὁ Σόλων καὶ ὁ Δράκων, ἔνορκον ποιησάμενοι τοῖς δικασταῖς τὸ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι καὶ τὸ τὴν εὔνοιαν ἴσην τοῖς κρινομένοις ἀπονέμειν, ἄχρι ἂν ὁ τοῦ δευτέρου λόγος παρατεθεὶς θατέρου χείρων ἢ ἀμείνων φανῇ· πρὶν δέ γε ἀντεξετάσαι τὴν ἀπολογίαν τῇ κατηγορίᾳ, παντελῶς ἀσεβῆ καὶ ἀνόσιον ἡγήσαντο ἔσεσθαι τὴν κρίσιν. καὶ γὰρ ἂν καὶ αὐτοὺς ἀγανακτῆσαι τοὺς θεοὺς εἴποιμεν, εἰ τῷ κατηγόρῳ μετ᾿ ἀδείας ἃ θέλει λέγειν ἐπιτρέποιμεν, ἀποφράξαντες δὲ τῷ κατηγορουμένῳ τὰ ὦτα ἢ τῷ στόματι σιωπῶντος καταψηφιζοίμεθα τῷ προτέρῳ λόγῳ κεχειρωμένοι, ὥστε οὐ κατὰ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸν ὅρκον τὸν δικαστικὸν φαίη τις ἂν γίγνεσθαι τὰς διαβολάς. εἰ δέ τῳ μὴ ἀξιόπιστοι δοκοῦσιν οἱ νομοθέται παραινοῦντες οὕτω δικαίας καὶ ἀμερεῖς ποιεῖσθαι τὰς κρίσεις, ποιητήν μοι δοκῶ τὸν ἄριστον ἐπάγειν τῷ λόγῳ εὖ μάλα περὶ τούτων ἀποφηνάμενον, μᾶλλον δὲ νομοθετήσαντα. φησὶ δέ, μήτε δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃς. ἠπίστατο γάρ, οἶμαι, καὶ οὗτος ὡς πολλῶν ὄντων ἐν τῷ βίῳ ἀδικημάτων οὐδὲν ἄν τις εὕροι χεῖρον οὐδὲ ἀδικώτερον ἢ ἀκρίτους τινὰς καὶ ἀμοίρους λόγων καταδεδικάσθαι· ὅπερ ἐξ ἅπαντος ὁ διαβάλλων ἐπιχειρεῖ ποιεῖν ἄκριτον ὑπάγων τὸν διαβαλλόμενον τῇ τοῦ ἀκούοντος ὀργῇ καὶ τὴν ἀπολογίαν τῷ λαθραίῳ τῆς κατηγορίας παραιρούμενος. Καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλ᾿ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς ποθεν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλ᾿ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι, ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν ὑγιὲς τοὺς διαβάλλοντας λέγειν. ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται, οὗτος, οἶμαι, καὶ εἰς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ τῶν πολεμίων. ῎Ιδοι δ᾿ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασιλέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν ὁ φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις· ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέστερα καὶ αἱ ζηλοτυπίαι κακοτεχνέστεραι. πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι καὶ ὥσπερ οἱ μονομαχοῦντες ἐπιτηροῦσιν εἴ πού τι γυμνωθὲν μέρος θεάσαιντο τοῦ σώματος· καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει. ἔνθα ὁ μὲν χρηστὸς ἀτεχνῶς εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, ὁ δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ· καὶ ὅλως ὁ φθάσας κρατεῖ· τὰ γὰρ τοῦ ῾Ομήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι ξυνὸς ᾿Ενυάλιος καὶ τὸν κτανέοντα κατέκτα. τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος ποικίλας κατ᾿ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν ἡ τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου ἢ μίσους εὐέλπιδα λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη καὶ πολλῶν συμφορῶν ἀνάπλεα. Οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστι τοῦτο, ὡς ἄν τις ὑπολάβοι, ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας δεόμενον· οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο· οὐδ᾿ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων. Διαβάλλεται μὲν οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπομένοις αὐτοῦ ἐπίφθονος· ἅπαντες γὰρ τῷδ᾿ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἴεται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος. οἷόν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ἐπὶ τῶν δρομέων γίγνεται· κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ὕσπληγγος εὐθὺς καταπεσούσης μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα κἀν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων τὸν πλησίον οὐδὲν κακουργεῖ οὐδέ τι τῶν κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ, ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστὴς ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπισχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος. ὁμοίως δὲ τούτοις κἀν ταῖς φιλίαις τῶν εὐδαιμόνων τούτων γίνεται· ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἱ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν. Τό τε ἀξιόπιστον τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν ἐπινοοῦσιν, ἀλλ᾿ ἐν τούτῳ τὸ πᾶν αὐτοῖς ἐστιν ἔργον δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον. ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν. ᾿Ενίοτε μέντοι καὶ ὁ ἀκροώμενος αὐτὸς ὑποβάλλει τῆς διαβολῆς τὰς ἀφορμάς, καὶ πρὸς τὸν ἐκείνου τρόπον οἱ κακοήθεις αὐτοὶ ἁρμοζόμενοι εὐστοχοῦσιν. ἢν μὲν γὰρ ζηλότυπον αὐτὸν ὄντα ἴδωσι, Διένευσε, φασί, τῇ γυναικί σου παρὰ τὸ δεῖπνον καὶ ἀπιδὼν ἐς αὐτὴν ἐστέναξε, καὶ ἡ Στρατονίκη πρὸς αὐτὸν οὐ μάλα ἀηδῶς· καὶ ὅλως ἐρωτικαί τινες καὶ μοιχικαὶ πρὸς αὐτὸν αἱ διαβολαί. ἢν δὲ ποιητικὸς ᾖ καὶ ἐπὶ τούτῳ μέγα φρονῇ, Μὰ Δί᾿ ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη καὶ διέσυρε καὶ ἄμετρα εἶπεν αὐτὰ καὶ κακοσύνθετα. πρὸς δὲ τὸν εὐσεβῆ καὶ φιλόθεον ὡς ἄθεος καὶ ἀνόσιος ὁ φίλος διαβάλλεται καὶ ὡς τὸ θεῖον παρωθούμενος καὶ τὴν πρόνοιαν ἀρνούμενος· ὁ δὲ ἀκούσας εὐθὺς μύωπι διὰ τοῦ ὠτὸς τυπεὶς διακέκαυται ὡς τὸ εἰκὸς καὶ ἀπέστραπται τὸν φίλον οὐ περιμείνας τὸν ἀκριβῆ ἔλεγχον. ὅλως γὰρ τὰ τοιαῦτα ἐπινοοῦσι καὶ λέγουσιν, ἃ μάλιστα ἴσασιν ἐς ὀργὴν δυνάμενα προκαλέσασθαι τὸν ἀκροώμενον, καὶ ἔνθα τρωτός ἐστιν ἕκαστος ἐπιστάμενοι, ἐπ᾿ ἐκεῖνο τοξεύουσι καὶ ἀκοντίζουσιν ἐς αὐτό, ὥστε τῇ παραυτίκα ὀργῇ τεταραγμένον μηκέτι σχολὴν ἄγειν τῇ ἐξετάσει τῆς ἀληθείας, ἀλλὰ κἂν θέλῃ τις ἀπολογεῖσθαι, μὴ προσίεσθαι, τῷ παραδόξῳ τῆς ἀκροάσεως ὡς ἀληθεῖ προκατειλημμένον. ᾿Ανυσιμώτατον γὰρ τὸ εἶδος τῆς διαβολῆς τὸ ὑπεναντίον τῆς τοῦ ἀκούοντος ἐπιθυμίας, ὁπότε καὶ παρὰ Πτολεμαίῳ τῷ Διονύσῳ ἐπικληθέντι ἐγένετό τις ὃς διέβαλλε τὸν Πλατωνικὸν Δημήτριον, ὅτι ὕδωρ τε πίνει καὶ μόνος τῶν ἄλλων γυναικεῖα οὐκ ἐνεδύσατο ἐν τοῖς Διονυσίοις· καὶ εἴ γε μὴ κληθεὶς ἕωθεν ἔπιέ τε πάντων ὁρώντων καὶ λαβὼν ταραντινίδιον ἐκυμβάλισε καὶ προσωρχήσατο, ἀπολώλει ἂν ὡς οὐχ ἡδόμενος τῷ βίῳ τοῦ βασιλέως, ἀλλ᾿ ἀντισοφιστὴς ὢν καὶ ἀντίτεχνος τῆς Πτολεμαίου τρυφῆς. Παρὰ δὲ ᾿Αλεξάνδρῳ μεγίστη ποτὲ πασῶν ἦν διαβολή, εἰ λέγοιτο τις μὴ σέβειν μηδὲ προσκυνεῖν τὸν ῾Ηφαιστίωνα· ἐπεὶ γὰρ ἀπέθανεν ῾Ηφαιστίων, ὑπὸ τοῦ ἔρωτος ᾿Αλέξανδρος ἐβουλήθη προσθεῖναι καὶ τοῦτο τῇ λοιπῇ μεγαλουργίᾳ καὶ θεὸν χειροτονῆσαι τὸν τετελευτηκότα. εὐθὺς οὖν νεώς τε ἀνέστησαν αἱ πόλεις καὶ τεμένη καθιδρύετο καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταὶ τῷ καινῷ τούτῳ θεῷ ἐπετελοῦντο, καὶ ὁ μέγιστος ὅρκος ἦν ἅπασιν ῾Ηφαιστίων. εἰ δέ τις ἢ μειδιάσειε πρὸς τὰ γινόμενα ἢ μὴ φαίνοιτο πάνυ εὐσεβῶν, θάνατος ἐπέκειτο ἡ ζημία. ὑπολαμβάνοντες δὲ οἱ κόλακες τὴν μειρακιώδη ταύτην τοῦ ᾿Αλεξάνδρου ἐπιθυμίαν προσεξέκαιον εὐθὺς καὶ ἀνεζωπύρουν ὀνείρατα διηγούμενοι τοῦ ῾Ηφαιστίωνος, ἐπιφανείας τινὰς καὶ ἰάματα προσάπτοντες αὐτῷ καὶ μαντείας ἐπι φημίζοντες· καὶ τέλος ἔθυον παρέδρῳ καὶ ἀλεξικάκῳ θεῷ. ὁ δὲ ᾿Αλέξανδρος ἥδετό τε ἀκούων καὶ τᾶ τελευταῖα ἐπίστευε καὶ μέγα ἐφρόνει ὡσανεὶ οὐ θεοῦ παῖς ὢν μόνον, ἀλλὰ καὶ θεοὺς ποιεῖν δυνάμενος. πόσους τοίνυν οἰώμεθα τῶν ᾿Αλεξάνδρου φίλων παρὰ τὸν καιρὸν ἐκεῖνον ἀπολαῦσαι τῆς ῾Ηφαιστίωνος θειότητος, διαβληθέντας ὡς οὐ τιμῶσι τὸν κοινὸν ἁπάντων θεόν, καὶ διὰ τοῦτο ἐξελαθέντας καὶ τῆς τοῦ βασιλέως εὐνοίας ἐκπεσόντας; τότε καὶ ᾿Αγαθοκλῆς ὁ Σάμιος ταξιαρχῶν παρ᾿ ᾿Αλεξάνδρῳ καὶ τιμώμενος παρ᾿ αὐτοῦ μικροῦ δεῖν συγκαθείρχθη λέοντι διαβληθεὶς ὅτι δακρύσειε παριὼν τὸν ῾Ηφαιστίωνος τάφον. ἀλλ᾿ ἐκείνῳ μὲν βοηθῆσαι λέγεται Περδίκκας ἐπομοσάμενος κατὰ πάντων θεῶν καὶ κατὰ ῾Ηφαιστίωνος, ὅτι δὴ κυνηγετοῦντί οἱ φανέντα ἐναργῆ τὸν θεὸν ἐπισκῆψαι εἰπεῖν ᾿Αλεξάνδρῳ φείσασθαι ᾿Αγαθοκλέους· οὐ γὰρ ὡς ἀπιστοῦντα οὐδὲ ὡς ἐπὶ νεκρῷ δακρῦσαι, ἀλλὰ τῆς πάλαι συνηθείας μνημονεύσαντα. ῾Η δ᾿ οὖν κολακεία καὶ ἡ διαβολὴ τότε μάλιστα χώραν ἔσχε πρὸς τὸ ᾿Αλεξάνδρου πάθος συντιθεμένη· καθάπερ γὰρ ἐν πολιορκίᾳ οὐκ ἐπὶ τὰ ὑψηλὰ καὶ ἀπόκρημνα καὶ ἀσφαλῆ τοῦ τείχους προσίασιν οἱ πολέμιοι, ἀλλ᾿ ᾗ ἂν ἀφύλακτόν τι μέρος ἢ σαθρὸν αἴσθωνται ἢ ταπεινόν, ἐπὶ τοῦτο πάσῃ δυνάμει χωροῦσιν ὡς ῥᾷστα παρεισδῦναι καὶ ἑλεῖν δυνάμενοι, οὕτω καὶ οἱ διαβάλλοντες ὅ τι ἂν ἀσθενε`ς ἴδωσι τῆς ψυχῆς καὶ ὑπόσαθρον καὶ εὐεπίβατον, τούτῳ προσβάλλουσι καὶ προσάγουσι τὰς μηχανάς, καὶ τέλος ἐκπολιορκοῦσι μηδενὸς ἀντιταττομένου μηδὲ τὴν ἔφοδον αἰσθομένου. εἶτ᾿ ἐπειδὰν ἐντὸς ἅπαξ τῶν τειχῶν γένωνται, πυρπολοῦσι πάντα καὶ παίουσι καὶ σφάττουσι καὶ ἐξελαύνουσιν, οἷα εἰκὸς ἁλισκομένης ψυχῆς καὶ ἐξηνδραποδισμένης ἔργα εἶναι. Μηχανήματα δὲ αὐτοῖς κατὰ τοῦ ἀκούοντος ἥ τε ἀπάτη καὶ τὸ ψεῦδος καὶ ἡ ἐπιορκία καὶ προσλιπάρησις καὶ ἀναισχυντία καὶ ἄλλα μυρία ῥᾳδιουργήματα. ἡ δὲ δὴ μεγίστη πασῶν ἡ κολακεία ἐστί, συγγενής, μᾶλλον δὲ ἀδελφή τις οὖσα τῆς διαβολῆς. οὐδεὶς γοῦν οὕτω γεννάδας ἐστὶ καὶ ἀδαμάντινον τεῖχος τῆς ψυχῆς προβεβλημένος, ὃς οὐκ ἂν ἐνδοίη πρὸς τὰς τῆς κολακείας προσβολάς, καὶ ταῦτα ὑπορυττούσης καὶ τοὺς θεμελίους ὑφαιρούσης τῆς διαβολῆς. καὶ τὰ μὲν ἐκτὸς ταῦτα. ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι. πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον. οὐ γὰρ οἶδ᾿ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες· οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους. ᾿Επειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτ᾿ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος· ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται. Καὶ τὸ πάντων οἴκτιστον, ὁ μὲν οὐκ εἰδὼς τὰ γεγενημένα προσέρχεται τῷ φίλῳ φαιδρὸς ἅτε μηδὲν ἑαυτῷ φαῦλον συνεπιστάμενος καὶ τὰ συνήθη λέγει καὶ ποιεῖ, παντὶ τρόπῳ ὁ ἄθλιος ἐνηδρευμένος· ὁ δὲ ἢν μὲν ἔχῃ τι γενναῖον καὶ ἐλεύθερον καὶ παρρησιαστικόν, εὐθὺς ἐξέρρηξε τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐξέχεε, καὶ τέλος τὴν ἀπολογίαν προσιέμενος ἔγνω μάτην κατὰ τοῦ φίλου παρωξυμμένος. ἢν δὲ ἀγεννέστερος καὶ ταπεινότερος, προσίεται μὲν καὶ προσμειδιᾷ τοῖς χείλεσιν ἄκροις, μισεῖ δὲ καὶ λάθρᾳ τοὺς ὀδόντας διαπρίει καί, ὡς ὁ ποιητής φησι, βυσσοδομεύει τὴν ὀργήν. οὗ δὴ ἐγὼ οὐδὲν οἶμαι ἀδικώτερον οὐδὲ δουλοπρεπέστερον, ἐνδακόντα τὸ χεῖλος ὑποτρέφειν τὴν χολὴν καὶ τὸ μῖσος ἐν αὑτῷ κατάκλειστον αὔξειν ἕτερα μὲν κεύθοντα ἐνὶ φρεσίν, ἄλλα δὲ λέγοντα καὶ ὑποκρινόμενον ἱλαρῷ καὶ κωμικῷ τῷ προσώπῳ μάλα περιπαθῆ τινα καὶ ἰοῦ γέμουσαν τραγῳδίαν. Μάλιστα δὲ τοῦτο πάσχουσιν, ἐπειδὰν πάλαι φίλος ὁ ἐνδιαβάλλων δοκῶν εἶναι τῷ ἐνδιαβαλλομένῳ ποιῆται ὅμως· τότε γὰρ οὐδὲ φωνὴν ἀκούειν ἔτι θέλουσι τῶν διαβαλλομένων ἢ τῶν ἀπολογουμένων, τὸ ἀξιόπιστον τῆς κατηγορίας ἐκ τῆς πάλαι δοκούσης φιλίας προειληφότες, οὐδὲ τοῦτο λογιζόμενοι, ὅτι πολλαὶ πολλάκις ἐν τοῖς φιλτάτοις μίσους παραπίπτουσιν αἰτίαι τοὺς ἄλλους λανθάνουσαι· καὶ ἐνίοτε οἷς αὐτός τις ἔνοχός ἐστι, ταυτὶ φθάσας κατηγόρησε τοῦ πλησίον ἐκφυγεῖν οὕτω πειρώμενος τὴν διαβολήν. καὶ ὅλως ἐχθρὸν μὲν οὐδεὶς ἂν τολμήσειε διαβαλεῖν· ἄπιστος γὰρ αὐτόθι ἡ κατηγορία πρόδηλον ἔχουσα τὴν αἰτίαν· τοῖς δοκοῦσι δὲ μάλιστα φίλοις ἐπιχειροῦσι τὴν πρὸς τοὺς ἀκούοντας εὔνοιαν ἐμφῆναι προαιρούμενοι, ὅτι ἐπὶ τῷ ἐκείνων συμφέροντι οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο. Εἰσὶ δέ τινες οἳ κἂν μάθωσιν ὕστερον ἀδίκως διαβεβλημένους παρ᾿ αὐτοῖς τοὺς φίλους, ὅμως ὑπ᾿ αἰσχύνης ὧν ἐπίστευσαν οὐδ᾿ ἔτι προσίεσθαι οὐδὲ προσβλέπειν τολμῶσιν αὐτοῖς ὥσπερ ἠδικημένοι, ὅτι μηδὲν ἀδικοῦντας ἐπέγνωσαν. Τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν. ἡ μὲν γὰρ ῎Αντεια τεθναίης [φησίν], ὦ Προῖτ᾿, ἢ κάκτανε Βελλεροφόντην, ὅς μ᾿ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα. καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν ῾Ιππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον. Ναί, φήσει τις· ἀλλ᾿ ἀξιόπιστός ἐστιν ἐνίοτε ὁ διαβάλλων ἀνὴρ τά τε ἄλλα δίκαιος καὶ συνετὸς εἶναι δοκῶν, καὶ ἐχρῆν προσέχειν αὐτῷ ἅτε μηδὲν ἂν τοιοῦτο κακουργήσαντι. ἆρ᾿ οὖν τοῦ ᾿Αριστείδου ἔστι τις δικαιότερος; ἀλλ᾿ ὅμως κἀκεῖνος συνέστη ἐπὶ τὸν Θεμιστοκλέα καὶ συμπαρώξυνε τὸν δῆμον, ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος. δίκαιος μὲν γὰρ ὡς πρὸς τοὺς ἄλλους ᾿Αριστείδης, ἄνθρωπος δὲ καὶ αὐτὸς ἦν καὶ χολὴν εἶχε, καὶ ἠγάπα τινὰ καὶ ἐμίσει. καὶ εἴ γε ἀληθής ἐστιν ὁ περὶ τοῦ Παλαμήδους λόγος, ὁ συνετώτατος τῶν ᾿Αχαιῶν κἀν τοῖς ἄλλοις ἄριστος τὴν ἐπιβουλὴν καὶ ἐνέδραν ὑπὸ φθόνου φαίνεται συντεθεικὼς κατὰ ἀνδρὸς ὁμαίμου καὶ φίλου καὶ ἐπὶ τὸν αὐτὸν κίνδυνον ἐκπεπλευκότος· οὕτως ἔμφυτον ἅπασιν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα ἁμαρτία. τί γὰρ ἄν τις ἢ τὸν Σωκράτην λέγοι τὸν ἀδίκως πρὸς τοὺς ᾿Αθηναίους διαβεβλημένον ὡς ἀσεβῆ καὶ ἐπίβουλον; ἢ τὸν Θεμιστοκλέα ἢ τὸν Μιλτιάδην, τοὺς μετὰ τηλικαύτας νίκας ἐπὶ προδοσίᾳ τῆς ῾Ελλάδος ὑπόπτους γενομένους; μυρία γὰρ τὰ παραδείγματα καὶ σχεδὸν τὰ πλεῖστα ἤδη γνώριμα. Τί οὖν χρὴ καὶ ποιεῖν τόν γε νοῦν ἔχοντα ἢ ἀρετῆς ἢ ἀληθείας ἀμφισβητοῦντα; ὅπερ, οἶμαι, καὶ ῞Ομηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλ᾿ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀποκλείειν καὶ ἀπωθεῖν· καὶ γὰρ ἂν εἴη γελοῖον τῆς μὲν οἰκίας θυρωροὺς καθιστάναι, τὰ ὦτα δὲ καὶ τὴν διάνοιαν ἀνεῳγμένα ἐᾶν. ἐπειδὰν τοίνυν τοιαῦτα προσίῃ τις λέγων, αὐτὸ ἐφ᾿ ἑαυτοῦ χρὴ τὸ πρᾶγμα ἐξετάζειν, μήτε ἡλικίαν τοῦ λέγοντος ὁρῶντα μήτε τὸν ἄλλον βίον μήτε τὴν ἐν τοῖς λόγοις ἀγχίνοιαν. ὅσῳ γάρ τις πιθανώτερος, τοσούτῳ ἐπιμελεστέρας δεῖται τῆς ἐξετάσεως. οὐ δεῖ τοίνυν πιστεύειν ἀλλοτρίᾳ κρίσει, μᾶλλον δὲ μίσει τοῦ κατηγοροῦντος, ἀλλ᾿ ἑαυτῷ τὴν ἐξέτασιν φυλακτέον τῆς ἀληθείας, ἀποδόντα καὶ τῷ διαβάλλοντι τὸν φθόνον καὶ ἐν φανερῷ ποιησάμενον τὸν ἔλεγχον τῆς ἑκατέρου διανοίας, καὶ μισεῖν οὕτω καὶ ἀγαπᾶν τὸν δεδοκιμασμένον. πρὶν δὲ τοῦτο ποιῆσαι ἐκ τῆς πρώτης διαβολῆς κεκινημένον, ῾Ηράκλεις, ὡς μειρακιῶδες καὶ ταπεινὸν καὶ πάντων οὐχ ἥκιστα ἄδικον. ἀλλὰ τούτων ἁπάντων αἴτιον, ὅπερ ἐν ἀρχῇ ἔφημεν, ἡ ἄγνοια καὶ τὸ ἐν σκότῳ που εἶναι τὸν ἑκάστου τρόπον· ὡς εἴ γε θεῶν τις ἀποκαλύψειεν ἡμῶν τοὺς βίους, οἴχοιτο ἂν φεύγουσα ἐς τὸ βάραθρον ἡ διαβολὴ χώραν οὐκ ἔχουσα, ὡς ἂν πεφωτισμένων τῶν πραγμάτων ὑπὸ τῆς ἀληθείας.

Κατὰ τῶν σοφιστῶν

Κατὰ τῶν σοφιστῶν

Ἰσοκράτους

Εἰ πάντες ἤθελον οἱ παιδεύειν ἐπιχειροῦντες ἀληθῆ λέγειν, καὶ μὴ μείζους ποιεῖσθαι τὰς ὑποσχέσεις ὧν ἔμελλον ἐπιτελεῖν, οὐκ ἂν κακῶς ἤκουον ὑπὸ τῶν ἰδιωτῶν: νῦν δ' οἱ τολμῶντες λίαν ἀπερισκέπτως ἀλαζονεύεσθαι πεποιήκασιν ὥστε δοκεῖν ἄμεινον βουλεύεσθαι τοὺς ῥᾳθυμεῖν αἱρουμένους τῶν περὶ τὴν φιλοσοφίαν διατριβόντων.

τίς γὰρ οὐκ ἃν μισήσειεν ἅμα καὶ καταφρονήσειε πρῶτον μὲν τῶν περὶ τὰς ἔριδας διατριβόντων, οἳ προσποιοῦνται μὲν τὴν ἀλήθειαν ζητεῖν, εὐθὺς δ' ἐν ἀρχῇ τῶν ἐπαγγελμάτων ψευδῆ λέγειν ἐπιχειροῦσιν; [2] οἶμαι γὰρ ἅπασιν εἶναι φανερὸν ὅτι τὰ μέλλοντα προγιγνώσκειν οὐ τῆς ἡμετέρας φύσεώς ἐστιν, ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως, ὥσθ' Ὅμηρος ὁ μεγίστην ἐπὶ σοφίᾳ δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς πεποίηκεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ αὐτῶν, οὐ τὴν ἐκείνων γνώμην εἰδώς, ἀλλ' ἡμῖν ἐνδείξασθαι βουλόμενος ὅτι τοῖς ἀνθρώποις ἓν τοῦτο τῶν ἀδυνάτων ἐστίν.

[3] οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν, ὥστε πειρῶνται πείθειν τοὺς νεωτέρους ὡς, ἢν αὐτοῖς πλησιάζωσιν, ἅ τε πρακτέον ἐστὶν εἴσονται καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες γενήσονται. καὶ τηλικούτων ἀγαθῶν αὑτοὺς διδασκάλους καὶ κυρίους καταστήσαντες, οὐκ αἰσχύνονται τρεῖς ἢ τέτταρας μνᾶς ὑπὲρ τούτων αἰτοῦντες. [4] ἀλλ' εἰ μέν τι τῶν ἄλλων κτημάτων πολλοστοῦ μέρους τῆς ἀξίας ἐπώλουν, οὐκ ἂν ἠμφεσβήτησαν ὡς12 εὖ φρονοῦντες τυγχάνουσι, σύμπασαν δὲ τὴν ἀρετὴν καὶ τὴν εὐδαιμονίαν οὕτως ὀλίγου τιμῶντες, ὡς νοῦν ἔχοντες διδάσκαλοι τῶν ἄλλων ἀξιοῦσι γίγνεσθαι. καὶ λέγουσι μὲν ὡς οὐδὲν δέονται χρημάτων, ἀργυρίδιον καὶ χρυσίδιον τὸν πλοῦτον ἀποκαλοῦντες, μικροῦ δὲ κέρδους ὀρεγόμενοι μόνον οὐκ ἀθανάτους ὑπισχνοῦνται τοὺς συνόντας ποιήσειν. [5] ὃ δὲ πάντων καταγελαστότατον, ὅτι παρὰ μὲν ὧν δεῖ λαβεῖν αὐτούς, τούτοις μὲν ἀπιστοῦσιν, οἷς μέλλουσι τὴν δικαιοσύνην παραδώσειν, ὧν δ' οὐδεπώποτε διδάσκαλοι γεγόνασι, παρὰ τούτοις τὰ παρὰ τῶν μαθητῶν μεσεγγυοῦνται, πρὸς μὲν τὴν ἀσφάλειαν εὖ βουλευόμενοι, τῷ δ' ἐπαγγέλματι τἀναντία πράττοντες. [6] τοὺς μὲν γὰρ ἄλλο τι παιδεύοντας προσήκει διακριβοῦσθαι περὶ τῶν διαφερόντων, οὐδὲν γὰρ κωλύει τοὺς περὶ ἕτερα δεινοὺς γενομένους μὴ χρηστοὺς εἶναι περὶ τὰ συμβόλαια: τοὺς δὲ τὴν ἀρετὴν καὶ τὴν σωφροσύνην ἐνεργαζομένους πῶς οὐκ ἄλογόν ἐστι μὴ τοῖς μαθηταῖς μάλιστα πιστεύειν; οὐ γὰρ δή που περὶ τοὺς ἄλλους ὄντες καλοὶ κἀγαθοὶ καὶ δίκαιοι περὶ τούτους ἐξαμαρτήσονται, δι' οὓς τοιοῦτοι γεγόνασιν.

[7] ἐπειδὰν οὖν τῶν ἰδιωτῶν τινες, ἅπαντα ταῦτα συλλογισάμενοι, κατίδωσι τοὺς τὴν σοφίαν διδάσκοντας καὶ τὴν εὐδαιμονίαν παραδιδόντας αὐτούς τε πολλῶν δεομένους καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους, καὶ τὰς ἐναντιώσεις ἐπὶ μὲν τῶν λόγων τηροῦντας, ἐπὶ δὲ τῶν ἔργων μὴ καθορῶντας, ἔτι δὲ περὶ μὲν τῶν μελλόντων εἰδέναι προσποιουμένους, [8] περὶ δὲ τῶν παρόντων μηδὲν τῶν δεόντων μήτ' εἰπεῖν μήτε συμβουλεῦσαι δυναμένους, ἀλλὰ μᾶλλον ὁμονοοῦντας καὶ πλείω κατορθοῦντας τοὺς ταῖς δόξαις χρωμένους ἢ τοὺς τὴν ἐπιστήμην ἔχειν ἐπαγγελλομένους, εἰκότως οἶμαι καταφρονοῦσι, καὶ νομίζουσιν ἀδολεσχίαν καὶ μικρολογίαν ἀλλ' οὐ τῆς ψυχῆς ἐπιμέλειαν εἶναι τὰς τοιαύτας διατριβάς.

[9] οὐ μόνον δὲ τούτοις ἀλλὰ καὶ τοῖς τοὺς πολιτικοὺς λόγους ὑπισχνουμένοις ἄξιον ἐπιτιμῆσαι καὶ γὰρ ἐκεῖνοι τῆς μὲν ἀληθείας οὐδὲν φροντίζουσιν, ἡγοῦνται δὲ τοῦτ' εἶναι τὴν τέχνην, ἢν ὡς πλείστους τῇ μικρότητι τῶν μισθῶν καὶ τῷ μεγέθει τῶν ἐπαγγελμάτων προσαγάγωνται καὶ λαβεῖν τι παρ' αὐτῶν δυνηθῶσιν: οὕτω δ' ἀναισθήτως αὐτοί τε διάκεινται καὶ τοὺς ἄλλους ἔχειν ὑπειλήφασιν, ὥστε χεῖρον γράφοντες τοὺς λόγους ἢ τῶν ἰδιωτῶν τινες αὐτοσχεδιάζουσιν, ὅμως ὑπισχνοῦνται τοιούτους ῥήτορας τοὺς συνόντας ποιήσειν ὥστε μηδὲν τῶν ἐνόντων ἐν τοῖς πράγμασι παραλιπεῖν. [10] καὶ ταύτης τῆς δυνάμεως οὐδὲν οὔτε ταῖς ἐμπειρίαις οὔτε τῇ φύσει τῇ τοῦ μαθητοῦ μεταδιδόασιν, ἀλλά φασιν ὁμοίως τὴν τῶν λόγων ἐπιστήμην ὥσπερ τὴν τῶν γραμμάτων παραδώσειν, ὡς μὲν ἔχει τούτων ἑκάτερον, οὐκ ἐξετάσαντες, οἰόμενοι δὲ διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελμάτων αὐτοί τε θαυμασθήσεσθαι καὶ τὴν παίδευσιν τὴν τῶν λόγων πλέονος ἀξίαν δόξειν εἶναι, κακῶς εἰδότες ὅτι μεγάλας ποιοῦσι τὰς τέχνας οὐχ οἱ τολμῶντες ἀλαζονεύεσθαι περὶ αὐτῶν, ἀλλ' οἵτινες ἄν, ὅσον ἔνεστιν ἐν ἑκάστῃ, τοῦτ' ἐξευρεῖν δυνηθῶσιν.

[11] ἐγὼ δὲ πρὸ πολλῶν μὲν ἂν χρημάτων ἐτιμησάμην τηλικοῦτον δύνασθαι τὴν φιλοσοφίαν, ὅσον οὗτοι λέγουσιν, ἴσως γὰρ οὐκ ἂν ἡμεῖς πλεῖστον ἀπελείφθημεν, οὐδ' ἂν ἐλάχιστον μέρος ἀπελαύσαμεν αὐτῆς: ἐπειδὴ δ' οὐχ οὕτως ἔχει, βουλοίμην ἂν παύσασθαι τοὺς φλυαροῦντας: ὁρῶ γὰρ οὐ μόνον περὶ τοὺς ἐξαμαρτάνοντας τὰς βλασφημίας γιγνομένας, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας συνδιαβαλλομένους τοὺς περὶ τὴν αὐτὴν διατριβὴν ὄντας.

[12] θαυμάζω δ' ὅταν ἴδω τούτους μαθητῶν ἀξιουμένους, οἳ ποιητικοῦ πράγματος τεταγμένην τέχνην παράδειγμα φέροντες λελήθασι σφᾶς αὐτούς. τίς γὰρ οὐκ οἶδε πλὴν τούτων ὅτι τὸ μὲν τῶν γραμμάτων ἀκινήτως ἔχει καὶ μένει κατὰ ταὐτόν, ὥστε τοῖς αὐτοῖς ἀεὶ περὶ τῶν αὐτῶν χρώμενοι διατελοῦμεν, τὸ δὲ τῶν λόγων πᾶν τοὐναντίον πέπονθεν: τὸ γὰρ ὑφ' ἑτέρου ῥηθὲν τῷ λέγοντι μετ' ἐκεῖνον οὐχ ὁμοίως χρήσιμόν ἐστιν, ἀλλ' οὗτος εἶναι δοκεῖ τεχνικώτατος, ὅς τις ἂν ἀξίως μὲν λέγῃ τῶν πραγμάτων, μηδὲν δὲ τῶν αὐτῶν τοῖς ἄλλοις εὑρίσκειν δύνηται. [13] μέγιστον δὲ σημεῖον τῆς ἀνομοιότητος αὐτῶν: τοὺς μὲν γὰρ λόγους οὐχ οἷόν τε καλῶς ἔχειν, ἢν μὴ τῶν καιρῶν καὶ τοῦ πρεπόντως καὶ τοῦ καινῶς ἔχειν μετάσχωσιν, τοῖς δὲ γράμμασιν οὐδενὸς τούτων προσεδέησεν. ὥσθ' οἱ χρώμενοι τοῖς τοιούτοις παραδείγμασι πολὺ ἂν δικαιότερον ἀποτίνοιεν ἢ λαμβάνοιεν ἀργύριον, ὅτι πολλῆς ἐπιμελείας αὐτοὶ δεόμενοι παιδεύειν τοὺς ἄλλους ἐπιχειροῦσιν.

[14] εἰ δὲ δεῖ μὴ κατηγορεῖν τῶν ἄλλων ἀλλὰ καὶ τὴν ἐμαυτοῦ δηλῶσαι διάνοιαν, ἡγοῦμαι πάντας ἄν μοι τοὺς εὖ φρονοῦντας συνειπεῖν ὅτι πολλοὶ μὲν τῶν φιλοσοφησάντων ἰδιῶται διετέλεσαν ὄντες, ἄλλοι δέ τινες οὐδενὶ πώποτε συγγενόμενοι τῶν σοφιστῶν καὶ λέγειν καὶ πολιτεύεσθαι δεινοὶ γεγόνασιν. αἱ μὲν γὰρ δυνάμεις καὶ τῶν λόγων καὶ τῶν ἄλλων ἔργων ἁπάντων ἐν τοῖς εὐφυέσιν ἐγγίγνονται καὶ τοῖς περὶ τὰς ἐμπειρίας γεγυμνασμένοις: [15] ἡ δὲ παίδευσις τοὺς μὲν τοιούτους τεχνικωτέρους καὶ πρὸς τὸ ζητεῖν εὐπορωτέρους ἐποίησεν, οἷς γὰρ νῦν ἐντυγχάνουσι πλανώμενοι, ταῦτ' ἐξ ἑτοιμοτέρου λαμβάνειν αὐτοὺς ἐδίδαξεν, τοὺς δὲ καταδεεστέραν τὴν φύσιν ἔχοντας ἀγωνιστὰς μὲν ἀγαθοὺς ἢ λόγων ποιητὰς οὐκ ἂν ἀποτελέσειεν, αὐτοὺς δ' ἂν αὑτῶν προαγάγοι καὶ πρὸς πολλὰ φρονιμωτέρως διακεῖσθαι ποιήσειεν.

[16] βούλομαι δ', ἐπειδή περ εἰς τοῦτο προῆλθον, ἔτι σαφέστερον εἰπεῖν περὶ αὐτῶν. φημὶ γὰρ ἐγὼ τῶν μὲν ἰδεῶν, ἐξ ὧν τοὺς λόγους ἅπαντας καὶ λέγομεν καὶ συντίθεμεν, λαβεῖν τὴν ἐπιστήμην οὐκ εἶναι τῶν πάνυ χαλεπῶν, ἤν τις αὑτὸν παραδῷ μὴ τοῖς ῥᾳδίως ὑπισχνουμένοις ἀλλὰ τοῖς εἰδόσι τι περὶ αὐτῶν: τὸ δὲ τούτων ἐφ' ἑκάστῳ τῶν πραγμάτων ἃς δεῖ προελέσθαι καὶ μῖξαι πρὸς ἀλλήλας καὶ τάξαι κατὰ τρόπον, ἔτι δὲ τῶν καιρῶν μὴ διαμαρτεῖν, ἀλλὰ καὶ τοῖς ἐνθυμήμασι πρεπόντως ὅλον τὸν λόγον καταποικῖλαι καὶ τοῖς ὀνόμασιν εὐρύθμως καὶ μουσικῶς εἰπεῖν, [17] ταῦτα δὲ πολλῆς ἐπιμελείας δεῖσθαι καὶ ψυχῆς ἀνδρικῆς καὶ δοξαστικῆς ἔργον εἶναι, καὶ δεῖν τὸν μὲν μαθητὴν πρὸς τῷ τὴν φύσιν ἔχειν οἵαν χρὴ τὰ μὲν εἴδη τὰ τῶν λόγων μαθεῖν, περὶ δὲ τὰς χρήσεις αὐτῶν γυμνασθῆναι, τὸν δὲ διδάσκαλον τὰ μὲν οὕτως ἀκριβῶς οἷόν τ' εἶναι διελθεῖν ὥστε μηδὲν τῶν διδακτῶν παραλιπεῖν, περὶ δὲ τῶν λοιπῶν τοιοῦτον αὑτὸν παράδειγμα παρασχεῖν, [18] ὥστε τοὺς ἐκτυπωθέντας καὶ μιμήσασθαι δυναμένους εὐθὺς ἀνθηρότερον καὶ χαριέστερον τῶν ἄλλων φαίνεσθαι λέγοντας. καὶ τούτων μὲν ἁπάντων συμπεσόντων τελείως ἕξουσιν οἱ φιλοσοφοῦντες: καθ' ὃ δ' ἂν ἐλλειφθῇ τι τῶν εἰρημένων, ἀνάγκη ταύτῃ χεῖρον διακεῖσθαι τοὺς πλησιάζοντας.

[19] οἱ μὲν οὖν ἄρτι τῶν σοφιστῶν ἀναφυόμενοι καὶ νεωστὶ προσπεπτωκότες ταῖς ἀλαζονείαις, εἰ καὶ νῦν πλεονάζουσιν, εὖ οἶδ' ὅτι πάντες ἐπὶ ταύτην κατενεχθήσονται τὴν ὑπόθεσιν. λοιποὶ δ' ἡμῖν εἰσιν οἱ πρὸ ἡμῶν γενόμενοι καὶ τὰς καλουμένας τέχνας γράψαι τολμήσαντες, οὓς οὐκ ἀφετέον ἀνεπιτιμήτους: οἵ τινες ὑπέσχοντο δικάζεσθαι διδάξειν, ἐκλεξάμενοι τὸ δυσχερέστατον τῶν ὀνομάτων, ὃ τῶν φθονούντων ἔργον ἦν λέγειν, ἀλλ' οὐ τῶν προεστώτων τῆς τοιαύτης παιδεύσεως, καὶ ταῦτα τοῦ πράγματος, [20] καθ' ὅσον ἐστὶ διδακτόν, οὐδὲν μᾶλλον πρὸς τοὺς δικανικοὺς λόγους ἢ πρὸς τοὺς ἄλλους ἅπαντας ὠφελεῖν δυναμένου. τοσούτῳ δὲ χείρους ἐγένοντο τῶν περὶ τὰς ἔριδας καλινδουμένων, μένων, ὅσον οὗτοι μὲν τοιαῦτα λογίδια διεξιόντες, οἷς εἴ τις ἐπὶ τῶν πράξεων ἐμμείνειεν εὐθὺς ἂν ἐν πᾶσιν εἴη κακοῖς, ὅμως ἀρετὴν ἐπηγγείλαντο καὶ σωφροσύνην περὶ αὐτῶν, ἐκεῖνοι δ' ἐπὶ τοὺς πολιτικοὺς λόγους, παρακαλοῦντες, ἀμελήσαντες τῶν ἄλλων τῶν προσόντων αὐτοῖς ἀγαθῶν, πολυπραγμοσύνης καὶ πλεονεξίας ὑπέστησαν εἶναι διδάσκαλοι.

[21] καίτοι τοὺς βουλομένους πειθαρχεῖν τοῖς ὑπὸ τῆς φιλοσοφίας ταύτης προσταττομένοις πολὺ ἂν θᾶττον πρὸς ἐπιείκειαν ἢ πρὸς ῥητορείαν ὠφελήσειεν. καὶ μηδεὶς οἰέσθω με λέγειν ὡς ἔστι δικαιοσύνη διδακτόν: ὅλως μὲν γὰρ οὐδεμίαν ἡγοῦμαι τοιαύτην εἶναι τέχνην, ἥτις τοῖς κακῶς πεφυκόσι πρὸς ἀρετὴν σωφροσύνην ἂν καὶ δικαιοσύνην ἐμποιήσειεν: οὐ μὴν ἀλλὰ συμπαρακελεύσασθαί γε καὶ συνασκῆσαι μάλιστ' ἃ οἶμαι τὴν τῶν λόγων τῶν πολιτικῶν ἐπιμέλειαν.

[22] ἵνα δὲ μὴ δοκῶ τὰς μὲν τῶν ἄλλων ὑποσχέσεις διαλύειν, αὐτὸς δὲ μείζω λέγειν τῶν ἐνόντων, ἐξ ὧνπερ αὐτὸς ἐπείσθην οὕτω ταῦτ' ἔχειν, ῥᾳδίως οἶμαι καὶ τοῖς ἄλλοις φανερὸν καταστήσειν.

1 Μαΐου 2009

Ἰλιὰς Ο

Ὁμήρου Ἰλιὰς Ο

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

οἳ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς

Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, 5

στῆ δ᾽ ἄρ᾽ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·

Ἕκτορα δ᾽ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ᾽ ἑταῖροι

εἵαθ᾽, ὃ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι κῆρ ἀπινύσσων 10

αἷμ᾽ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν.

τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

δεινὰ δ᾽ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·

ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 15

οὐ μὰν οἶδ᾽ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.

ἦ οὐ μέμνῃ ὅτε τ᾽ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

χρύσεον ἄρρηκτον; σὺ δ᾽ ἐν αἰθέρι καὶ νεφέλῃσιν 20

ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

λῦσαι δ᾽ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ᾽ ἂν ἵκηται

γῆν ὀλιγηπελέων· ἐμὲ δ᾽ οὐδ᾽ ὧς θυμὸν ἀνίει

ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, 25

τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας

πέμψας ἐπ᾽ ἀτρύγετον πόντον κακὰ μητιόωσα,

καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας.

τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. 30

τῶν σ᾽ αὖτις μνήσω ἵν᾽ ἀπολλήξῃς ἀπατάων,

ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,

ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ᾽ ἀπάτησας.

ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα· 35

ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

σή θ᾽ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν

κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· 40

μὴ δι᾽ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ᾽ ἀρήγει,

ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

τειρομένους δ᾽ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 45

τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.

ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·

εἰ μὲν δὴ σύ γ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη

ἶσον ἐμοὶ φρονέουσα μετ᾽ ἀθανάτοισι καθίζοις, 50

τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,

αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.

ἀλλ᾽ εἰ δή ῥ᾽ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,

ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον

Ἶρίν τ᾽ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, 55

ὄφρ᾽ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι

παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ᾽ ἱκέσθαι,

Ἕκτορα δ᾽ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,

αὖτις δ᾽ ἐμπνεύσῃσι μένος, λελάθῃ δ᾽ ὀδυνάων 60

αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς

αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,

φεύγοντες δ᾽ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι

Πηλεΐδεω Ἀχιλῆος· ὃ δ᾽ ἀνστήσει ὃν ἑταῖρον

Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ 65

Ἰλίου προπάροιθε πολέας ὀλέσαντ᾽ αἰζηοὺς

τοὺς ἄλλους, μετὰ δ᾽ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.

τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.

ἐκ τοῦ δ᾽ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ᾽ Ἀχαιοὶ 70

Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.

τὸ πρὶν δ᾽ οὔτ᾽ ἄρ᾽ ἐγὼ παύω χόλον οὔτέ τιν᾽ ἄλλον

ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ᾽ ἐάσω

πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,

ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ᾽ ἐπένευσα κάρητι, 75

ἤματι τῷ ὅτ᾽ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.

ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ᾽ ἐπὶ πολλὴν 80

γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ

ἔνθ᾽ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·

ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν

ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες 85

πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.

ἣ δ᾽ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ

δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· 90

ἦ μάλα δή σ᾽ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος Ἥρη·

μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ

οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.

ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· 95

ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι

πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν

οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, 100

ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ᾽ ἐγέλασσε

χείλεσιν, οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέῃσιν

ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·

νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·

ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες 105

ἢ ἔπει ἠὲ βίῃ· ὃ δ᾽ ἀφήμενος οὐκ ἀλεγίζει

οὐδ᾽ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι

κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.

τὼ ἔχεθ᾽ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.

ἤδη γὰρ νῦν ἔλπομ᾽ Ἄρηΐ γε πῆμα τετύχθαι· 110

υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν

Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.

ὣς ἔφατ᾽, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·

μὴ νῦν μοι νεμεσήσετ᾽ Ὀλύμπια δώματ᾽ ἔχοντες 115

τίσασθαι φόνον υἷος ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,

εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ

κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ᾽ αἵματι καὶ κονίῃσιν.

ὣς φάτο, καί ῥ᾽ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε

ζευγνύμεν, αὐτὸς δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα. 120

ἔνθά κ᾽ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος

πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,

εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν

ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,

τοῦ δ᾽ ἀπὸ μὲν κεφαλῆς κόρυθ᾽ εἵλετο καὶ σάκος ὤμων, 125

ἔγχος δ᾽ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα

χάλκεον· ἣ δ᾽ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·

μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως

οὔατ᾽ ἀκουέμεν ἐστί, νόος δ᾽ ἀπόλωλε καὶ αἰδώς.

οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη 130

ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;

ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ

ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,

αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;

αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς 135

λείψει, ὃ δ᾽ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,

μάρψει δ᾽ ἑξείης ὅς τ᾽ αἴτιος ὅς τε καὶ οὐκί.

τώ σ᾽ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·

ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων

ἢ πέφατ᾽, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ 140

πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.

ὣς εἰποῦσ᾽ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.

Ἥρη δ᾽ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς

Ἶρίν θ᾽, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,

καί σφεας φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα· 145

Ζεὺς σφὼ εἰς Ἴδην κέλετ᾽ ἐλθέμεν ὅττι τάχιστα·

αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ᾽ εἰς ὦπα ἴδησθε,

ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,

ἕζετο δ᾽ εἰνὶ θρόνῳ· τὼ δ᾽ ἀΐξαντε πετέσθην. 150

Ἴδην δ᾽ ἵκανον πολυπίδακα μητέρα θηρῶν,

εὗρον δ᾽ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ

ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.

τὼ δὲ πάροιθ᾽ ἐλθόντε Διὸς νεφεληγερέταο

στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, 155

ὅττί οἱ ὦκ᾽ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.

Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·

βάσκ᾽ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι

πάντα τάδ᾽ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.

παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο 160

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ μοι οὐκ ἐπέεσσ᾽ ἐπιπείσεται, ἀλλ᾽ ἀλογήσει,

φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

μή μ᾽ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ

μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι 165

καὶ γενεῇ πρότερος· τοῦ δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.

ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα 170

ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,

ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,

ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα

ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. 175

παυσάμενόν σ᾽ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο

ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.

εἰ δέ οἱ οὐκ ἐπέεσσ᾽ ἐπιπείσεαι, ἀλλ᾽ ἀλογήσεις,

ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

ἐνθάδ᾽ ἐλεύσεσθαι· σὲ δ᾽ ὑπεξαλέασθαι ἄνωγε 180

χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι

καὶ γενεῇ πρότερος· σὸν δ᾽ οὐκ ὄθεται φίλον ἦτορ

ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·

ὢ πόποι ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν 185

εἴ μ᾽ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.

τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο ῾Ρέα

Ζεὺς καὶ ἐγώ, τρίτατος δ᾽ Ἀΐδης ἐνέροισιν ἀνάσσων.

τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾽ ἔμμορε τιμῆς·

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ 190

παλλομένων, Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα,

Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·

γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.

τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος

καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. 195

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·

θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη

ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,

οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· 200

οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα

τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,

ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

οἶσθ᾽ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.

τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· 205

Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·

ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῇ.

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει

ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ

νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. 210

ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·

ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·

αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης

Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος

Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ᾽ ἐθελήσει 215

ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,

ἴστω τοῦθ᾽ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.

ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,

δῦνε δὲ πόντον ἰών, πόθεσαν δ᾽ ἥρωες Ἀχαιοί.

καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· 220

ἔρχεο νῦν φίλε Φοῖβε μεθ᾽ Ἕκτορα χαλκοκορυστήν·

ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος

οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν

ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,

οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. 225

ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ

ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε

χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ᾽ ἐτελέσθη.

ἀλλὰ σύ γ᾽ ἐν χείρεσσι λάβ᾽ αἰγίδα θυσσανόεσσαν,

τῇ μάλ᾽ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· 230

σοὶ δ᾽ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·

τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ᾽ ἂν Ἀχαιοὶ

φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.

κεῖθεν δ᾽ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,

ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. 235

ὣς ἔφατ᾽, οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,

βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς

ὠκέϊ φασσοφόνῳ, ὅς τ᾽ ὤκιστος πετεηνῶν.

εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον

ἥμενον, οὐδ᾽ ἔτι κεῖτο, νέον δ᾽ ἐσαγείρετο θυμόν, 240

ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς

παύετ᾽, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.

ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων

ἧσ᾽ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; 245

τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·

τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ᾽ εἴρεαι ἄντην;

οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας

χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; 250

καὶ δὴ ἔγωγ᾽ ἐφάμην νέκυας καὶ δῶμ᾽ Ἀΐδαο

ἤματι τῷδ᾽ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων

ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν 255

Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ

ῥύομ᾽, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.

ἀλλ᾽ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι

νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·

αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον 260

πᾶσαν λειανέω, τρέψω δ᾽ ἥρωας Ἀχαιούς.

ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.

ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο 265

κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται

ὤμοις ἀΐσσονται· ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς

ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων·

ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα

ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. 270

οἳ δ᾽ ὥς τ᾽ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα

ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·

τὸν μέν τ᾽ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

εἰρύσατ᾽, οὐδ᾽ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·

τῶν δέ θ᾽ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος 275

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·

ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο

νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·

αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ᾽ ἐποιχόμενον στίχας ἀνδρῶν

τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. 280

τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,

Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι

ἐσθλὸς δ᾽ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν

νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·

ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 285

ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,

οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας

Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου

χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.

ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν 290

Ἕκτορ᾽, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,

ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε

Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.

πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· 295

αὐτοὶ δ᾽, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ᾽ εἶναι,

στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες

δούρατ᾽ ἀνασχόμενοι· τὸν δ᾽ οἴω καὶ μεμαῶτα

θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· 300

οἳ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα

Τεῦκρον Μηριόνην τε Μέγην τ᾽ ἀτάλαντον Ἄρηϊ

ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες

Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω

ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. 305

Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ

μακρὰ βιβάς· πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων

εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ᾽ αἰγίδα θοῦριν

δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽, ἣν ἄρα χαλκεὺς

Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· 310

τὴν ἄρ᾽ ὅ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.

Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες, ὦρτο δ᾽ ἀϋτὴ

ὀξεῖ᾽ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ᾽ ὀϊστοὶ

θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν

ἄλλα μὲν ἐν χροῒ πήγνυτ᾽ ἀρηϊθόων αἰζηῶν, 315

πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν

ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ᾽ ἀτρέμα Φοῖβος Ἀπόλλων,

τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.

αὐτὰρ ἐπεὶ κατ᾽ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων 320

σεῖσ᾽, ἐπὶ δ᾽ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν

ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.

οἳ δ᾽ ὥς τ᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ᾽ οἰῶν

θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ

ἐλθόντ᾽ ἐξαπίνης σημάντορος οὐ παρεόντος, 325

ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων

ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.

ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.

Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,

τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, 330

τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·

Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.

ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν

ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς 335

γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ᾽ Ὀϊλεύς·

Ἴασος αὖτ᾽ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,

υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.

Μηκιστῆ δ᾽ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης

πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ᾽ ἕλε δῖος Ἀγήνωρ. 340

Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε

φεύγοντ᾽ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.

ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα, τόφρα δ᾽ Ἀχαιοὶ

τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ

ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. 345

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας

νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ᾽ ἔναρα βροτόεντα·

ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,

αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε

γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, 350

ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.

ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους

κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ

πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους

ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων 355

ῥεῖ᾽ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων

ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον

μακρὴν ἠδ᾽ εὐρεῖαν, ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ

γίγνεται, ὁππότ᾽ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.

τῇ ῥ᾽ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ᾽ Ἀπόλλων 360

αἰγίδ᾽ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

ῥεῖα μάλ᾽, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,

ὅς τ᾽ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν

ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.

ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν 365

σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.

ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν 370

εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·

Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ

ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων

εὔχετο νοστῆσαι, σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,

τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, 375

μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

ὣς ἔφατ᾽ εὐχόμενος, μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς,

ἀράων ἀΐων Νηληϊάδαο γέροντος.

Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,

μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. 380

οἳ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο

νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ᾽ ἐπείγῃ

ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει·

ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,

ἵππους δ᾽ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο 385

ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ᾽ ἵππων,

οἳ δ᾽ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες

μακροῖσι ξυστοῖσι, τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο

ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.

Πάτροκλος δ᾽ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε 390

τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,

τόφρ᾽ ὅ γ᾽ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο

ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ᾽ ἕλκεϊ λυγρῷ

φάρμακ᾽ ἀκέσματ᾽ ἔπασσε μελαινάων ὀδυνάων.

αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε 395

Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·

Εὐρύπυλ᾽ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ᾽ ἔμπης

ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· 400

ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε

σπεύσομαι εἰς Ἀχιλῆα, ἵν᾽ ὀτρύνω πολεμίζειν.

τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω

παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

τὸν μὲν ἄρ᾽ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ 405

Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ᾽ ἐδύναντο

παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·

οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας

ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.

ἀλλ᾽ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει 410

τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης

εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,

ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·

ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,

Ἕκτωρ δ᾽ ἄντ᾽ Αἴαντος ἐείσατο κυδαλίμοιο. 415

τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο

οὔθ᾽ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα

οὔθ᾽ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.

ἔνθ᾽ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας

πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. 420

δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.

Ἕκτωρ δ᾽ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν

ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 425

μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,

ἀλλ᾽ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ

τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.

τοῦ μὲν ἅμαρθ᾽, ὃ δ᾽ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν 430

Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ᾽ αὐτῷ

ναῖ᾽, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,

τόν ῥ᾽ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ

ἑσταότ᾽ ἄγχ᾽ Αἴαντος· ὃ δ᾽ ὕπτιος ἐν κονίῃσι

νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. 435

Αἴας δ᾽ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος

Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα

ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·

τὸν δ᾽ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ 440

ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;

ὣς φάθ᾽, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,

τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

ἰοδόκον· μάλα δ᾽ ὦκα βέλεα Τρώεσσιν ἐφίει.

καί ῥ᾽ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν 445

Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο

ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθ᾽ ἵππους·

τῇ γὰρ ἔχ᾽ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ᾽ αὐτῷ

ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. 450

αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

κείν᾽ ὄχεα κροτέοντες. ἄναξ δ᾽ ἐνόησε τάχιστα

Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.

τοὺς μὲν ὅ γ᾽ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, 455

πολλὰ δ᾽ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα

ἵππους· αὐτὸς δ᾽ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ

αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,

εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. 460

ἀλλ᾽ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ᾽ ἐφύλασσεν

Ἕκτορ᾽, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,

ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ

ῥῆξ᾽ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ

ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. 465

Τεῦκρος δ᾽ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·

ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει

δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,

νευρὴν δ᾽ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα

πρώϊον, ὄφρ᾽ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. 470

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας·

ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς

κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·

αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ

μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. 475

μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν

νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.

ὣς φάθ᾽, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,

αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,

κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν 480

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·

εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

βῆ δ᾽ ἰέναι, μάλα δ᾽ ὦκα θέων Αἴαντι παρέστη.

Ἕκτωρ δ᾽ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,

Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 485

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς

νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν

ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.

ῥεῖα δ᾽ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, 490

ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,

ἠδ᾽ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,

ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ᾽ ἀρήγει.

ἀλλὰ μάχεσθ᾽ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων

βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ 495

τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης

τεθνάμεν· ἀλλ᾽ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,

καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ

οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 500

Αἴας δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·

αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.

ἦ ἔλπεσθ᾽ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ

ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; 505

ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα

Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;

οὐ μὰν ἔς γε χορὸν κέλετ᾽ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.

ἡμῖν δ᾽ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων

ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. 510

βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι

ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι

ὧδ᾽ αὔτως παρὰ νηυσὶν ὑπ᾽ ἀνδράσι χειροτέροισιν.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

ἔνθ᾽ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν 515

ἀρχὸν Φωκήων, Αἴας δ᾽ ἕλε Λαοδάμαντα

ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·

Πουλυδάμας δ᾽ Ὦτον Κυλλήνιον ἐξενάριξε

Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.

τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ᾽ ὕπαιθα λιάσθη 520

Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων

εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·

αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.

δούπησεν δὲ πεσών· ὃ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.

τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς 525

Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν

Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,

ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ

ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,

τόν ῥ᾽ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς 530

ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.

ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης

ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·

ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ᾽ ὄλεθρον.

τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης 535

κύμβαχον ἀκρότατον νύξ᾽ ἔγχεϊ ὀξυόεντι,

ῥῆξε δ᾽ ἀφ᾽ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε

κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.

εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ᾽ ἔλπετο νίκην,

τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, 540

στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ᾽ ὦμον ὄπισθεν·

αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα

πρόσσω ἱεμένη· ὃ δ᾽ ἄρα πρηνὴς ἐλιάσθη.

τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε᾽ ἀπ᾽ ὤμων

συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε 545

πᾶσι μάλα, πρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν

ἴφθιμον Μελάνιππον. ὃ δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς

βόσκ᾽ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·

αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,

ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 550

ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·

τόν ῥ᾽ Ἕκτωρ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ

ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;

οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε᾽ ἕπουσιν; 555

ἀλλ᾽ ἕπευ· οὐ γὰρ ἔτ᾽ ἔστιν ἀποσταδὸν Ἀργείοισι

μάρνασθαι, πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ κατ᾽ ἄκρης

Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.

ὣς εἰπὼν ὃ μὲν ἦρχ᾽, ὃ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς·

Ἀργείους δ᾽ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· 560

ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ,

ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.

αἰδομένων δ᾽ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·

φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.

ὣς ἔφαθ᾽, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, 565

ἐν θυμῷ δ᾽ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας

ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.

Ἀντίλοχον δ᾽ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·

Ἀντίλοχ᾽ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,

οὔτε ποσὶν θάσσων οὔτ᾽ ἄλκιμος ὡς σὺ μάχεσθαι· 570

εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.

ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ᾽ ὀρόθυνεν·

ἐκ δ᾽ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ

ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο

ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν, 575

ἀλλ᾽ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον

νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.

δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.

Ἀντίλοχος δ᾽ ἐπόρουσε κύων ὥς, ὅς τ᾽ ἐπὶ νεβρῷ

βλημένῳ ἀΐξῃ, τόν τ᾽ ἐξ εὐνῆφι θορόντα 580

θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·

ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ᾽ Ἀντίλοχος μενεχάρμης

τεύχεα συλήσων· ἀλλ᾽ οὐ λάθεν Ἕκτορα δῖον,

ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.

Ἀντίλοχος δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, 585

ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,

ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι

φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·

ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· 590

στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι

νηυσὶν ἐπεσσεύοντο, Διὸς δ᾽ ἐτέλειον ἐφετμάς,

ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν

Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ᾽ ὀρόθυνεν. 595

Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι

Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ

ἐμβάλοι ἀκάματον, Θέτιδος δ᾽ ἐξαίσιον ἀρὴν

πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς

νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. 600

ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν

θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.

τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν

Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.

μαίνετο δ᾽ ὡς ὅτ᾽ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ 605

οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·

ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε

λαμπέσθην βλοσυρῇσιν ὑπ᾽ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ

σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο

Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ᾽ αἰθέρος ἦεν ἀμύντωρ 610

Ζεύς, ὅς μιν πλεόνεσσι μετ᾽ ἀνδράσι μοῦνον ἐόντα

τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν

ἔσσεσθ᾽· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ

Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.

καί ῥ᾽ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, 615

ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε᾽ ἄριστα·

ἀλλ᾽ οὐδ᾽ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·

ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη

ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,

ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα 620

κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.

αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ᾽ ὁμίλῳ,

ἐν δ᾽ ἔπεσ᾽ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι

λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα 625

ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη

ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται

δειδιότες· τυτθὸν γὰρ ὑπ᾽ ἐκ θανάτοιο φέρονται·

ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.

αὐτὰρ ὅ γ᾽ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, 630

αἵ ῥά τ᾽ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται

μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς

θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·

ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν

αἰὲν ὁμοστιχάει, ὃ δέ τ᾽ ἐν μέσσῃσιν ὀρούσας 635

βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ᾽ Ἀχαιοὶ

θεσπεσίως ἐφόβηθεν ὑφ᾽ Ἕκτορι καὶ Διὶ πατρὶ

πάντες, ὃ δ᾽ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,

Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος

ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. 640

τοῦ γένετ᾽ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων

παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,

καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·

ὅς ῥα τόθ᾽ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.

στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, 645

τὴν αὐτὸς φορέεσκε ποδηνεκέ᾽ ἕρκος ἀκόντων·

τῇ ὅ γ᾽ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ

σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.

Ἕκτωρ δ᾽ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,

στήθεϊ δ᾽ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων 650

κτεῖν᾽· οἳ δ᾽ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου

χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.

εἰσωποὶ δ᾽ ἐγένοντο νεῶν, περὶ δ᾽ ἔσχεθον ἄκραι

νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ᾽ ἐπέχυντο.

Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ 655

τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν

ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς

καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.

Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν

λίσσεθ᾽ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· 660

ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ

ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος

παίδων ἠδ᾽ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,

ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·

τῶν ὕπερ ἐνθάδ᾽ ἐγὼ γουνάζομαι οὐ παρεόντων 665

ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.

τοῖσι δ᾽ ἀπ᾽ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη

θεσπέσιον· μάλα δέ σφι φόως γένετ᾽ ἀμφοτέρωθεν

ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. 670

Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,

ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,

ἠδ᾽ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.

οὐδ᾽ ἄρ᾽ ἔτ᾽ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ

ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· 675

ἀλλ᾽ ὅ γε νηῶν ἴκρι᾽ ἐπῴχετο μακρὰ βιβάσθων,

νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι

κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,

ὅς τ᾽ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, 680

σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται

λαοφόρον καθ᾽ ὁδόν· πολέες τέ ἑ θηήσαντο

ἀνέρες ἠδὲ γυναῖκες· ὃ δ᾽ ἔμπεδον ἀσφαλὲς αἰεὶ

θρῴσκων ἄλλοτ᾽ ἐπ᾽ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·

ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν 685

φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ᾽ ἵκανεν,

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε

νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ

μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·

ἀλλ᾽ ὥς τ᾽ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 690

ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,

ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο

ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε

χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ᾽ αὐτῷ. 695

αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·

φαίης κ᾽ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν

ἄντεσθ᾽ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.

τοῖσι δὲ μαρναμένοισιν ὅδ᾽ ἦν νόος· ἤτοι Ἀχαιοὶ

οὐκ ἔφασαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ, ἀλλ᾽ ὀλέεσθαι, 700

Τρωσὶν δ᾽ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου

νῆας ἐνιπρήσειν κτενέειν θ᾽ ἥρωας Ἀχαιούς.

οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·

Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο

καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν 705

ἐς Τροίην, οὐδ᾽ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.

τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε

δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ᾽ ἄρα τοί γε

τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ᾽ ἔτ᾽ ἀκόντων,

ἀλλ᾽ οἵ γ᾽ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες 710

ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο

καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.

πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα

ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ᾽ ἀπ᾽ ὤμων

ἀνδρῶν μαρναμένων· ῥέε δ᾽ αἵματι γαῖα μέλαινα. 715

Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει

ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·

οἴσετε πῦρ, ἅμα δ᾽ αὐτοὶ ἀολλέες ὄρνυτ᾽ ἀϋτήν·

νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε

νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι 720

ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,

οἵ μ᾽ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν

αὐτόν τ᾽ ἰσχανάασκον ἐρητύοντό τε λαόν·

ἀλλ᾽ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς

ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. 725

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα μᾶλλον ἐπ᾽ Ἀργείοισιν ὄρουσαν.

Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·

ἀλλ᾽ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι

θρῆνυν ἐφ᾽ ἑπταπόδην, λίπε δ᾽ ἴκρια νηὸς ἐΐσης.

ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ ἑστήκει δεδοκημένος, ἔγχεϊ δ᾽ αἰεὶ 730

Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·

αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, 735

ἦέ τι τεῖχος ἄρειον, ὅ κ᾽ ἀνδράσι λοιγὸν ἀμύναι;

οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,

ᾗ κ᾽ ἀπαμυναίμεσθ᾽ ἑτεραλκέα δῆμον ἔχοντες·

ἀλλ᾽ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων

πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· 740

τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.

ἦ, καὶ μαιμώων ἔφεπ᾽ ἔγχεϊ ὀξυόεντι.

ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο

σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,

τὸν δ᾽ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· 745

δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.