13 Απριλίου 2009

Περὶ Ἐνυπνίων

Ἀριστοτέλης
Περὶ Ἐνυπνίων
[ed. W. D. Ross, Oxford 1955]

[458a33] Μετὰ δὲ ταῦτα περὶ ἐνυπνίου ἐπιζητητέον͵ καὶ πρῶτον [458b] τίνι τῶν τῆς ψυχῆς φαίνεται͵ καὶ πότερον τοῦ νοητικοῦ τὸ πάθος ἐστὶ τοῦτο ἢ τοῦ αἰσθητικοῦ· τούτοις γὰρ μόνοις τῶν ἐν ἡμῖν γνωρίζομέν τι. εἰ δ΄ ἡ χρῆσις ὄψεως ὅρασις͵ καὶ ἀκοῆς τὸ ἀκούειν͵ καὶ ὅλως αἰσθήσεως τὸ αἰσθάνεσθαι͵ κοινὰ δ΄ ἐστὶ τῶν αἰσθήσεων οἷον σχῆμα καὶ μέγεθος καὶ κίνησις καὶ τἆλλα τὰ τοιαῦτα͵ ἴδια δ΄ οἷον χρῶμα ψόφος χυμός͵ ἀδυνατεῖ δὲ πάντα μύοντα καὶ καθεύδοντα ὁρᾶν͵ ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν͵ δῆλον ὅτι οὐκ αἰσθανόμεθα οὐδὲν ἐν τοῖς ὕπνοις· οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα. ἀλλὰ μὴν οὐδὲ τῇ δόξῃ· οὐ γὰρ μόνον τὸ προσιόν φαμεν ἄνθρωπον ἢ ἵππον εἶναι͵ ἀλλὰ καὶ λευκὸν ἢ καλόν· ὧν ἡ δόξα ἄνευ αἰσθήσεως οὐδὲν ἂν φήσειεν͵ οὔτ΄ ἀληθῶς οὔτε ψευδῶς. ἐν δὲ τοῖς ὕπνοις συμβαίνει τὴν ψυχὴν τοῦτο ποιεῖν· ὁμοίως γὰρ ὅτι ἄνθρωπος καὶ ὅτι λευκὸς ὁ προσιὼν δοκοῦ μεν ὁρᾶν. ἔτι παρὰ τὸ ἐνύπνιον ἐννοοῦμεν ἄλλο τι͵ καθάπερ ἐν τῷ ἐγρηγορέναι αἰσθανόμενοί τι. περὶ οὗ γὰρ αἰσθανόμεθα͵ πολλάκις καὶ διανοούμεθά τι· οὕτω καὶ ἐν τοῖς ὕπνοις παρὰ τὰ φαντάσματα ἐνίοτε ἄλλα ἐννοοῦμεν. φανείη δ΄ ἄν τῳ τοῦτο͵ εἴ τις προσέχοι τὸν νοῦν καὶ πειρῷτο μνημονεύειν ἀναστάς. ἤδη δέ τινες καὶ ἑωράκασιν ἐνύπνια τοιαῦτα͵ οἷον οἱ δοκοῦντες κατὰ τὸ μνημονικὸν παράγγελμα τίθεσθαι τὰ προβαλλόμενα· συμβαίνει γὰρ αὐτοῖς πολλάκις ἄλλο τι παρὰ τὸ ἐνύπνιον τίθεσθαι πρὸ ὀμμάτων εἰς τὸν τόπον φάντασμα· ὥστε δῆλον ὅτι οὐκ ἐνύπνιον πᾶν τὸ ἐν ὕπνῳ φάντασμα͵ καὶ ὅτι ὃ ἐννοοῦμεν τῇ δόξῃ δοξάζομεν. δῆλον δὲ περὶ τούτων ἁπάντων τό γε τοσοῦτον͵ ὅτι τὸ αὐτὸ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα͵ τοῦτ΄ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος. καὶ ὑγιαίνουσι δὲ καὶ εἰδόσιν ὅμως ὁ ἥλιος ποδιαῖος εἶναι δοκεῖ. ἀλλ΄ εἴτε δὴ ταὐτὸν εἴθ΄ ἕτερον τὸ φανταστικὸν τῆς ψυχῆς καὶ τὸ αἰσθητικόν͵ οὐδὲν ἧττον οὐ γίνεται ἄνευ τοῦ ὁρᾶν καὶ αἰσθάνεσθαί τι· τὸ γὰρ παρορᾶν καὶ παρακούειν ὁρῶντος ἀληθές τι καὶ ἀκούοντος͵ οὐ μέντοι τοῦτο ὃ οἴεται. ἐν δὲ τῷ ὕπνῳ ὑπόκειται μηδὲν ὁρᾶν μηδὲν ἀληθές͵ τὸ δὲ μηδὲν πάσχειν τὴν αἴσθησιν οὐκ ἀληθές͵ ἀλλ΄ ἐνδέχεται καὶ τὴν ὄψιν πάσχειν τι καὶ τὰς ἄλλας αἰσθήσεις͵ ἕκαστον δὲ τούτων ὥσπερ ἐγρηγορότος προσβάλλει μέν πως τῇ αἰσθήσει͵ οὐχ οὕτω δὲ ὥσπερ ἐγρηγορότος· καὶ ὁτὲ μὲν ἡ δόξα λέγει ὅτι ψεῦδος͵ ὥσπερ ἐγρηγορόσιν͵ ὁτὲ δὲ κατέχεται καὶ ἀκολουθεῖ τῷ φαντάσματι; ὅτι μὲν οὖν οὐκ ἔστι τοῦ δοξάζοντος οὐδὲ τοῦ διανοουμένου τὸ πάθος τοῦτο ὃ καλοῦμεν ἐνυπνιάζειν͵ φανερόν. ἀλλ΄ οὐδὲ τοῦ αἰσθανομένου ἁπλῶς· ὁρᾶν γὰρ ἂν ἦν καὶ ἀκούειν ἁπλῶς. ἀλλὰ πῶς δὴ καὶ τίνα τρόπον͵ ἐπισκεπτέον. ὑποκείσθω μὲν οὖν͵ ὅπερ ἐστὶ καὶ φανερόν͵ ὅτι τοῦ αἰσθητικοῦ τὸ πάθος͵ εἴπερ καὶ ὁ ὕπνος· οὐ γὰρ ἄλλῳ μέν τινι τῶν ζῴων ὑπάρχει ὁ ὕπνος͵ ἄλλῳ δὲ τὸ ἐνυπνιάζειν͵ ἀλλὰ τῷ αὐτῷ. ἐπεὶ δὲ περὶ φαντασίας ἐν τοῖς Περὶ ψυχῆς εἴρηται͵ καὶ ἔστι μὲν τὸ αὐτὸ τῷ αἰσθητικῷ τὸ φανταστικόν͵ τὸ δ΄ εἶναι φανταστικῷ καὶ αἰσθητικῷ ἕτερον͵ ἔστι δὲ φαντασία ἡ ὑπὸ τῆς κατ΄ ἐνέργειαν αἰσθήσεως γινομένη κίνησις͵ τὸ δ΄ ἐνύπνιον φάντασμά τι φαίνεται εἶναι (τὸ γὰρ ἐν ὕπνῳ φάντασμα ἐνύπνιον λέγομεν͵ εἴθ΄ ἁπλῶς εἴτε τρόπον τινὰ γινόμενον)͵ φανερὸν ὅτι τοῦ αἰσθητικοῦ μέν ἐστι τὸ ἐνυπνιάζειν͵ τούτου δ΄ ᾗ φανταστικόν.


Τί δ΄ ἐστὶ τὸ ἐνύπνιον͵ καὶ πῶς γίνεται͵ ἐκ τῶν περὶ τὸν ὕπνον συμβαινόντων μάλιστ΄ ἂν θεωρήσαιμεν. τὰ γὰρ αἰσθητὰ καθ΄ ἕκαστον αἰσθητήριον ἡμῖν ἐμποιοῦσιν αἴσθησιν͵ καὶ τὸ γινόμενον ὑπ΄ αὐτῶν πάθος οὐ μόνον ἐνυπάρχει ἐν τοῖς αἰσθητηρίοις ἐνεργουσῶν τῶν αἰσθήσεων͵ ἀλλὰ καὶ ἀπελθουσῶν. παραπλήσιον γὰρ τὸ πάθος ἐπί τε τούτων καὶ ἐπὶ τῶν φερομένων ἔοικεν εἶναι. καὶ γὰρ ἐπὶ τῶν φερομένων τοῦ κινήσαντος οὐκέτι θιγγάνοντος κινεῖται· τὸ γὰρ κινῆσαν ἐκίνησεν ἀέρα τινά͵ καὶ πάλιν οὗτος κινούμενος ἕτερον· καὶ τοῦ τον δὴ τὸν τρόπον͵ ἕως ἂν στῇ͵ ποιεῖται τὴν κίνησιν καὶ ἐν [459b] ἀέρι καὶ ἐν τοῖς ὑγροῖς. ὁμοίως δὲ ὑπολαβεῖν τοῦτο δεῖ καὶ ἐπ΄ ἀλλοιώσεως· τὸ γὰρ θερμανθὲν ὑπὸ τοῦ θερμοῦ τὸ πλησίον θερμαίνει͵ καὶ τοῦτο διαδίδωσιν ἕως τῆς ἀρχῆς. ὥστε καὶ ἐν τῷ αἰσθάνεσθαι͵ ἐπειδή ἐστιν ἀλλοίωσίς τις ἡ κατ΄ ἐνέργειαν αἴσθησις͵ ἀνάγκη τοῦτο συμβαίνειν. διὸ τὸ πάθος ἐστὶν οὐ μόνον ἐν αἰσθανομένοις τοῖς αἰσθητηρίοις͵ ἀλλὰ καὶ ἐν πεπαυμένοις͵ καὶ ἐν βάθει καὶ ἐπιπολῆς. φανερὸν δὲ ὅταν συνεχῶς αἰσθανώμεθά τι· μεταφερόντων γὰρ τὴν αἴσθησιν ἀκολουθεῖ τὸ πάθος͵ οἷον ἐκ τοῦ ἡλίου εἰς τὸ σκότος· συμβαίνει γὰρ μηδὲν ὁρᾶν διὰ τὴν ἔτι ὑποῦσαν κίνησιν ἐν τοῖς ὄμμασιν ὑπὸ τοῦ φωτός. κἂν πρὸς ἓν χρῶμα πολὺν χρόνον βλέψωμεν ἢ λευκὸν ἢ χλωρόν͵ τοιοῦτον φαίνεται ἐφ΄ ὅπερ ἂν τὴν ὄψιν μεταβάλωμεν. κἂν πρὸς τὸν ἥλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν͵ παρατηρήσασι φαίνεται κατ΄ εὐθυωρίαν͵ ᾗ συμβαίνει τὴν ὄψιν ὁρᾶν͵ πρῶτον μὲν τοιοῦτον τὴν χρόαν͵ εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν͵ ἕως ἂν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφανισθῇ. καὶ ἀπὸ τῶν κινουμένων δὲ μεταβάλλου σιν͵ οἷον ἀπὸ τῶν ποταμῶν͵ μάλιστα δὲ ἀπὸ τῶν τάχιστα ῥεόντων͵ φαίνεται [γὰρ] τὰ ἠρεμοῦντα κινούμενα. γίνονται δὲ καὶ ἀπὸ τῶν μεγάλων ψόφων δύσκωφοι καὶ ἀπὸ τῶν ἰσχυρῶν ὀσμῶν δύσοσμοι͵ καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίως. ταῦτά γε δὴ φανερῶς συμβαίνει τοῦτον τὸν τρόπον. ὅτι δὲ ταχὺ τὰ αἰσθητήρια καὶ μικρᾶς διαφορᾶς αἰσθάνεται͵ σημεῖον τὸ ἐπὶ τῶν ἐνόπτρων γινόμενον· περὶ οὗ καὶ αὐτοῦ ἐπιστήσας σκέψαιτό τις ἂν καὶ ἀπορήσειεν. ἅμα δ΄ ἐξ αὐτοῦ δῆλον ὅτι ὥσπερ καὶ ἡ ὄψις πάσχει͵ οὕτω καὶ ποιεῖ τι. ἐν γὰρ τοῖς ἐνόπτροις τοῖς σφόδρα καθαροῖς͵ ὅταν τῶν καταμηνίων ταῖς γυναιξὶ γινομένων ἐμβλέψωσιν εἰς τὸ κάτοπτρον͵ γίνεται τὸ ἐπιπολῆς τοῦ ἐνόπτρου οἷον νεφέλη αἱματώδης· κἂν μὲν καινὸν ᾖ τὸ κάτοπτρον͵ οὐ ῥᾴδιον ἐκμάξαι τὴν τοιαύτην κηλίδα͵ ἐὰν δὲ παλαιόν͵ ῥᾷον. αἴτιον δέ͵ ὥσπερ [460a] εἴπομεν͵ ὅτι οὐ μόνον πάσχει ἡ ὄψις ὑπὸ τοῦ ἀέρος͵ ἀλλὰ καὶ ποιεῖ τι καὶ κινεῖ͵ ὥσπερ καὶ τὰ λαμπρά· καὶ γὰρ ἡ ὄψις τῶν λαμπρῶν καὶ ἐχόντων χρῶμα. τὰ μὲν οὖν ὄμματα εὐλόγως͵ ὅταν ᾖ τὰ καταμήνια͵ διακεῖται ὥσπερ καὶ ἕτερον μέρος ὁτιοῦν· καὶ γὰρ φύσει τυγχάνουσι φλεβώδεις ὄντες. διὸ γινομένων τῶν καταμηνίων διὰ ταραχὴν καὶ φλεγμασίαν αἱματικὴν ἡμῖν μὲν ἡ ἐν τοῖς ὄμμασι διαφορὰ ἄδηλος͵ ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων)͵ ὁ δ΄ ἀὴρ κινεῖται ὑπ΄ αὐτῶν͵ καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἷον αὐτὸς πάσχει· ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν. ὥσπερ δὲ τῶν ἱματίων͵ τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται· τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἂν δέξηται͵ καὶ τὸ μάλιστα τὰς ἐλαχίστας κινήσεις. ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι ὁποιασοῦν ἁφῆς αἰσθάνεται μάλιστα (δεῖ δὲ νοῆσαι οἷον τρίψιν οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν)͵ διὰ δὲ τὸ καθαρὸν ἔνδηλος γίνεται ὁπηλικηοῦν οὖσα. τοῦ δὲ μὴ ἀπιέναι ταχέως ἐκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδεύται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ͵ διὰ μὲν τὸ καθαρὸν εἰς βάθος͵ διὰ δὲ τὸ λεῖον πάντῃ. ἐν δὲ τοῖς παλαιοῖς οὐκ ἐμμένει͵ ὅτι οὐχ ὁμοίως εἰσδύεται ἡ κηλὶς ἀλλ΄ ἐπιπολαιότερον. ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις͵ καὶ ὅτι ταχεῖα ἡ αἴσθησις͵ καὶ ὅτι οὐ μόνον πάσχει͵ ἀλλὰ καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον͵ φανερὸν ἐκ τούτων. μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα. τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς͵ καὶ οἱ οἶνοι τὸ αὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ πεφυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς. πρὸς δὲ τὴν ἐξ ἀρχῆς [460b] σκέψιν ὑποκείσθω ἓν μέν͵ ὅπερ ἐκ τῶν εἰρημένων φανερόν͵ ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα͵ πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες͵ ἄλλοι δὲ ἐν ἄλλοις͵ οἷον ὁ δειλὸς ἐν φόβῳ͵ ὁ δ΄ ἐρωτικὸς ἐν ἔρωτι͵ ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν͵ τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσῳ ἂν ἐμπαθέστερος ᾖ͵ τοσούτῳ ἀπ΄ ἐλάσσονος ὁμοιότητος φαίνεται. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ὀργαῖς καὶ ἐν πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες͵ καὶ μᾶλλον ὅσῳ ἂν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσιν. διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίχοις ἀπὸ μικρᾶς ὁμοιότητος τῶν γραμμῶν συντιθεμένων. καὶ ταῦτ΄ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτως͵ ὥστε͵ ἂν μὲν μὴ σφόδρα κάμνωσι͵ μὴ λανθάνειν ὅτι ψεῦδος͵ ἐὰν δὲ μεῖζον ᾖ τὸ πάθος͵ καὶ κινεῖσθαι πρὸς αὐτά. αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν κρίνειν τό τε κύριον καὶ ᾧ τὰ φαντάσματα γίνεται. τούτου δὲ σημεῖον ὅτι φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος͵ ἀντίφησι δὲ πολλάκις ἕτερόν τι πρὸς τὴν φαντασίαν. καὶ τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο φαίνεται͵ ἀλλ΄ ὅμως οὔ φαμεν δύο· κυριωτέρα γὰρ τῆς ἁφῆς ἡ ὅψις. εἰ δ΄ ἦν ἡ ἁφὴ μόνη͵ κἂν ἐκρίνομεν τὸ ἓν δύο. τοῦ δὲ διεψεῦσθαι αἴτιον ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινοῦντος φαίνεται ἁδήποτε͵ ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς͵ ἐὰν ὡσαύτως κινῆται ὥσπερ καὶ ὑπὸ τοῦ αἰσθητοῦ· λέγω δ΄ οἷον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινεῖσθαι κινουμένης τῆς ὄψεως ὑπ΄ ἄλλου.


Ἐκ δὴ τούτων φανερὸν ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθημάτων γινόμεναι τῶν τε θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ἐνυπάρχουσιν͵ ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος͵ καὶ μᾶλλον τότε φαίνονται. μεθ΄ ἡμέραν μὲν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν [461a] αἰσθήσεων καὶ τῆς διανοίας͵ καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλαττον καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας͵ παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρά· νύκτωρ δὲ δι΄ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν͵ διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν͵ ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς. δεῖ δὲ ὑπολαβεῖν ὥσπερ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας͵ οὕτω τὴν κίνησιν ἑκάστην γίνεσθαι συνεχῶς͵ πολλάκις μὲν ὁμοίως͵ πολλάκις δὲ διαλυομένας εἰς ἄλλα σχήματα διὰ τὴν ἀντίκρουσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάμπαν νέοις οὖσιν͵ οἷον τοῖς παιδίοις͵ οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ͵ ἐὰν σφόδρα κινῇ τις͵ ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον͵ ὁτὲ δὲ φαίνεται μέν͵ διεστραμμένον δὲ πάμπαν͵ ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷόν ἐστιν͵ ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά͵ οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φαντάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθημάτων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν͵ ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις͵ καὶ οὐκ εἰρόμενα τὰ ἐνύπνια͵ οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέττουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖ κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις͵ σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ΄ ἑκάστου τῶν αἰσθητηρίων εἰρόμενά τε ποιεῖ τὰ ἐνύπνια͵ καὶ φαίνεσθαί τι καὶ δοκεῖν διὰ μὲν τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν͵ διὰ δὲ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν͵ ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ μὲν γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγορὼς [461b] δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ αἰσθάνεσθαι͵ καὶ διὰ τὸ τὴν ὄψιν ἐνίοτε κινεῖσθαι δοκεῖν͵ οὐ κινουμένην͵ ὁρᾶν φαμεν͵ καὶ τῷ τὴν ἁφὴν δύο κινήσεις εἰσαγγέλλειν τὸ ἓν δύο δοκεῖ. ὅλως γὰρ τὸ ἀφ΄ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή͵ ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ. φαίνεται μὲν οὖν πάντως͵ δοκεῖ δὲ οὐ πάντως τὸ φαινόμενον͵ ἀλλ΄ ἂν τὸ ἐπικρῖνον κατέχηται ἢ μὴ κινῆται τὴν οἰκείαν κίνησιν. ὥσπερ δ΄ εἴπομεν ὅτι ἄλλοι δι΄ ἄλλο πάθος εὐαπάτητοι͵ οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν͵ ὥστε τὸ μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ͵ κατιόντος τοῦ πλείστου αἵματος ἐπὶ τὴν ἀρχὴν συγκατέρχονται αἱ ἐνοῦσαι κινήσεις͵ αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ. οὕτω δ΄ ἔχουσιν ὥστε ἐν τῇ κινήσει τῃδὶ ἥδε ἐπιπολάσει ἐξ αὐτοῦ ἡ κίνησις͵ ἂν δ΄ αὕτη φθαρῇ͵ ἥδε. καὶ πρὸς ἀλλήλας δὴ ἔχουσιν ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός οὕτως ἔνεισι δυνάμει͵ ἀνειμένου δὲ τοῦ κωλύοντος ἐνεργοῦσιν͵ καὶ λυόμεναι ἐν ὀλίγῳ τῷ λοιπῷ αἵματι τῷ ἐν τοῖς αἰσθητηρίοις κινοῦνται͵ ἔχουσαι ὁμοιότητα ὥσπερ τὰ ἐν τοῖς νέφεσιν͵ ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα. τούτων δὲ ἕκαστόν ἐστιν͵ ὥσπερ εἴρηται͵ ὑπόλειμμα τοῦ ἐν τῇ ἐνεργείᾳ αἰσθήματος· καὶ ἀπελθόντος τοῦ ἀληθοῦς ἔνεστι͵ καὶ ἀληθὲς εἰπεῖν ὅτι τοιοῦτον οἷον Κορίσκος͵ ἀλλ΄ οὐ Κορίσκος. ὅτε δὲ ᾐσθάνετο͵ οὐκ ἔλεγε Κορίσκον τὸ κύριον καὶ τὸ ἐπικρῖνον͵ ἀλλὰ διὰ τοῦτο ἐκεῖνον Κορίσκον τὸν ἀληθινόν. ὃ δὴ καὶ αἰσθανόμενον λέγει τοῦτο͵ ἐὰν μὴ παντελῶς κατέχηται ὑπὸ τοῦ αἵματος͵ ὥσπερ αἰσθανόμενον τοῦτο κινεῖται ὑπὸ τῶν κινήσεων τῶν ἐν τοῖς αἰσθητηρίοις͵ καὶ δοκεῖ τὸ ὅμοιον αὐτὸ εἶναι τὸ ἀληθές· καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις ὥστε ποιεῖν τοῦτο λανθάνειν. ὥσπερ οὖν εἴ τινα λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ [462a] ὀφθαλμῷ͵ οὐ μόνον φανεῖται ἀλλὰ καὶ δόξει εἶναι δύο τὸ ἕν͵ ἂν δὲ μὴ λανθάνῃ͵ φανεῖται μὲν οὐ δόξει δέ͵ οὕτω καὶ ἐν τοῖς ὕπνοις͵ ἐὰν μὲν αἰσθάνηται ὅτι καθεύδει͵ καὶ τοῦ πάθους ἐν ᾧ ἡ αἴσθησις τοῦ ὑπνωτικοῦ͵ φαίνεται μέν͵ λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος͵ οὐκ ἔστι δὲ ὁ Κορίσκος (πολλάκις γὰρ καθεύδοντος λέγει τι ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει͵ οὐδὲν ἀντιφήσει τῇ φαντασίᾳ. ὅτι δὲ ἀληθῆ λέγομεν καὶ εἰσὶ κινήσεις φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις͵ δῆλον͵ ἐάν τις προσέχων πειρᾶται μνημονεύειν ἃ πάσχομεν καταφερόμενοί τε καὶ ἐγειρόμενοι· ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις· καὶ ἐνίοις γε τῶν νεωτέρων καὶ πάμπαν διαβλέπουσιν͵ ἐὰν ᾖ σκότος͵ φαίνεται εἴδωλα πολλὰ κινούμενα͵ ὥστ΄ ἐγκαλύπτεσθαι πολλά κις φοβουμένους. ἐκ δὴ τούτων ἁπάντων δεῖ συλλογίσασθαι ὅτι ἐστὶ τὸ ἐνύπνιον φάντασμα μέν τι καὶ ἐν ὕπνῳ· τὰ γὰρ ἄρτι λεχθέντα εἴδωλα οὐκ ἔστιν ἐνύπνια͵ οὐδ΄ εἴ τι ἄλλο λελυμένων τῶν αἰσθήσεων φαίνεται· οὐδὲ τὸ ἐν ὕπνῳ φάντασμα πᾶν. πρῶτον μὲν γὰρ ἐνίοις συμβαίνει καὶ αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ φωτὸς καὶ χυμοῦ καὶ ἁφῆς͵ ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν· ἤδη γὰρ ἐν τῷ καθεύδειν ὑποβλέποντες͵ ὃ ἠρέμα ἑώρων φῶς τοῦ λύχνου καθεύδοντες͵ ὡς ᾤοντο͵ ἐπεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν͵ καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες ἐγερθέντες σαφῶς ἐγνώρισαν. ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι· ἐνδέχεται γὰρ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ἁπλῶς θατέρου ὑπάρχοντος θάτερόν πῃ ὑπάρχειν. ὧν οὐθὲν ἐνύπνιον φατέον͵ οὐδ΄ ὅσαι δὴ ἐν τῷ ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα͵ ἀλλὰ τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων͵ ὅταν ἐν τῷ καθεύδειν ᾖ͵ ᾗ καθεύδει͵ τοῦτ΄ ἐστὶν ἐνύπνιον. ἤδη δέ τισι συμβέβηκεν [462b] μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον͵ τοῖς δὲ πόρρω που προελθούσης τῆς ἡλικίας ἰδεῖν πρότερον μὴ ἑωρακόσιν. τὸ δ΄ αἴτιον τοῦ μὴ γίνεσθαι παραπλήσιον φαίνεται τῷ ἐπὶ τῶν παιδίων καὶ μετὰ τὴν τροφήν. ὅσοις γὰρ συνέστηκεν ἡ φύσις ὥστε πολλὴν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον ἀναφέρεσθαι͵ ἣ πάλιν καταφερομένη ποιεῖ πλῆθος κινήσεως͵ εὐλόγως τούτοις οὐδὲν φαίνεται φάντασμα. προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον φανῆναι ἐνύπνιον· μεταβολῆς γάρ τινος γενομένης ἢ καθ΄ ἡλικίαν ἢ κατὰ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.

12 Απριλίου 2009

Περὶ ἀναπνοῆς

Ἀριστοτέλους
Περὶ ἀναπνοῆς
[ed. W. D. Ross, Oxford 1959]

Περὶ γὰρ ἀναπνοῆς ὀλίγοι μέν τινες τῶν πρότερον φυσικῶν εἰρήκασιν· τίνος μέντοι χάριν ὑπάρχει τοῖς ζῴοις͵ οἱ μὲν οὐδὲν ἀπεφήναντο͵ οἱ δὲ εἰρήκασι μέν͵ οὐ καλῶς δ΄ εἰρήκασιν ἀλλ΄ ἀπειροτέρως τῶν συμβαινόντων. ἔτι δὲ πάντα τὰ ζῷά φασιν ἀναπνεῖν· τοῦτο δ΄ οὐκ ἔστιν ἀληθές. ὥστ΄ ἀναγκαῖον περὶ τούτων πρῶτον ἐπελθεῖν͵ ὅπως μὴ δοκῶμεν ἀπόντων κενὴν κατηγορεῖν. ὅτι μὲν οὖν ὅσα πνεύμονα ἔχει τῶν ζῴων ἀναπνεῖ πάντα͵ φανερόν. ἀλλὰ καὶ τούτων αὐτῶν ὅσα μὲν ἄναιμον ἔχει τὸν πνεύμονα καὶ σομφὸν ἧττον δέονται τῆς ἀναπνοῆς· διὸ πολὺν χρόνον ἐν τοῖς ὕδασι δύνανται διαμένειν παρὰ τὴν τοῦ σώματος ἰσχύν. τὸν δὲ πνεύμονα σομφὸν ἔχει πάντα τὰ ᾠοτοκοῦντα͵ οἷον τὸ τῶν βατράχων γένος. ἔτι δὲ αἱ ἑμύδες τε καὶ χελῶναι πολὺν χρόνον μένουσιν ἐν τοῖς ὑγροῖς· ὁ γὰρ πνεύμων ὀλίγην ἔχει θερμότητα (ὀλίγαιμον γὰρ ἔχουσιν αὐτόν)· ἐμφυσώμενος οὖν αὐτὸς τῇ κινήσει καταψύχει καὶ ποιεῖ διαμένειν πολὺν χρόνον. ἐὰν μέντοι βιάζηταί τις λίαν κατέχων πολὺν χρόνον͵ ἀποπνίγονται πάντα· οὐδὲν γὰρ τῶν τοιούτων δέχεται τὸ ὕδωρ ὥσπερ οἱ ἰχθύες. τὰ δ΄ ἔναιμον ἔχοντα πνεύμονα πάντα μᾶλλον δεῖται τῆς ἀναπνοῆς διὰ τὸ πλῆθος τῆς θερμότητος· τῶν δ΄ ἄλλων ὅσα μὴ ἔχει πνεύμονα οὐθὲν ἀναπνεῖ.


Δημόκριτος μὲν οὖν ὁ Ἀβδηρίτης καί τινες ἄλλοι τῶν περὶ τῆς ἀναπνοῆς εἰρηκότων οὐδὲν περὶ τῶν ἄλλων διωρίκασι ζῴων͵ ἐοίκασι μέντοι λέγειν ὡς πάντων ἀναπνεόντων· Ἀναξαγόρας δὲ καὶ Διογένης͵ πάντα φάσκοντες ἀναπνεῖν͵ περὶ τῶν ἰχθύων καὶ τῶν ὀστρέων λέγουσι τίνα τρόπον ἀναπνέουσιν͵ καί φησιν Ἀναξαγόρας μέν͵ ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν [471a] βραγχίων͵ τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα ἕλκοντας ἀναπνεῖν τοὺς ἰχθῦς· οὐ γὰρ εἶναι κενὸν οὐδέν· Διογένης δ΄ ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων͵ ἐκ τοῦ περὶ τὸ στόμα περιεστῶτος ὕδατος ἕλκειν τῷ κενῷ τῷ ἐν τῷ στόματι τὸν ἀέρα͵ ὡς ἐνόντος ἐν τῷ ὕδατι ἀέρος. ταῦτα δ΄ ἐστὶν ἀδύνατα. πρῶτον μὲν γὰρ τὸ ἥμισυ τοῦ πράγματος ἀφαιροῦσι͵ διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον. ἀναπνοὴ γὰρ καλεῖται͵ ταύτης δὲ τὸ μέν ἐστιν εἰσπνοή͵ τὸ δ΄ ἐκπνοή͵ περὶ ἧς οὐθὲν λέγουσι͵ τίνα τρόπον ἐκπνέουσι τὰ τοιαῦτα τῶν ζῴων. οὐδ΄ ἐνδέχεται αὐτοῖς εἰπεῖν· ὅταν γὰρ ἀναπνεύσωσι͵ ταύτῃ ᾗ ἀνέπνευσαν πάλιν δεῖ ἐκπνεῖν͵ καὶ τοῦτο ποιεῖν ἀεὶ παραλλάξ͵ ὥστε συμβαίνει ἅμα δέχεσθαι τὸ ὕδωρ κατὰ τὸ στόμα καὶ ἐκπνεῖν. ἀνάγκη δ΄ ἀπαντῶντα ἐμποδίζειν θάτερον θατέρῳ. εἶτα ὅταν ἀφῶσι τὸ ὕδωρ͵ τότε ἐκπνέουσι κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια͵ ὥστε συμβαίνει ἅμα ἐκπνεῖν καὶ ἀναπνεῖν· τότε γάρ φασιν αὐτὸ ἀναπνεῖν. ἅμα δ΄ ἀναπνεῖν καὶ ἐκπνεῖν ἀδύνατον. ὥστ΄ εἰ ἀνάγκη τὰ ἀναπνέοντα ἐκπνεῖν καὶ εἰσπνεῖν͵ ἐκπνεῖν δὲ μὴ ἐνδέχεται μηδὲν αὐτῶν͵ φανερὸν ὡς οὐδ΄ ἀναπνεῖ αὐτῶν οὐδέν.


Ἔτι δὲ τὸ φάναι τὸν ἀέρα ἕλκειν ἐκ τοῦ στόματος ἢ ἐκ τοῦ ὕδατος διὰ τοῦ στόματος ἀδύνατον· οὐ γὰρ ἔχουσιν ἀρτηρίαν διὰ τὸ πνεύμονα μὴ ἔχειν͵ ἀλλ΄ εὐθὺς ἡ κοιλία πρὸς τῷ στόματί ἐστιν͵ ὥστ΄ ἀναγκαῖον τῇ κοιλίᾳ ἕλκειν. τοῦτο δὲ κἂν τἆλλα ἐποίει ζῷα· νῦν δὲ οὐ ποιοῦσιν. κἂν ἐκεῖνα δ΄ ἔξω τοῦ ὑγροῦ ὄντα ἐπιδήλως ἂν αὐτὸ ἐποίει· φαίνεται δ΄ οὐ ποιοῦντ΄ αὐτό. ἔτι πάντων τῶν ἀναπνεόντων καὶ ἑλκόντων τὸ πνεῦμα ὁρῶμεν γινομένην τινὰ κίνησιν τοῦ μορίου τοῦ ἕλκοντος͵ ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαῖνον· οὐθὲν γὰρ φαίνονται κινοῦντες τῶν περὶ τὴν κοιλίαν ἀλλ΄ ἢ τὰ βράγχια μόνον͵ καὶ ἐν τῷ ὑγρῷ καὶ εἰς τὸ ξηρὸν ἐμπεσόντες͵ ὅταν ἀσπαρίζωσιν. ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα [471b] τὰ ἀναπνέοντα͵ γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως͵ οἷον ἐάν τις βιάζηται χελώνας ἢ βατράχους ἤ τι ἄλλο τῶν τοιούτων γενῶν· ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαίνει πειρωμένοις πάντα τρόπον͵ ὡς οὐκ ἐχόντων πνεῦμα θύραθεν οὐθέν. ὅν τε τρόπον λέγουσι γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς͵ ἐνδέχεται καὶ τοῖς ἀνθρώποις οὖσιν ἐν τῷ ὑγρῷ συμβαίνειν· εἰ γὰρ καὶ οἱ ἰχθύες ἕλκουσιν ἐκ τοῦ πέριξ ὕδατος τῷ στόματι͵ διὰ τί τοῦτο οὐκ ἂν ποιοῖμεν καὶ οἱ ἄνθρωποι καὶ τἆλλα ζῷα; καὶ τὸν ἐκ τοῦ στόματος δ΄ ἂν ἕλκοιεν ὁμοίως τοῖς ἰχθύσιν. ὥστ΄ εἴπερ κἀκεῖνα ἦν δυνατά͵ καὶ ταῦτ΄ ἂν ἦν· ἐπεὶ δ΄ οὐκ ἔστι͵ δῆλον ὡς οὐδ΄ ἐπ΄ ἐκείνων ἐστίν. πρὸς δὲ τούτοις διὰ τίν΄ αἰτίαν ἐν τῷ ἀέρι ἀποθνήσκουσι καὶ φαίνονται ἀσπαρίζοντα ὥσπερ τὰ πνιγόμενα͵ εἴπερ ἀναπνέουσιν; οὐ γὰρ δὴ τροφῆς γε ἐνδείᾳ τοῦτο πάσχουσιν. ἣν γὰρ λέγει Διογένης αἰτίαν͵ εὐήθης· φησὶ γὰρ ὅτι τὸν ἀέρα πολὺν ἕλκουσι λίαν ἐν τῷ ἀέρι͵ ἐν δὲ τῷ ὕδατι μέτριον͵ καὶ διὰ τοῦτ΄ ἀποθνήσκειν. καὶ γὰρ ἐπὶ τῶν πεζῶν ἔδει δυνατὸν εἶναι τοῦτο συμβαίνειν· νῦν δ΄ οὐδὲν τῷ σφόδρα ἀναπνεῦσαι ἀποπνίγεται πεζὸν ζῷον. ἔτι δ΄ εἰ πάντα ἀναπνεῖ͵ δῆλον ὅτι καὶ τὰ ἔντομα τῶν ζῴων ἀναπνεῖ· φαίνεται δ΄ αὐτῶν πολλὰ διατεμνόμενα ζῆν͵ οὐ μόνον εἰς δύο μέρη ἀλλὰ καὶ εἰς πλείω͵ οἷον αἱ καλούμεναι σκολόπενδραι· ἃ πῶς ἢ τίνι ἐνδέχεται ἀναπνεῖν; αἴτιον δὲ μάλιστα τοῦ μὴ λέγεσθαι περὶ αὐτῶν καλῶς τό τε τῶν μορίων ἀπείρους εἶναι τῶν ἐντός͵ καὶ τὸ μὴ λαμβάνειν ἕνεκά τινος τὴν φύσιν πάντα ποιεῖν· ζητοῦντες γὰρ τίνος ἕνεκα ἡ ἀναπνοὴ τοῖς ζῴοις ὑπάρχει͵ καὶ ἐπὶ τῶν μορίων τοῦτ΄ ἐπισκοποῦντες͵ οἷον ἐπὶ βραγχίων καὶ πνεύμονος͵ εὗρον ἂν θᾶττον τὴν αἰτίαν.


Δημόκριτος δ΄ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει͵ φάσκων κωλύειν ἐκθλίβεσθαι τὴν [472a] ψυχήν· οὐ μέντοι ὡς τούτου γ΄ ἕνεκα ποιήσασαν τοῦτο τὴν φύσιν οὐθὲν εἴρηκεν· ὅλως γὰρ ὥσπερ καὶ οἱ ἄλλοι φυσι κοί͵ καὶ οὗτος οὐθὲν ἅπτεται τῆς τοιαύτης αἰτίας. λέγει δ΄ ὡς ἡ ψυχὴ καὶ τὸ θερμὸν ταὐτόν͵ τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν. ἐκκρινομένων οὖν αὐτῶν ὑπὸ τοῦ περιέχοντος ἐκθλίβοντος͵ βοήθειαν γίνεσθαι τὴν ἀναπνοήν φησιν. ἐν γὰρ τῷ ἀέρι πολὺν ἀριθμὸν εἶναι τῶν τοιούτων ἃ καλεῖ ἐκεῖνος νοῦν καὶ ψυχήν· ἀναπνέοντος οὖν καὶ εἰσιόντος τοῦ ἀέρος συνεισιόντα ταῦτα καὶ ἀνείργοντα τὴν θλίψιν κωλύειν τὴν ἐνοῦσαν ἐν τοῖς ζῴοις διιέναι ψυχήν͵ καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν εἶναι τὸ ζῆν καὶ ἀποθνήσκειν· ὅταν γὰρ κρατῇ τὸ περιέχον συνθλῖβον͵ καὶ μηκέτι τὸ θύραθεν εἰσιὸν δύνηται ἀνείργειν͵ μὴ δυναμένου ἀναπνεῖν͵ τότε συμβαίνειν τὸν θάνατον τοῖς ζῴοις· εἶναι γὰρ τὸν θάνατον τὴν τῶν τοιούτων σχημάτων ἐκ τοῦ σώματος ἔξοδον ἐκ τῆς τοῦ περιέχοντος ἐκθλίψεως. τὴν δ΄ αἰτίαν διὰ τί ποτε πᾶσι μὲν ἀναγκαῖον ἀποθανεῖν͵ οὐ μέντοι ὅτε ἔτυχεν ἀλλὰ κατὰ φύσιν μὲν γήρᾳ͵ βίᾳ δὲ παρὰ φύσιν͵ οὐθὲν δεδήλωκεν (καίτοι ἐχρῆν͵ ἐπεὶ ὁτὲ μὲν φαίνεται τοῦτο γινόμενον͵ ὁτὲ δ΄ οὐ φαίνεται)͵ πότερον τὸ αἴτιον ἔξωθέν ἐστιν ἢ ἐντός. οὐ λέγει δὲ οὐδὲ περὶ τῆς ἀρχῆς τοῦ ἀναπνεῖν τί τὸ αἴτιον͵ πότερον ἔσωθεν ἢ ἔξωθεν· οὐ γὰρ δὴ ὁ θύραθεν νοῦς τηρεῖ τὴν βοήθειαν͵ ἀλλ΄ ἔσωθεν ἡ ἀρχὴ τῆς ἀναπνοῆς γίνεται καὶ τῆς κινήσεως͵ οὐχ ὡς βιαζομένου τοῦ περιέχοντος. ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν. ἃ μὲν οὖν εἴρηκε καὶ ὥς͵ σχεδὸν ταῦτ΄ ἐστίν. εἰ δὲ δεῖ νομίζειν ἀληθῆ εἶναι τὰ πρότερον λεχθέντα καὶ μὴ πάντα τὰ ζῷα ἀναπνεῖν͵ οὐ περὶ παντὸς θανάτου τὴν αἰτίαν ὑποληπτέον εἰρῆσθαι ταύτην͵ ἀλλὰ μόνον ἐπὶ τῶν ἀναπνεόντων. οὐ μὴν οὐδ΄ ἐπὶ τούτων καλῶς· δῆλον δ΄ ἐκ τῶν συμβαινόντων καὶ τῶν τοιούτων ὧν ἔχομεν πάντες πεῖραν. ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς ἀναπνοῆς μᾶλλον δεόμεθα καὶ πυκνότερον ἀναπνέομεν πάντες· ὅταν δὲ τὸ πέριξ ᾖ ψυχρὸν καὶ συνάγῃ καὶ συμπηγνύῃ τὸ σῶμα͵ κατέχειν συμβαίνει τὸ πνεῦμα. καίτοι τότ΄ ἐχρῆν τὸ θύραθεν εἰσιὸν [472b] κωλύειν τὴν σύνθλιψιν. νῦν δὲ γίνεται τοὐναντίον· ὅταν γὰρ πολὺ λίαν ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνεόντων͵ τότε δέονται τῆς ἀναπνοῆς· ἀναγκαῖον δ΄ εἰσπνεύσαντας ἀναπνεῖν. ἀλεάζοντες δὲ πολλάκις ἀναπνέουσιν͵ ὡς ἀναψύξεως χάριν ἀναπνέοντες ὅτε τὸ λεγόμενον ποιεῖ πῦρ ἐπὶ πῦρ.


Ἡ δ΄ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικε τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία͵ πότερον τὸν αὐτὸν ἢ δι΄ ἄλλην τινὰ αἰτίαν (εἰ μὲν γὰρ μόνοις τὸ τῆς ἀναπνοῆς ὑπάρχει τοῖς πεζοῖς͵ λεκτέον τὴν αἰτίαν τοῦ μόνοις· εἰ δὲ καὶ τοῖς ἄλλοις͵ ὁ δὲ τρόπος ἄλλος͵ καὶ περὶ τούτου διοριστέον͵ εἴπερ δυνατὸν ἀναπνεῖν πᾶσιν)· ἔτι δὲ καὶ πλασματώδης ὁ τρόπος τῆς αἰτίας. ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος͵ τὸν περιέχοντα ὠθούμενον ἀέρα φερόμενον ἐμπίπτειν εἰς τὸν αὐτὸν τόπον φησὶ διὰ μανῶν οὐσῶν τῶν σαρκῶν͵ ὅθεν τὸ ἐντὸς ἐξῄει θερμόν͵ διὰ τὸ μηδὲν εἶναι κενὸν ἀντιπεριισταμένων ἀλλήλοις· θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον͵ καὶ περιωθεῖν εἴσω διὰ τοῦ στόματος τὸν ἀέρα τὸν ἐκπίπτοντα θερμόν· καὶ τοῦτο δὴ διατελεῖν ἀεὶ ποιοῦντας͵ ἀναπνέοντάς τε καὶ ἐκπνέοντας. συμβαίνει δὲ τοῖς οὕτως οἰομένοις πρότερον τὴν ἐκπνοὴν γίνεσθαι τῆς εἰσπνοῆς. ἔστι δὲ τοὐναντίον· σημεῖον δέ· γίνεται μὲν γὰρ ἀλλήλοις ταῦτα παρ΄ ἄλληλα͵ τε λευτῶντες δὲ ἐκπνέουσιν͵ ὥστ΄ ἀναγκαῖον εἶναι τὴν ἀρχὴν εἰσπνοήν. ἔτι δὲ τὸ τίνος ἕνεκα ταῦθ΄ ὑπάρχει τοῖς ζῴοις (λέγω δὲ τὸ ἀναπνεῖν καὶ τὸ ἐκπνεῖν) οὐθὲν εἰρήκασιν οἱ τοῦ τον τὸν τρόπον λέγοντες͵ ἀλλ΄ ὡς περὶ συμπτώματός τινος ἀποφαίνονται μόνον. καίτοι γε κύρια ταῦθ΄ ὁρῶμεν τοῦ ζῆν καὶ τελευτᾶν· ὅταν γὰρ ἀναπνεῖν μὴ δύνωνται͵ τότε συμβαίνει γίνεσθαι τὴν φθορὰν τοῖς ἀναπνέουσιν. ἔτι δὲ ἄτοπον τὸ τὴν μὲν τοῦ θερμοῦ διὰ τοῦ στόματος ἔξοδον καὶ πάλιν εἴσοδον μὴ λανθάνειν ἡμᾶς͵ τὴν δ΄ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον λανθάνειν. ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι. φαίνεται γὰρ τοὐναντίον· τὸ μὲν γὰρ ἐκπνεόμενον εἶναι θερμόν͵ τὸ δ΄ εἰσπνεόμενον ψυχρόν. ὅταν δὲ θερμὸν ᾖ͵ ἀσθμαίνοντες [473a] ἀναπνέουσιν· διὰ γὰρ τὸ μὴ καταψύχειν ἱκανῶς τὸ εἰσιὸν πολλάκις τὸ πνεῦμα συμβαίνει σπᾶν.


Ἀλλὰ μὴν οὐδὲ τροφῆς γε χάριν ὑποληπτέον γίνεσθαι τὴν ἀναπνοήν͵ ὡς τρεφομένου τῷ πνεύματι τοῦ ἐντὸς πυρός͵ καὶ ἀναπνέοντος μὲν ὥσπερ ἐπὶ πῦρ ὑπέκκαυμα ὑποβάλλεσθαι͵ τραφέντος δὲ τοῦ πυρὸς γίγνεσθαι τὴν ἐκπνοήν. ταὐτὰ γὰρ ἐροῦμεν πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον ἅπερ καὶ πρὸς τοὺς ἔμπροσθεν· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ζῴων ἐχρῆν τοῦτο συμβαίνειν ἢ τὸ ἀνάλογον τούτῳ· πάντα γὰρ ἔχει θερμότητα ζωτικήν. ἔπειτα καὶ τὸ γίγνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν͵ πλασματῶδες ὄν; μᾶλλον γὰρ ἐκ τῆς τροφῆς τοῦτο γιγνόμενον ὁρῶμεν. συμβαίνει τε κατὰ ταὐτὸ δέχεσθαι τὴν τροφὴν καὶ τὸ περίττωμα ἀφιέναι· τοῦτο δ΄ ἐπὶ τῶν ἄλλων οὐχ ὁρῶμεν γινόμενον.


Λέγει δὲ περὶ ἀναπνοῆς καὶ Ἐμπεδοκλῆς͵ οὐ μέντοι τίνος γ΄ ἕνεκα͵ οὐδὲ περὶ πάντων τῶν ζῴων οὐδὲν ποιεῖ δῆλον͵ εἴτε ἀναπνέουσιν εἴτε μή. καὶ περὶ τῆς διὰ τῶν μυκτήρων ἀναπνοῆς λέγων οἴεται καὶ περὶ τῆς κυρίας λέγειν ἀναπνοῆς. ἔστι γὰρ καὶ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν ἀναπνοὴ καὶ ἡ διὰ τῶν μυκτήρων· αὐτοῖς δὲ χωρὶς ἐκείνης οὐκ ἔστιν ἀναπνεῦσαι τοῖς μυκτῆρσιν. καὶ τῆς μὲν διὰ τῶν μυκτήρων γινομένης ἀναπνοῆς στερισκόμενα τὰ ζῷα οὐδὲν πάσχουσι͵ τῆς δὲ κατὰ τὴν ἀρτηρίαν ἀποθνήσκουσιν. καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα͵ ἔστι δ΄ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον. εἴρηται δὲ περὶ αὐτῶν ἐν ἑτέροις [473b] σαφέστερον. γίγνεσθαι δέ φησι τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν διὰ τὸ φλέβας εἶναί τινας ἐν αἷς ἔνεστι μὲν αἷμα͵ οὐ μέντοι πλήρεις εἰσὶν αἵματος͵ ἔχουσι δὲ πόρους εἰς τὸν ἔξω ἀέρα͵ τῶν μὲν τοῦ σώματος μορίων ἐλάττους͵ τῶν δὲ τοῦ ἀέρος μείζους· διὸ τοῦ αἵματος πεφυκότος κινεῖσθαι ἄνω καὶ κάτω͵ κάτω μὲν φερομένου εἰσρεῖν τὸν ἀέρα καὶ γίγνεσθαι ἀναπνοήν͵ ἄνω δ΄ ἰόντος ἐκπίπτειν θύραζε καὶ γίνεσθαι τὴν ἐκπνοήν͵ παρεικάζων τὸ συμβαῖνον ταῖς κλεψύδραις. ὧδε δ΄ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται͵ καί σφιν ἐπὶ στομίοις πυκιναῖς τέτρηνται ἄλοξιν ῥινῶν ἔσχατα τέρθρα διαμπερές͵ ὥστε φόνον μέν κεύθειν͵ αἰθέρι δ΄ εὐπορίην διόδοισι τετμῆσθαι. ἔνθεν ἔπειθ΄ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα͵ αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ͵ εὖτε δ΄ ἀναθρῴσκῃ͵ πάλιν ἐκπνέει͵ ὥσπερ ὅταν παῖς κλεψύδρῃ παίζῃσι διειπετέος χαλκοῖο εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ΄ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο͵ οὐδεὶς ἄγγοσδ΄ ὄμβρος ἐσέρχεται͵ ἀλλά μιν εἴργει ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά͵ εἰσόκ΄ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. ὡς δ΄ αὔτως͵ ὅθ΄ ὕδωρ μὲν ἔχῃ κάτα βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο͵ αἰθὴρ δ΄ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκῃ ἀμφὶ πύλας ἠθμοῖο δυσηχέος ἄκρα κρατύνων͵ [474a] εἰσόκε χειρὶ μεθῇ͵ τότε δ΄ αὖ πάλιν͵ ἔμπαλιν ἢ πρίν͵ πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. ὡς δ΄ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε͵ αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον͵ εὖτε δ΄ ἀναθρῴσκῃ͵ πάλιν ἐκπνέει ἶσον ὀπίσσω. λέγει μὲν οὖν ταῦτα περὶ τοῦ ἀναπνεῖν. ἀναπνεῖ δ΄͵ ὥσπερ εἴπομεν͵ τὰ φανερῶς ἀναπνέοντα διὰ τῆς ἀρτηρίας͵ διά τε τοῦ στόματος ἅμα καὶ διὰ τῶν μυκτήρων. ὥστ΄ εἰ μὲν περὶ ταύτης λέγει τῆς ἀναπνοῆς͵ ἀναγκαῖον ζητεῖν πῶς ἐφαρμόσει ὁ εἰρημένος λόγος τῆς αἰτίας· φαίνεται γὰρ τοὐναντίον συμβαῖνον. ἄραντες μὲν γὰρ τὸν τόπον͵ καθάπερ τὰς φύσας ἐν τοῖς χαλκείοις͵ ἀναπνέουσιν (αἴρειν δὲ τὸ θερμὸν εὔλογον͵ ἔχειν δὲ τὸ αἷμα τὴν τοῦ θερμοῦ χώραν)· συνιζάνοντες δὲ καὶ καταπλήττοντες͵ ὥσπερ ἐκεῖ τὰς φύσας͵ ἐκπνέουσιν. πλὴν ἐκεῖ μὲν οὐ κατὰ ταὐτὸν εἰσδέχονταί τε τὸν ἀέρα καὶ πάλιν ἐξιᾶσιν͵ οἱ δ΄ ἀναπνέοντες κατὰ ταὐτόν. εἰ δὲ περὶ τῆς κατὰ τοὺς μυκτῆρας λέγει μόνης͵ πολὺ διημάρτηκεν· οὐ γάρ ἐστιν ἀναπνοὴ μυκτήρων ἴδιος͵ ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν παρὰ τὸν γαργαρεῶνα͵ ᾗ τὸ ἔσχατον τοῦ ἐν τῷ στόματι οὐρανοῦ͵ συντετρημένων τῶν μυκτήρων χωρεῖ τὸ μὲν ταύτῃ τοῦ πνεύματος͵ τὸ δὲ διὰ τοῦ στόματος͵ ὁμοίως εἰσιόν τε καὶ ἐξιόν. τὰ μὲν οὖν παρὰ τῶν ἄλλων εἰρημένα περὶ τοῦ ἀναπνεῖν τοιαύτας καὶ τοσαύτας ἔχει δυσχερείας.


Ἐπεὶ δὲ εἴρηται πρότερον ὅτι τὸ ζῆν καὶ ἡ τῆς ψυχῆς ἕξις μετὰ θερμότητός τινός ἐστιν (οὐδὲ γὰρ ἡ πέψις͵ δι΄ ἧς ἡ τροφὴ γίνεται τοῖς ζῴοις͵ οὔτ΄ ἄνευ ψυχῆς οὔτ΄ ἄνευ θερμότητός ἐστιν· πυρὶ γὰρ ἐργάζεται πάντα)͵ διόπερ ἐν ᾧ πρώτῳ τόπῳ τοῦ σώματος καὶ ἐν ᾧ πρώτῳ τοῦ τόπου τούτου μορίῳ τὴν ἀρχὴν ἀναγκαῖον εἶναι τὴν τοιαύτην͵ ἐνταῦθα καὶ τὴν πρώτην θρεπτικὴν ψυχὴν ἀναγκαῖον ὑπάρχειν͵ [474b] οὗτος δ΄ ἐστὶν ὁ μέσος τόπος τοῦ δεχομένου τὴν τροφὴν καὶ καθ΄ ὃν ἀφίησι τὸ περίττωμα͵ τοῖς μὲν οὖν ἀναίμοις ἀνώνυμον͵ τοῖς δ΄ ἐναίμοις ἡ καρδία τοῦτο τὸ μόριόν ἐστιν. ἡ τροφὴ μὲν γὰρ ἐξ ἧς ἤδη γίνεται τὰ μόρια τοῖς ζῴοις ἡ τοῦ αἵμα τος φύσις ἐστίν. τοῦ δ΄ αἵματος καὶ τῶν φλεβῶν τὴν αὐτὴν ἀρχὴν ἀναγκαῖον εἶναι· θατέρου γὰρ ἕνεκα θάτερόν ἐστιν͵ ὡς ἀγγεῖον καὶ δεκτικόν. ἀρχὴ δὲ τῶν φλεβῶν ἡ καρδία τοῖς ἐναίμοις· οὐ γὰρ διὰ ταύτης͵ ἀλλ΄ ἐκ ταύτης ἠρτημέναι πᾶσαι τυγχάνουσιν· δῆλον δ΄ ἡμῖν τοῦτο ἐκ τῶν ἀνατομῶν. τὰς μὲν οὖν ἄλλας δυνάμεις τῆς ψυχῆς ἀδύνατον ὑπάρχειν ἄνευ τῆς θρεπτικῆς (δι΄ ἣν δ΄ αἰτίαν͵ εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς)͵ ταύτην δ΄ ἄνευ τοῦ φυσικοῦ πυρός· ἐν τούτῳ γὰρ ἡ φύσις ἐμπεπύρευκεν αὐτήν. φθορὰ δὲ πυρός͵ ὥσπερ εἴρηται πρότερον͵ σβέσις καὶ μάρανσις͵ σβέσις μὲν ἡ ὑπὸ τῶν ἐναντίων (διόπερ ἀθρόον τε ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος καὶ θᾶττον σβέννυται διασπώμενον· αὕτη μὲν οὖν ἡ φθορὰ βίαιος ὁμοίως ἐπὶ τῶν ἐμψύχων καὶ τῶν ἀψύχων ἐστίν· καὶ γὰρ ὀργάνοις διαιρουμένου τοῦ ζῴου͵ καὶ πηγνυμένου διὰ ψύχους ὑπερβολήν͵ ἀποθνήσκουσιν)͵ ἡ δὲ μάρανσις διὰ πλῆθος θερμότητος· καὶ γὰρ ἂν ὑπερβάλλῃ τὸ πέριξ θερμόν͵ καὶ τροφὴν ἐὰν μὴ λαμβάνῃ͵ φθείρεται τὸ πυρούμενον͵ οὐ ψυχόμενον ἀλλὰ μαραινόμενον. ὥστ΄ ἀνάγκη γίγνεσθαι κατάψυξιν͵ εἰ μέλλει τεύξεσθαι σωτηρίας· τοῦτο γὰρ βοηθεῖ πρὸς ταύτην τὴν φθοράν.


Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα͵ τὰ δ΄ ἐν τῇ γῇ ποιεῖται τὴν διατριβήν͵ τούτων τοῖς μὲν μικροῖς πάμπαν καὶ τοῖς ἀναίμοις ἡ γινομένη ἐκ τοῦ περιέχοντος ἢ ὕδατος ἢ ἀέρος ψύξις ἱκανὴ πρὸς τὴν βοήθειαν τῆς φθορᾶς ταύτης· μικρὸν γὰρ ἔχοντα τὸ θερμὸν μικρᾶς δέονται τῆς βοηθείας. διὸ καὶ βραχύβια σχεδὸν πάντα τὰ τοιαῦτ΄ ἐστίν· ἐπ΄ ἀμφότερα γὰρ μικρὰ ὄντα μικρᾶς τυγχάνει ῥοπῆς. ὅσα δὲ μακρο βιώτερα [475a] τῶν ἐντόμων (ἄναιμα γάρ ἐστι πάντα τὰ ἔντομα)͵ τούτοις ὑπὸ τὸ διάζωμα διέσχισται͵ ὅπως διὰ λεπτοτέρου ὄντος τοῦ ὑμένος ψύχηται· μᾶλλον γὰρ ὄντα θερμὰ πλείονος δεῖται τῆς καταψύξεως͵ οἷον αἱ μέλιτται (τῶν γὰρ μελιττῶν ἔνιαι ζῶσι καὶ ἑπτὰ ἔτη) καὶ τἆλλα δὲ ὅσα βομβεῖ͵ οἷον σφῆκες καὶ μηλολόνθαι καὶ τέττιγες. καὶ γὰρ τὸν ψόφον ποιοῦσι πνεύματι͵ οἷον ἀσθμαίνοντα· ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι͵ τῷ ἐμφύτῳ πνεύματι αἰρομένῳ καὶ συνίζοντι͵ συμβαίνει πρὸς τὸν ὑμένα γίνεσθαι τρίψιν· κινοῦσι γὰρ τὸν τόπον τοῦτον͵ ὥσπερ τὰ ἀναπνέοντα ἔξωθεν τῷ πνεύμονι καὶ οἱ ἰχθύες τοῖς βραγχίοις. παραπλήσιον γὰρ συμβαίνει κἂν εἴ τίς τινα τῶν ἀναπνεόντων πνίγοι͵ τὸ στόμα κατασχών· καὶ γὰρ ταῦτα ποιήσει τῷ πνεύμονι τὴν ἄρσιν ταύτην· ἀλλὰ τούτοις μὲν οὐχ ἱκανὴν ἡ τοιαύτη ποιεῖ κίνησις κατάψυξιν͵ ἐκείνοις δ΄ ἱκανήν. καὶ τῇ τρίψει τῇ πρὸς τὸν ὑμένα ποιοῦσι τὸν βόμβον͵ ὥσπερ λέγομεν͵ οἷον διὰ τῶν καλάμων τῶν τετρυπημένων τὰ παιδία͵ ὅταν ἐπιθῶσιν ὑμένα λεπτόν. διὰ γὰρ τοῦτο καὶ τῶν τεττίγων οἱ ᾄδοντες ᾄδουσιν· θερμότεροι γάρ εἰσι͵ καὶ ἔσχισται αὐτοῖς ὑπὸ τὸ ὑπόζωμα· τοῖς δὲ μὴ ᾄδουσι τοῦτ΄ ἐστὶν ἄσχιστον. καὶ τῶν ἀναίμων δὲ καὶ πνεύμονα ἐχόντων͵ ὀλίγαιμον δ΄ ἐχόντων καὶ σομφόν͵ ἔνια διὰ τοῦτο πολὺν χρόνον δύνανται ἀπνευστὶ ζῆν͵ ὅτι ὁ πνεύμων ἄρσιν ἔχει πολλήν͵ ὀλίγον ἔχων τὸ αἷμα καὶ τὸ ὑγρόν· ἡ γὰρ οἰκεία κίνησις ἐπὶ πολὺν χρόνον διαρκεῖ καταψύχουσα. τέλος δ΄ οὐ δύναται͵ ἀλλ΄ ἀποπνίγεται μὴ ἀναπνεύσαντα͵ καθάπερ εἴρηται καὶ πρότερον· τῆς γὰρ μαράνσεως ἡ διὰ τὸ μὴ ψύχεσθαι φθορὰ καλεῖται πνίξις͵ καὶ τὰ οὕτω φθειρόμενα ἀποπνίγεσθαί φαμεν. ὅτι δ΄ οὐκ ἀναπνεῖ τὰ ἔντομα τῶν ζῴων͵ εἴρηται μὲν καὶ πρότερον͵ φανερὸν δὲ καὶ ἐπὶ τῶν μικρῶν ἐστι ζῴων͵ οἷον μυιῶν καὶ μελιττῶν· ἐν γὰρ τοῖς ὑγροῖς πολὺν [475b] χρόνον ἀνανήχεται͵ ἂν μὴ λίαν ᾖ θερμὸν ἢ ψυχρόν· καίτοι τὰ μικρὰν ἔχοντα δύναμιν πυκνότερον ζητεῖ ἀναπνεῖν. ἀλλὰ φθείρεται ταῦτα καὶ λέγεται ἀποπνίγεσθαι πληρουμένης τῆς κοιλίας καὶ φθειρομένου τοῦ ἐν τῷ ὑποζώματι θερμοῦ· διὸ καὶ ἐν τῇ τέφρᾳ χρονισθέντα ἀνίσταται. καὶ τῶν ἐν τῷ ὑγρῷ δὲ ζώντων ὅσα ἄναιμα πλείω χρόνον ζῇ ἐν τῷ ἀέρι τῶν ἐναίμων καὶ δεχομένων τὴν θάλατταν͵ οἷον τῶν ἰχθύων· διὰ γὰρ τὸ ὀλίγον ἔχειν τὸ θερμὸν ὁ ἀὴρ ἱκανός ἐστιν ἐπὶ πολὺν χρόνον καταψύχειν͵ οἷον τοῖς τε μαλακοστράκοις καὶ τοῖς πολύποσιν (οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν [διὰ] τὸ ὀλιγόθερμα εἶναι)· ἐπεὶ καὶ τῶν ἰχθύων [οἱ] πολλοὶ ζῶσιν ἐν τῇ γῇ͵ ἀκινητίζοντες μέντοι͵ καὶ εὑρίσκονται ὀρυττόμενοι. ὅσα γὰρ ἢ μηδ΄ ὅλως ἔχει πνεύμονα ἢ ἄναιμον͵ ἐλαττονάκις δεῖται καταψύξεως.


Περὶ μὲν οὖν τῶν ἀναίμων͵ ὅτι τοῖς μὲν ὁ περιέχων ἀὴρ τοῖς δὲ τὸ ὑγρὸν βοηθεῖ πρὸς τὴν ζωήν͵ εἴρηται· τοῖς δ΄ ἐναίμοις καὶ τοῖς ἔχουσι καρδίαν͵ ὅσα μὲν ἔχει πνεύμονα πάντα δέχεται τὸν ἀέρα καὶ τὴν κατάψυξιν ποιεῖται διὰ τοῦ ἀναπνεῖν καὶ ἐκπνεῖν. ἔχει δὲ πνεύμονα τά τε ζῳοτοκοῦντα ἐν αὑτοῖς καὶ μὴ θύραζε μόνον (τὰ γὰρ σελάχη ζῳοτοκεῖ μέν͵ ἀλλ΄ οὐκ ἐν αὑτοῖς) καὶ τῶν ᾠοτοκούν των τά τε πτερυγωτά͵ οἷον ὄρνιθες͵ καὶ τὰ φολιδωτά͵ οἷον χελῶναι καὶ σαῦραι καὶ ὄφεις. ἐκεῖνα μὲν οὖν ἔναιμον͵ τούτων δὲ τὰ πλεῖστα τὸν πνεύμονα ἔχει σομφόν· διὸ καὶ τῇ ἀναπνοῇ χρῆται μανότερον͵ ὥσπερ εἴρηται καὶ πρότερον. χρῆται δὲ πάντα͵ καὶ ὅσα διατρίβει καὶ ποιεῖται τὸν βίον ἐν τοῖς ὕδασιν͵ οἷον τὸ τῶν ὕδρων γένος καὶ βατράχων καὶ κροκοδείλων καὶ ἑμύδων καὶ χελῶναι αἵ τε θαλάττιαι καὶ αἱ χερσαῖαι καὶ φῶκαι· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα καὶ τίκτει ἐν τῷ ξηρῷ καὶ καθεύδει ἢ ἐν τῷ ξηρῷ͵ ἢ ἐν τῷ ὑγρῷ ὑπερέχοντα τὸ στόμα διὰ τὴν [476a] ἀναπνοήν. ὅσα δὲ βράγχια ἔχει πάντα καταψύχεται δεχόμενα τὸ ὕδωρ· ἔχει δὲ βράγχια τὸ τῶν καλουμένων σελαχῶν γένος καὶ τῶν ἄλλων ἀπόδων. ἄποδες δ΄ οἱ ἰχθύες πάντες· καὶ γὰρ ἃ ἔχει͵ καθ΄ ὁμοιότητα τῶν πτερύγων λέγεται. τῶν δὲ πόδας ἐχόντων ἓν ἔχει βράγχια μόνον τῶν τεθεωρημένων͵ ὁ καλούμενος κορδύλος. ἅμα δὲ πνεύμονα καὶ βράγχια οὐδὲν ὦπταί πω ἔχον. αἴτιον δ΄ ὅτι ὁ μὲν πνεύμων τῆς ὑπὸ τοῦ πνεύματος καταψύξεως ἕνεκέν ἐστιν (ἔοικε δὲ καὶ τοὔνομα εἰληφέναι ὁ πνεύμων διὰ τὴν τοῦ πνεύματος ὑποδοχήν)͵ τὰ δὲ βράγχια πρὸς τὴν ἀπὸ τοῦ ὕδατος κατάψυξιν. ἓν δ΄ ἐφ΄ ἓν χρήσιμον ὄργανον͵ καὶ μία κατάψυξις ἱκανὴ πᾶσιν͵ ὥστ΄ ἐπεὶ μάτην οὐδὲν ὁρῶμεν ποιοῦσαν τὴν φύσιν͵ δυοῖν δ΄ ὄντοιν θάτερον ἂν ἦν μάτην͵ διὰ τοῦτο τὰ μὲν ἔχει βράγχια τὰ δὲ πνεύμονα͵ ἄμφω δ΄ οὐδέν.


Ἐπεὶ δὲ πρὸς μὲν τὸ εἶναι τροφῆς δεῖται τῶν ζῴων ἕκαστον͵ πρὸς δὲ τὴν σωτηρίαν τῆς καταψύξεως͵ τῷ αὐτῷ ὀργάνῳ χρῆται πρὸς ἄμφω ταῦτα ἡ φύσις͵ καθάπερ ἐνίοις τῇ γλώττῃ πρός τε τοὺς χυμοὺς καὶ πρὸς τὴν ἐρμηνείαν͵ οὕτω τοῖς ἔχουσι τὸν πνεύμονα τῷ καλουμένῳ στόματι πρός τε τὴν τῆς τροφῆς ἐργασίαν καὶ τὴν ἐκπνοὴν καὶ τὴν ἀναπνοήν. τοῖς δὲ μὴ ἔχουσι πνεύμονα μηδ΄ ἀναπνέουσι τὸ μὲν στόμα πρὸς τὴν ἐργασίαν τῆς τροφῆς͵ πρὸς δὲ τὴν κατάψυξιν τοῖς δεομένοις καταψύξεως ἡ τῶν βραγχίων ὑπάρχει φύσις. πῶς μὲν οὖν ἡ τῶν εἰρημένων ὀργάνων δύναμις ποιεῖ τὴν κατάψυξιν͵ ὕστερον ἐροῦμεν· πρὸς δὲ τὸ τὴν τροφὴν μὴ διακωλύειν παραπλησίως τοῖς τ΄ ἀναπνέουσι συμβαίνει καὶ τοῖς δεχομένοις τὸ ὑγρόν· οὔτε γὰρ ἀναπνέοντες ἅμα καταδέχονται τὴν τροφήν (εἰ δὲ μή͵ συμβαίνει πνίγεσθαι παρεισιούσης τῆς τροφῆς ἢ τῆς ξηρᾶς ἢ τῆς ὑγρᾶς ἐπὶ τὸν πνεύμονα διὰ τῆς ἀρτηρίας· προτέρα γὰρ κεῖται ἡ ἀρτηρία τοῦ οἰσοφάγου͵ δι΄ οὗ ἡ τροφὴ πορεύεται εἰς τὴν καλουμένην κοιλίαν· τοῖς μὲν οὖν τετράποσι καὶ ἐναίμοις ἔχει ἡ ἀρτηρία οἷον πῶμα τὴν ἐπιγλωττίδα· τοῖς δ΄ ὄρνισι καὶ [476b] τῶν τετραπόδων τοῖς ᾠοτόκοις οὐκ ἔπεστιν͵ ἀλλὰ τῇ συναγωγῇ τὸ αὐτὸ ποιοῦσιν· δεχόμενα γὰρ τὴν τροφὴν τὰ μὲν συνάγει͵ τὰ δ΄ ἐπιτίθησι τὴν ἐπιγλωττίδα· προελθούσης δὲ τὰ μὲν ἐπαίρει͵ τὰ δὲ διοίγει καὶ καταδέχεται τὸ πνεῦμα πρὸς τὴν κατάψυξιν)· τά τ΄ ἔχοντα βράγχια͵ ἀφέντα διὰ τούτων τὸ ὑγρόν͵ διὰ τοῦ στόματος καταδέχεται τὴν τροφήν· ἀρτηρίαν μὲν γὰρ οὐκ ἔχουσιν͵ ὥστε ταύτῃ μὲν οὐθὲν ἂν βλάπτοιντο ὑπὸ τῆς τοῦ ὑγροῦ παρεμπτώσεως͵ ἀλλ΄ εἰς τὴν κοιλίαν εἰσιόντος· διὸ ταχεῖαν ποιεῖται τὴν ἄφεσιν καὶ τὴν λῆψιν τῆς τροφῆς͵ καὶ τοὺς ὀδόντας ὀξεῖς ἔχουσι͵ καὶ καρχαρόδοντες σχεδὸν πάντες εἰσίν· οὐ γὰρ ἐνδέχεται λεαίνειν τὴν τροφήν.


Περὶ δὲ τὰ κητώδη τῶν ἐνύδρων ἀπορήσειεν ἄν τις͵ ἔχει δὲ κἀκεῖνα κατὰ λόγον͵ οἷον περί τε τοὺς δελφῖνας καὶ τὰς φαλαίνας͵ καὶ τῶν ἄλλων ὅσα ἔχει τὸν καλούμενον αὐλόν. ταῦτα γὰρ ἄποδα μέν ἐστιν͵ ἔχοντα δὲ πνεύμονα δέχεται τὴν θάλατταν. αἴτιον δὲ τούτου τὸ νῦν εἰρημένον· οὐ γὰρ καταψύξεως ἕνεκεν δέχεται τὸ ὑγρόν. τοῦτο μὲν γὰρ γίνεται αὐτοῖς ἀναπνέουσιν· ἔχουσι γὰρ πνεύμονα. διὸ καὶ καθεύδουσιν ὑπερέχοντα τὸ στόμα͵ καὶ ῥέγχουσιν οἵ γε δελφῖνες. ἔτι δὲ κἂν ληφθῶσιν ἐν τοῖς δικτύοις͵ ταχὺ ἀποπνίγονται διὰ τὸ μὴ ἀναπνεῖν· διὸ καὶ ἐπιπολάζοντα φαίνεται τὰ τοιαῦτα ἐπὶ τῆς θαλάττης διὰ τὴν ἀναπνοήν. ἀλλ΄ ἐπειδὴ ἀναγκαῖον ποιεῖσθαι τὴν τροφὴν ἐν ὑγρῷ͵ ἀναγκαῖον δεχόμενα τὸ ὑγρὸν ἀφιέναι͵ καὶ διὰ τοῦτ΄ ἔχουσι πάντα τὸν αὐλόν· δεξάμενα γὰρ τὸ ὕδωρ͵ ὥσπερ οἱ ἰχθύες κατὰ τὰ βράγχια͵ ταῦτα κατὰ τὸν αὐλὸν ἀνασπᾷ τὸ ὕδωρ. σημεῖον δὲ καὶ ἡ θέσις τοῦ αὐλοῦ· πρὸς οὐθὲν γὰρ περαίνει τῶν ἐναίμων͵ ἀλλὰ πρὸ τοῦ ἐγκεφάλου τὴν θέσιν ἔχει [καὶ ἀφίησι τὸ ὕδωρ]. διὰ ταὐτὸ δὲ τοῦτο δέχεται καὶ τὰ μαλάκια τὸ ὕδωρ καὶ τὰ μαλακόστρακα͵ λέγω δ΄ οἷον τοὺς καλουμένους καράβους καὶ τοὺς καρκίνους. καταψύξεως μὲν γὰρ αὐτῶν οὐδὲν τυγχάνει δεόμενον· ὀλιγόθερμον γάρ ἐστι καὶ ἄναιμον ἕκαστον αὐτῶν͵ ὥσθ΄ ἱκανῶς καταψύχεται ὑπὸ [477a] τοῦ περιέχοντος ὑγροῦ͵ ἀλλὰ διὰ τὴν τροφὴν ἀφίησι τὸ ὕδωρ͵ ὅπως μὴ ἅμα δεχομένοις εἰσρέῃ τὸ ὑγρόν. τὰ μὲν οὖν μαλακόστρακα͵ οἷον οἵ τε καρκίνοι καὶ οἱ κάραβοι͵ παρὰ τὰ δασέα ἀφιᾶσι τὸ ὕδωρ διὰ τῶν ἐπιπτυγμάτων͵ σηπίαι δὲ καὶ πολύποδες διὰ τοῦ κοίλου τοῦ ὑπὲρ τῆς καλουμένης κεφαλῆς. γέγραπται δὲ περὶ αὐτῶν δι΄ ἀκριβείας μᾶλλον ἐν ταῖς περὶ τῶν ζῴων ἱστορίαις. περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν͵ εἴρηται ὅτι συμβαίνει διὰ κατάψυξιν καὶ διὰ τὸ δεῖν δέχεσθαι τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ τὰ τὴν φύσιν ὄντα τῶν ζῴων ἔνυδρα.


Περὶ δὲ τῆς καταψύξεως͵ τίνα γίνεται τρόπον τοῖς τ΄ ἀναπνέουσι καὶ τοῖς ἔχουσι βράγχια͵ μετὰ ταῦτα λεκτέον. ὅτι μὲν οὖν ἀναπνέουσιν ὅσα πνεύμονα τῶν ζῴων ἔχουσι͵ πρότερον εἴρηται. διὰ τί δὲ τοῦτο τὸ μόριον ἔχουσιν ἔνια͵ καὶ διὰ τί τὰ ἔχοντα δεῖται τῆς ἀναπνοῆς͵ αἴτιον τοῦ μὲν ἔχειν ὅτι τὰ τιμιώτερα τῶν ζῴων πλείονος τετύχηκε θερμότητος· ἅμα γὰρ ἀνάγκη καὶ ψυχῆς τετυχηκέναι τιμιωτέρας· τιμιώτερα γὰρ ταῦτα τῆς φύσεως τῆς τῶν ψυχρῶν. διὸ καὶ τὰ μάλιστα ἔναιμον ἔχοντα τὸν πνεύμονα καὶ θερμὸν μείζονά τε τοῖς μεγέθεσι͵ καὶ τό γε καθαρωτάτῳ καὶ πλείστῳ κεχρημένον αἵματι τῶν ζῴων ὀρθότατόν ἐστιν͵ ὁ ἄνθρωπος͵ καὶ τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει μόνον διὰ τὸ τοιοῦτον ἔχειν τοῦτο τὸ μόριον. ὥστε τῆς οὐσίας καὶ τούτῳ καὶ τοῖς ἄλλοις θετέον αἴτιον αὐτὸ καθάπερ ὁτιοῦν ἄλλο τῶν μορίων. ἔχει μὲν οὖν ἕνεκα τούτου. τὴν δ΄ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν καὶ τὰ τοιαῦτα δεῖ νομίζειν συνιστάναι ζῷα καθάπερ καὶ μὴ τοιαῦτα πολλὰ συνέστηκεν· τὰ μὲν γὰρ ἐκ γῆς πλείονος συνέστηκεν͵ οἷον τὸ τῶν φυτῶν γένος͵ τὰ δ΄ ἐξ ὕδατος͵ οἷον τὸ τῶν ἐνύδρων· τῶν δὲ πτηνῶν καὶ πεζῶν τὰ μὲν ἐξ ἀέρος τὰ δ΄ ἐκ πυρός. ἕκαστα δ΄ ἐν τοῖς οἰκείοις τόποις ἔχει τὴν τάξιν αὐτῶν.



Ἐμπεδοκλῆς δ΄ οὐ καλῶς τοῦτ΄ εἴρηκε͵ φάσκων τὰ [477b] θερμότατα καὶ πῦρ ἔχοντα πλεῖστον τῶν ζῴων ἔνυδρα εἶναι͵ φεύγοντα τὴν ὑπερβολὴν τῆς ἐν τῇ φύσει θερμότητος͵ ὅπως ἐπειδὴ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ ἐλλείπει͵ κατὰ τὸν τόπον ἀνασῴζηται͵ ἐναντίον ὄντα· θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος. ὅλως μὲν οὖν ἄτοπον πῶς ἐνδέχεται γενόμενον ἕκαστον αὐτῶν ἐν τῷ ξηρῷ μεταβάλλειν τὸν τόπον εἰς τὸ ὑγρόν (σχεδὸν γὰρ καὶ ἄποδα τὰ πλεῖστα αὐτῶν ἐστιν)· ὁ δὲ τὴν ἐξ ἀρχῆς αὐτῶν σύστασιν λέγων γενέσθαι μὲν ἐν τῷ ξηρῷ φησι͵ φεύγοντα δ΄ ἐλθεῖν εἰς τὸ ὕδωρ. ἔτι δ΄ οὐδὲ φαίνεται θερμότερα ὄντα τῶν πεζῶν· τὰ μὲν γὰρ ἄναιμα πάμπαν͵ τὰ δ΄ ὀλίγαιμα αὐτῶν ἐστιν. ἀλλὰ ποῖα μὲν δεῖ λέγειν θερμὰ καὶ ψυχρά͵ καθ΄ αὑτὰ τὴν ἐπίσκεψιν εἴληφεν· περὶ δ΄ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς͵ τῇ μὲν ἔχει τὸ ζητούμενον λόγον͵ οὐ μὴν ὅ γέ φησιν ἐκεῖνος ἀληθές. τῶν μὲν γὰρ ἕξεων τοὺς τὰς ὑπερβολὰς ἔχοντας οἱ ἐναντίοι τόποι καὶ ὧραι σῴζουσιν͵ ἡ δὲ φύσις ἐν τοῖς οἰκείοις σῴζεται μάλιστα τό ποις. οὐ γὰρ ταὐτὸν ἥ θ΄ ὕλη τῶν ζῴων ἐξ ἧς ἐστιν ἕκαστον͵ καὶ αἱ ἕξεις καὶ διαθέσεις αὐτῆς. λέγω δ΄ οἷον εἴ τι ἐκ κηροῦ συστήσειεν ἡ φύσις͵ οὐκ ἂν ἐν θερμῷ θεῖσα διέσωσεν͵ οὐδ΄ εἴ τι ἐκ κρυστάλλου· ἐφθάρη γὰρ ἂν ταχὺ διὰ τοὐναντίον· τήκει γὰρ τὸ θερμὸν τὸ ὑπὸ τοῦ ἐναντίου συστάν. οὐδ΄ εἴ τι ἐξ ἁλὸς ἢ νίτρου συνέστησεν͵ οὐκ ἂν εἰς ὑγρὸν φέρουσα κατέθηκεν· φθείρει γὰρ τὰ ὑπὸ ξηροῦ συστάντα τὸ ὑγρόν. εἰ οὖν ὕλη πᾶσι τοῖς σώμασι τὸ ὑγρὸν καὶ τὸ ξηρόν͵ εὐλόγως τὰ μὲν ἐξ ὑγροῦ [καὶ ψυχροῦ] συστάντα ἐν ὑγροῖς ἐστι [καὶ εἰ ψυχρά͵ ἔσται ἐν ψυχρῷ]͵ τὰ δ΄ ἐκ ξηροῦ ἐν ξηρῷ. διὰ τοῦτο τὰ δένδρα οὐκ ἐν ὕδατι φύεται͵ ἀλλ΄ ἐν γῇ. καίτοι τοῦ αὐτοῦ λόγου ἐστὶν εἰς τὸ ὕδωρ͵ διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα͵ ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος· οὐ γὰρ διὰ τὸ ψυχρὸν ἂν ἦλθεν εἰς αὐτό͵ ἀλλ΄ ὅτι ὑγρόν. αἱ μὲν οὖν φύσεις τῆς ὕλης͵ ἐν οἵῳπερ τόπῳ εἰσί͵ τοιαῦται οὖσαι τυγχάνουσιν͵ αἱ μὲν ἐν ὕδατι ὑγραί͵ αἱ δ΄ ἐν τῇ γῇ ξηραί͵ αἱ δ΄ ἐν τῷ ἀέρι [478a] θερμαί· αἱ μέντοι ἕξεις αἱ μὲν ὑπερβάλλουσαι θερμότητι ἐν ψυχρῷ͵ αἱ δὲ τῇ ψυχρότητι ἐν θερμῷ τιθέμεναι σῴζονται μᾶλλον· ἐπανισοῖ γὰρ εἰς τὸ μέτριον ὁ τόπος τὴν τῆς ἕξεως ὑπερβολήν. τοῦτο μὲν οὖν δεῖ ζητεῖν ἐν τοῖς οἰκείοις τόποις ἑκάστης ὕλης καὶ κατὰ τὰς μεταβολὰς τῆς κοινῆς ὥρας· τὰς μὲν γὰρ ἕξεις ἐνδέχεται τοῖς τόποις ἐναντίας εἶναι͵ τὴν δ΄ ὕλην ἀδύνατον. ὅτι μὲν οὖν οὐ διὰ θερμότητα τῆς φύσεως τὰ μὲν ἔνυδρα τὰ δὲ πεζὰ τῶν ζῴων ἐστί͵ καθάπερ Ἐμπεδοκλῆς φησιν͵ τοσαῦτ΄ εἰρήσθω͵ καὶ διότι τὰ μὲν οὐκ ἔχει πνεύμονα τὰ δὲ ἔχει.


Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι͵ καὶ μάλιστ΄ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον͵ αἴτιον τοῦ μὲν ἀναπνεῖν ὁ πνεύμων σομφὸς ὢν καὶ συρίγγων πλήρης. καὶ ἐναιμότατον δὴ μάλιστα τοῦτο τὸ μόριον τῶν καλουμένων σπλάγχνων. ὅσα δὴ ἔχει ἔναιμον αὐτό͵ ταχείας μὲν δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός͵ εἴσω δ΄ εἰσιέναι διὰ παντὸς διὰ τὸ πλῆθος τοῦ αἵματος καὶ τῆς θερμότητος. ταῦτα δ΄ ἀμφότερα ὁ μὲν ἀὴρ δύναται ῥᾳδίως ποιεῖν· διὰ γὰρ τὸ λεπτὴν ἔχειν τὴν φύσιν διὰ παντός τε καὶ ταχέως διαδυόμενος διαψύχει· τὸ δ΄ ὕδωρ τοὐναντίον. καὶ διότι δὴ μάλιστ΄ ἀναπνέουσι τὰ ἔχοντα τὸν πνεύμονα ἔναιμον͵ ἐκ τούτων δῆλον· τό τε γὰρ θερμότερον πλείονος δεῖται τῆς καταψύξεως͵ ἅμα δὲ καὶ πρὸς τὴν ἀρχὴν τῆς θερμότητος τὴν ἐν τῇ καρδίᾳ πορεύεται τὸ πνεῦμα ῥᾳδίως.


Ὃν δὲ τρόπον ἡ καρδία τὴν σύντρησιν ἔχει πρὸς τὸν πνεύμονα͵ δεῖ θεωρεῖν ἔκ τε τῶν ἀνατεμνομένων καὶ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα γεγραμμένων. καταψύξεως μὲν οὖν ὅλως ἡ τῶν ζῴων δεῖται φύσις διὰ τὴν ἐν τῇ καρδίᾳ τῆς ψυχῆς ἐμπύρευσιν. ταύτην δὲ ποιεῖται διὰ τῆς ἀναπνοῆς ὅσα μὴ μόνον ἔχουσι καρδίαν ἀλλὰ καὶ πνεύμονα τῶν ζῴων. τὰ δὲ καρδίαν μὲν ἔχοντα͵ πνεύμονα δὲ μή͵ καθάπερ οἱ ἰχθύες διὰ τὸ ἔνυδρον αὐτῶν τὴν φύσιν εἶναι͵ τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν διὰ τῶν βραγχίων. ὡς δ΄ ἡ θέσις ἔχει τῆς καρδίας πρὸς τὰ βράγχια͵ πρὸς μὲν τὴν ὄψιν ἐκ τῶν [478b] ἀνατομῶν δεῖ θεωρεῖν͵ πρὸς δ΄ ἀκρίβειαν ἐκ τῶν ἱστοριῶν· ὡς δ΄ ἐν κεφαλαίοις εἰπεῖν καὶ νῦν͵ ἔχει τόνδε τὸν τρόπον. δόξειε μὲν γὰρ ἂν οὐχ ὡσαύτως ἔχειν τὴν θέσιν ἡ καρδία τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσιν͵ ἔχει δ΄ ὡσαύτως. ᾗ γὰρ νεύουσι τὰς κεφαλάς͵ ἐνταῦθ΄ ἡ καρδία τὸ ὀξὺ ἔχει. ἐπεὶ δὲ οὐχ ὡσαύτως αἱ κεφαλαὶ νεύουσι τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσι͵ πρὸς τὸ στόμα ἡ καρδία τὸ ὀξὺ ἔχει. τείνει δ΄ ἐξ ἄκρου τῆς καρδίας αὐλὸς φλεβονευρώδης εἰς τὸ μέσον͵ ᾗ συνάπτουσιν ἀλλήλοις πάντα τὰ βράγχια. μέγιστος μὲν οὖν οὗτός ἐστιν͵ ἔνθεν δὲ καὶ ἔνθεν τῆς καρδίας καὶ ἕτεροι τείνουσιν εἰς ἄκρον ἑκάστου τῶν βραγχίων͵ δι΄ ὧν ἡ κατάψυξις γίνεται πρὸς τὴν καρδίαν͵ διαυλωνίζοντος ἀεὶ τοῦ ὕδατος διὰ τῶν βραγχίων. ὡσαύτως δὲ τοῖς ἀναπνέουσιν ὁ θώραξ ἄνω καὶ κάτω κινεῖται πολλάκις δεχομένων τὸ πνεῦμα καὶ ἐξιέντων͵ ὡς τὰ βράγχια τοῖς ἰχθύσιν. καὶ τὰ μὲν ἀναπνέοντα ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ ἀποπνίγονται· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν (θερμαίνει γὰρ ἡ τοῦ αἵματος θίξις ἑκάτερον)͵ θερμὸν δ΄ ὂν [τὸ αἷμα] κωλύει τὴν κατάψυξιν· καὶ μὴ δυναμένων κινεῖν τῶν μὲν ἀναπνεόντων τὸν πνεύμονα τῶν δ΄ ἐνύδρων τὰ βράγχια διὰ πάθος ἢ διὰ γῆρας͵ τότε συμβαίνειν δεῖ τὴν τελευτήν.


Ἔστι μὲν οὖν πᾶσι τοῖς ζῴοις κοινὸν γένεσις καὶ θάνατος͵ οἱ δὲ τρόποι διαφέρουσι τῷ εἴδει· οὐ γὰρ ἀδιάφορος ἡ φθορά͵ ἀλλ΄ ἔχει τι κοινόν. θάνατος δ΄ ἐστὶν ὁ μὲν βίαιος ὁ δὲ κατὰ φύσιν͵ βίαιος μὲν ὅταν ἡ ἀρχὴ ἔξωθεν ᾖ͵ κατὰ φύσιν δ΄ ὅταν ἐν αὐτῷ͵ καὶ ἡ τοῦ μορίου σύστασις ἐξ ἀρχῆς τοιαύτη͵ ἀλλὰ μὴ ἐπίκτητόν τι πάθος. τοῖς μὲν οὖν φυτοῖς αὔανσις͵ ἐν δὲ τοῖς ζῴοις καλεῖται τοῦτο γῆρας. ἔστι δὲ θά νατος καὶ ἡ φθορὰ πᾶσιν ὁμοίως τοῖς μὴ ἀτελέσιν· τούτοις δὲ παρομοίως μέν͵ ἄλλον δὲ τρόπον. ἀτελῆ δὲ λέγω οἷον τά τε ᾠὰ καὶ τὰ σπέρματα τῶν φυτῶν͵ ὅσα ἄρριζα. πᾶσι μὲν οὖν ἡ φθορὰ γίνεται διὰ θερμοῦ τινος ἔκλειψιν͵ τοῖς δὲ τελείοις͵ ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή. αὕτη δ΄ ἐστίν͵ ὥσπερ εἴρηται πρότερον͵ ἐν ᾧ τό τε ἄνω καὶ τὸ κάτω συνάπτει͵ τοῖς μὲν φυτοῖς μέσον βλαστοῦ καὶ ῥίζης͵ τῶν δὲ ζῴων τοῖς [479a] μὲν ἐναίμοις ἡ καρδία͵ τοῖς δ΄ ἀναίμοις τὸ ἀνάλογον. τούτων δ΄ ἔνια δυνάμει πολλὰς ἀρχὰς ἔχουσιν͵ οὐ μέντοι γε ἐνεργείᾳ. διὸ καὶ τῶν ἐντόμων ἔνια διαιρούμενα ζῶσι͵ καὶ τῶν ἐναίμων ὅσα μὴ ζωτικὰ λίαν εἰσὶ πολὺν χρόνον ζῶσιν ἐξῃρημένης τῆς καρδίας͵ οἷον αἱ χελῶναι͵ καὶ κινοῦνται τοῖς ποσίν͵ ἐπόντων τῶν χελωνίων͵ διὰ τὸ μὴ συγκεῖσθαι τὴν φύσιν αὐτῶν εὖ͵ παραπλησίως δὲ τοῖς ἐντόμοις. ἡ δ΄ ἀρχὴ τῆς ζωῆς ἐκλείπει τοῖς ἔχουσιν ὅταν μὴ καταψύχηται τὸ θερμὸν τὸ κοινωνοῦν αὐτῆς· καθάπερ γὰρ εἴρηται πολλάκις͵ συντήκεται αὐτὸ ὑφ΄ αὑτοῦ. ὅταν οὖν τοῖς μὲν ὁ πνεύμων τοῖς δὲ τὰ βράγχια σκληρύνηται͵ διὰ χρόνου μῆκος ξηραινομένων τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος͵ καὶ γινομένων γεηρῶν͵ οὐ δύναται ταῦτα τὰ μόρια κινεῖν οὐδ΄ αἴρειν καὶ συνάγειν͵ τέλος δὲ γιγνομένης ἐπιτάσεως καταμαραίνεται τὸ πῦρ. διὸ καὶ μικρῶν παθημάτων ἐπιγινομένων ἐν τῷ γήρᾳ ταχέως τελευτῶσιν· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ θερμόν͵ ἅτε τοῦ πλείστου διαπεπνευκότος ἐν τῷ πλήθει τῆς ζωῆς͵ ἥτις ἂν ἐπίτασις γένηται τοῦ μορίου͵ ταχέως ἀποσβέννυται· ὥσπερ γὰρ ἀκαριαίας καὶ μικρᾶς ἐν αὐτῷ φλογὸς ἐνούσης διὰ μικρὰν κίνησιν ἀποσβέννυται. διὸ καὶ ἄλυπός ἐστιν ὁ ἐν τῷ γήρᾳ θάνατος· οὐδενὸς γὰρ βιαίου πάθους αὐτοῖς συμβαίνοντος τελευτῶσιν͵ ἀλλ΄ ἀναίσθητος ἡ τῆς ψυχῆς ἀπόλυσις γίνεται παντελῶς. καὶ τῶν νοσημάτων ὅσα ποιοῦσι τὸν πνεύμονα σκληρὸν ἢ φύμασιν ἢ περιττώμασιν ἢ θερμότητος νοσηματικῆς ὑπερβολῇ͵ καθάπερ ἐν τοῖς πυρετοῖς͵ πυκνὸν τὸ πνεῦμα ποιοῦσι διὰ τὸ μὴ δύνασθαι τὸν πνεύμονα μακρὰν αἴρειν ἄνω καὶ συνίζειν. τέλος δ΄͵ ὅταν μηκέτι δύνωνται κινεῖν͵ τελευτῶσιν ἀποπνεύσαντες.


Γένεσις μὲν οὖν ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ψυχῆς͵ ζωὴ δ΄ ἡ μονὴ ταύτης. νεότης δ΄ ἐστὶν ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις͵ γῆρας δ΄ ἡ τούτου φθίσις͵ ἀκμὴ δὲ τὸ τούτων μέσον. τελευτὴ δὲ καὶ φθορὰ βίαιος μὲν ἡ τοῦ θερμοῦ σβέσις καὶ μάρανσις (φθαρείη γὰρ [479b] ἂν δι΄ ἀμφοτέρας ταύτας τὰς αἰτίας)͵ ἡ δὲ κατὰ φύσιν τοῦ αὐτοῦ τούτου μάρανσις διὰ χρόνου μῆκος γινομένη καὶ τελειότητα· τοῖς μὲν οὖν φυτοῖς αὔανσις͵ ἐν δὲ τοῖς ζῴοις καλεῖται θάνατος. τούτου δ΄ ὁ μὲν ἐν γήρᾳ θάνατος μάρανσις τοῦ μορίου δι΄ ἀδυναμίαν τοῦ καταψύχειν ὑπὸ γήρως. τί μὲν οὖν ἐστι γένεσις καὶ ζωὴ καὶ θάνατος͵ καὶ διὰ τίνας αἰτίας ὑπάρχουσι τοῖς ζῴοις͵ εἴρηται.


Δῆλον δ΄ ἐκ τούτων καὶ διὰ τίν΄ αἰτίαν τοῖς μὲν ἀναπνέουσι τῶν ζῴων ἀποπνίγεσθαι συμβαίνει ἐν τῷ ὑγρῷ͵ τοῖς δ΄ ἰχθύσιν ἐν τῷ ἀέρι· τοῖς μὲν γὰρ διὰ τοῦ ὕδατος ἡ κατάψυξις γίνεται͵ τοῖς δὲ διὰ τοῦ ἀέρος͵ ὧν ἑκάτερα στερίσκεται μεταβάλλοντα τοὺς τόπους. ἡ δ΄ αἰτία τῆς κινήσεως τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος͵ ὧν αἰρομένων καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν͵ ἔτι δ΄ ἡ σύστασις τοῦ ὀργάνου͵ τόνδ΄ ἔχει τὸν τρόπον.


Τρία δ΄ ἐστὶ τὰ συμβαίνοντα περὶ τὴν καρδίαν͵ ἃ δοκεῖ τὴν αὐτὴν φύσιν ἔχειν͵ ἔχει δ΄ οὐ τὴν αὐτήν͵ πήδησις καὶ σφυγμὸς καὶ ἀναπνοή. πήδησις μὲν οὖν ἐστι σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ διὰ κατάψυξιν περιττωματικὴν ἢ συντηκτικήν͵ οἷον ἐν τῇ νόσῳ τῇ καλουμένῃ παλμῷ͵ καὶ ἐν ἄλλαις δὲ νόσοις͵ καὶ ἐν τοῖς φόβοις δέ· καὶ γὰρ οἱ φοβούμενοι καταψύχονται τὰ ἄνω͵ τὸ δὲ θερμὸν ὑποφεῦγον καὶ συστελλόμενον ποιεῖ τὴν πήδησιν͵ εἰς μικρὸν συνωθούμενον οὕτως ὥστ΄ ἐνίοτ΄ ἀποσβέννυσθαι τὰ ζῷα καὶ ἀποθνήσκειν διὰ φόβον καὶ διὰ πάθος νοσηματικόν. ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας͵ ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς͵ ὁμοία φύμασίν ἐστιν͵ ἣν ποιοῦνται κίνησιν μετ΄ ἀλγηδόνος διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν· γίνεται δὲ μέχρις οὗ ἂν πυωθῇ πεφθέν. ἔστι δ΄ ὅμοιον ζέσει τοῦτο τὸ πάθος· ἡ γὰρ ζέσις γίνεται πνευματουμένου τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ· αἴρεται γὰρ διὰ τὸ πλείω γίνεσθαι τὸν ὄγκον. παῦλα δ΄ ἐν μὲν τοῖς φύμασιν͵ ἐὰν μὴ διαπνεύσῃ͵ [480a] παχυτέρου γινομένου τοῦ ὑγροῦ͵ σῆψις͵ τῇ δὲ ζέσει ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων. ἐν δὲ τῇ καρδίᾳ ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις ποιεῖ σφυγμόν͵ αἰρομένη πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας. καὶ τοῦτ΄ ἀεὶ γίνεται συνεχῶς· ἐπιρρεῖ γὰρ ἀεὶ τὸ ὑγρὸν συνεχῶς͵ ἐξ οὗ γίνεται ἡ τοῦ αἵματος φύσις. πρῶτον γὰρ ἐν τῇ καρδίᾳ δημιουργεῖται· δῆλον δ΄ ἐν τῇ γενέσει ἐξ ἀρχῆς· οὔπω γὰρ διωρισμένων τῶν φλεβῶν φαίνεται ἔχουσα αἷμα. καὶ διὰ τοῦτο σφύζει μᾶλλον τοῖς νεωτέροις τῶν πρεσβυτέρων· γίνεται γὰρ ἡ ἀναθυμίασις πλείων τοῖς νεωτέροις. καὶ σφύζουσιν αἱ φλέβες πᾶσαι͵ καὶ ἅμα ἀλλήλαις͵ διὰ τὸ ἠρτῆσθαι ἐκ τῆς καρδίας. κινεῖ δ΄ ἀεί· ὥστε κἀκεῖναι ἀεί͵ καὶ ἅμα ἀλλήλαις͵ ὅτε κινεῖ. ἀναπήδησις μὲν οὖν ἐστιν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν͵ σφύξις δ΄ ἡ τοῦ ὑγροῦ θερμαινομένου πνευμάτωσις.


Ἡ δ΄ ἀναπνοὴ γίνεται αὐξανομένου τοῦ θερμοῦ ἐν ᾧ ἡ ἀρχὴ ἡ θρεπτική. καθάπερ γὰρ καὶ τἆλλα δεῖται τροφῆς͵ κἀκεῖνο͵ καὶ τῶν ἄλλων μᾶλλον· καὶ γὰρ τοῖς ἄλλοις ἐκεῖνο τῆς τροφῆς αἴτιόν ἐστιν. ἀνάγκη δὴ πλέον γινόμενον αἴρειν τὸ ὄργανον. δεῖ δ΄ ὑπολαβεῖν τὴν σύστασιν τοῦ ὀργάνου παραπλησίαν μὲν εἶναι ταῖς φύσαις ταῖς ἐν τοῖς χαλκείοις (οὐ πόρρω γὰρ οὔθ΄ ὁ πνεύμων οὔθ΄ ἡ καρδία τοῦ προσδέξασθαι σχῆμα τοιοῦτον)͵ διπλοῦν δ΄ εἶναι τὸ τοιοῦτον· δεῖ γὰρ ἐν τῷ μέσῳ τὸ θρεπτικὸν εἶναι τῆς ψυκτικῆς δυνάμεως. αἴρεται μὲν οὖν πλεῖον γενόμενον͵ αἰρομένου δ΄ ἀναγκαῖον αἴρεσθαι καὶ τὸ περιέχον αὐτὸ μόριον. ὅπερ φαίνονται ποιεῖν οἱ ἀναπνέοντες· αἴρουσι γὰρ τὸν θώρακα διὰ τὸ τὴν ἀρχὴν τὴν ἐνοῦσαν αὐτῷ τοῦ τοιούτου μορίου ταὐτὸ τοῦτο ποιεῖν· αἰρομένου δέ͵ καθάπερ εἰς τὰς φύσας͵ ἀναγκαῖον εἰσφρεῖν τὸν ἀέρα τὸν θύραθεν ψυχρὸν ὄντα͵ καὶ καταψύχοντα [480b] σβεννύναι τὴν ὑπεροχὴν τὴν τοῦ πυρός. ὥσπερ δ΄ αὐξανομένου ᾔρετο τοῦτο τὸ μόριον͵ καὶ φθίνοντος ἀναγκαῖον συνίζειν͵ καὶ συνίζοντος ἐξιέναι τὸν ἀέρα τὸν εἰσελθόντα πάλιν͵ εἰσιόντα μὲν ψυχρὸν ἐξιόντα δὲ θερμὸν διὰ τὴν ἁφὴν τοῦ θερμοῦ τοῦ ἐνόντος ἐν τῷ μορίῳ τούτῳ͵ καὶ μάλιστα τοῖς τὸν πνεύμονα ἔναιμον ἔχουσιν· εἰς πολλοὺς γὰρ οἷον αὐλῶνας τὰς σύριγγας ἐμπίπτειν τὰς ἐν τῷ πνεύμονι͵ ὧν παρ΄ ἑκάστην παρατέτανται φλέβες͵ ὥστε δοκεῖν ὅλον εἶναι τὸν πνεύμονα πλήρη αἵματος. καλεῖται δ΄ ἡ μὲν εἴσοδος τοῦ ἀέρος ἀναπνοή͵ ἡ δ΄ ἔξοδος ἐκπνοή. καὶ ἀεὶ δὴ τοῦτο γίνεται συνεχῶς͵ ἕως περ ἂν ζῇ καὶ κινῇ τοῦτο τὸ μόριον συνεχῶς· καὶ διὰ τοῦτο ἐν τῷ ἀναπνεῖν καὶ ἐκπνεῖν ἐστι τὸ ζῆν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοῖς ἰχθύσιν ἡ κίνησις γίνεται τῶν βραγχίων. αἰρομένου γὰρ τοῦ θερμοῦ τοῦ ἐν τῷ αἵματι διὰ τῶν μορίων αἴρονται καὶ τὰ βράγχια͵ καὶ διιᾶσι τὸ ὕδωρ· κατιόντος δὲ πρὸς τὴν καρδίαν διὰ τῶν πόρων καὶ καταψυχομένου συνίζουσι͵ καὶ ἀφιᾶσι τὸ ὕδωρ. ἀεὶ δ΄ αἰρομένου τοῦ ἐν τῇ καρδίᾳ ἀεὶ δέχεται͵ καὶ ἀφίησι πάλιν καταψυχομένου. διὸ κἀκείνοις τοῦ ζῆν καὶ μὴ ζῆν τὸ τέλος ἐστὶν ἐν τῷ ἀναπνεῖν͵ καὶ τούτοις ἐν τῷ δέχεσθαι τὸ ὑγρόν. περὶ μὲν οὖν ζωῆς καὶ θανάτου καὶ τῶν συγγενῶν ταύτης τῆς σκέψεως σχεδὸν εἴρηται περὶ πάντων. περὶ δὲ ὑγιείας καὶ νόσου οὐ μόνον ἐστὶν ἰατροῦ ἀλλὰ καὶ τοῦ φυσικοῦ μέχρι του τὰς αἰτίας εἰπεῖν. ᾗ δὲ διαφέρουσι καὶ ᾗ διαφέροντα θεωροῦσιν͵ οὐ δεῖ λανθάνειν͵ ἐπεὶ ὅτι γε σύνορος ἡ πραγματεία μέχρι τινός ἐστι͵ μαρτυρεῖ τὸ γινόμενον· τῶν τε γὰρ ἰατρῶν ὅσοι κομψοὶ καὶ περίεργοι λέγουσί τι περὶ φύσεως καὶ τὰς ἀρχὰς ἐκεῖθεν ἀξιοῦσι λαμβάνειν͵ καὶ τῶν περὶ φύσεως πραγματευθέντων οἱ χαριέστατοι σχεδὸν τελευτῶσιν εἰς τὰς ἀρχὰς τὰς ἰατρικάς.

11 Απριλίου 2009

Ἱππεῖς

Ἀριστοφάνους

Ἱππεῖς

(ed. F.W. Hall and W.M. Geldart, Oxford 1907)

Δημοσθένης

ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.

κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν

αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.

ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν

πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. 5

Νικίας

κάκιστα δῆθ᾽ οὗτός γε πρῶτος Παφλαγόνων

αὐταῖς διαβολαῖς.

Δημοσθένης

ὦ κακόδαιμον πῶς ἔχεις;

Νικίας

κακῶς καθάπερ σύ.

Δημοσθένης

δεῦρο δὴ πρόσελθ᾽, ἵνα

ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

Δημοσθένης καὶ Νικίας

μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. 10

Δημοσθένης

τί κινυρόμεθ᾽ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα

σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νικίας

τίς οὖν γένοιτ᾽ ἄν;

Δημοσθένης

λέγε σύ.

Νικίας

σὺ μὲν οὖν μοι λέγε,

ἵνα μὴ μάχωμαι. 14

Δημοσθένης

μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

Νικίας

πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; 16

Δημοσθένης

ἀλλ᾽ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. 15

Νικίας

ἀλλ᾽ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε 17

εἴποιμ᾽ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

Δημοσθένης

μὴ ᾽μοί γε, μὴ ᾽μοί, μὴ διασκανδικίσῃς·

ἀλλ᾽ εὑρέ τιν᾽ ἀπόκινον ἀπὸ τοῦ δεσπότου. 20

Νικίας

λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δημοσθένης

καὶ δὴ λέγω μόλωμεν.

Νικίας

ἐξόπισθε νῦν

αὐτὸ φάθι τοῦ μόλωμεν.

Δημοσθένης

αὐτό.

Νικίας

πάνυ καλῶς.

ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε

τὸ μόλωμεν, εἶτα δ᾽ αὐτό, κᾆτ᾽ ἐπάγων πυκνόν. 25

Δημοσθένης

μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.

Νικίας

ἢν

οὐχ ἡδύ;

Δημοσθένης

νὴ Δία· πλήν γε περὶ τῷ δέρματι

δέδοικα τουτονὶ τὸν οἰωνόν.

Νικίας

τί δαί;

Δημοσθένης

ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

Νικίας

κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, 30

θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δημοσθένης

ποῖον βρέτας; ἐτεὸν ἡγεῖ γὰρ θεούς;

Νικίας

ἔγωγε.

Δημοσθένης

ποίῳ χρώμενος τεκμηρίῳ;

Νικίας

ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ᾽. οὐκ εἰκότως;

Δημοσθένης

εὖ προσβιβάζεις μ᾽. ἀλλ᾽ ἑτέρᾳ πῃ σκεπτέον. 35

βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

Νικίας

οὐ χεῖρον· ἓν δ᾽ αὐτοὺς παραιτησώμεθα,

ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,

ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

Δημοσθένης

λέγοιμ᾽ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης 40

ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,

Δῆμος πυκνίτης, δύσκολον γερόντιον

ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,

πανουργότατον καὶ διαβολώτατόν τινα. 45

οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

ᾔκαλλ᾽ ἐθώπευ᾽ ἐκολάκευ᾽ ἐξηπάτα

κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·

ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, 50

ἐνθοῦ ῥόφησον ἔντραγ᾽ ἔχε τριώβολον.

βούλει παραθῶ σοι δόρπον; εἶτ᾽ ἀναρπάσας

ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ

Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ᾽ ἐμοῦ

μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, 55

πανουργότατά πως περιδραμὼν ὑφαρπάσας

αὐτὸς παρέθηκε τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην,

ἡμᾶς δ᾽ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην

ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. 60

ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.

ὁ δ᾽ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς

ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα

ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας 65

αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·

ὁρᾶτε τὸν Ὕλαν δι᾽ ἐμὲ μαστιγούμενον;

εἰ μή μ᾽ ἀναπείσετ᾽, ἀποθανεῖσθε τήμερον.

ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. 70

νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,

ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

Νικίας

κράτιστ᾽ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

Δημοσθένης

ἀλλ᾽ οὐχ οἷόν τε τὸν Παφλαγόν᾽ οὐδὲν λαθεῖν·

ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος 75

τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ ἓτερον ἐν τἠκκλησίᾳ.

τοσόνδε δ᾽ αὐτοῦ βῆμα διαβεβηκότος

ὁ πρωκτός ἐστιν αὐτόχρημ᾽ ἐν Χάοσιν,

τὼ χεῖρ᾽ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ᾽ ἐν Κλωπιδῶν.

Νικίας

κράτιστον οὖν νῷν ἀποθανεῖν. 80

Δημοσθένης

ἀλλὰ σκόπει,

ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

Νικίας

πῶς δῆτα πῶς γένοιτ᾽ ἂν ἀνδρικώτατα;

βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.

ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Δημοσθένης

μὰ Δί᾽ ἀλλ᾽ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. 85

ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

Νικίας

ἰδού γ᾽ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;

πῶς δ᾽ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ᾽ ἀνήρ;

Δημοσθένης

ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.

οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; 90

οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;

ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε

πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας

εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.

ἀλλ᾽ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, 95

τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

οἴμοι τί ποθ᾽ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;

Δημοσθένης

ἀγάθ᾽· ἀλλ᾽ ἔνεγκ᾽· ἐγὼ δὲ κατακλινήσομαι.

ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω

βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. 100

Νικίας

ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν

κλέπτων τὸν οἶνον.

Δημοσθένης

εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

Νικίας

ἐπίπαστα λείξας δημιόπραθ᾽ ὁ βάσκανος

ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

Δημοσθένης

ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν 105

σπονδήν.

Νικίας

λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

Δημοσθένης

ἕλχ᾽ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν.

Νικίας

εἴπ᾽, ἀντιβολῶ, τί ἔστι;

Δημοσθένης

τοὺς χρησμοὺς ταχὺ

κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, 110

ἕως καθεύδει.

Νικίας

ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος

δέδοιχ᾽ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δημοσθένης

φέρε νυν ἐγὼ μ᾽ αὐτῷ προσαγάγω τὸν χοᾶ.

τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας

ὡς μεγάλ᾽ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, 115

ὥστ᾽ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,

ὅνπερ μάλιστ᾽ ἐφύλαττεν.

Δημοσθένης

ὦ σοφώτατε.

φέρ᾽ αὐτὸν ἵν᾽ ἀναγνῶ· σὺ δ᾽ ἔγχεον πιεῖν

ἀνύσας τι. φέρ᾽ ἴδω τί ἄρ᾽ ἔνεστιν αὐτόθι.

ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. 120

Νικίας

ἰδού. τί φησ᾽ ὁ χρησμός;

Δημοσθένης

ἑτέραν ἔγχεον.

Νικίας

ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;

Δημοσθένης

ὦ Βάκι.

Νικίας

τί ἔστι;

Δημοσθένης

δὸς τὸ ποτήριον ταχύ.

Νικίας

πολλῷ γ᾽ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

Δημοσθένης

ὦ μιαρὲ Παφλαγὼν ταῦτ᾽ ἄρ᾽ ἐφυλάττου πάλαι, 125

τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;

Νικίας

τιή;

Δημοσθένης

ἐνταῦθ᾽ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νικίας

καὶ πῶς;

Δημοσθένης

ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει

ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,

ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. 130

Νικίας

εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.

Δημοσθένης

μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

Νικίας

δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

Δημοσθένης

κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος

αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ᾽ ἀπόλλυται. 135

ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,

ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.

Νικίας

τὸν προβατοπώλην ἦν ἄρ᾽ ἀπολέσθαι χρεὼν

ὑπὸ βυρσοπώλου;

Δημοσθένης

νὴ Δί᾽.

Νικίας

οἴμοι δείλαιος.

πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος; 140

Δημοσθένης

ἔτ᾽ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

Νικίας

εἴπ᾽, ἀντιβολῶ, τίς ἐστιν;

Δημοσθένης

εἴπω;

Νικίας

νὴ Δία.

Δημοσθένης

ἀλλαντοπώλης ἔσθ᾽ ὁ τοῦτον ἐξολῶν.

Νικίας

ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.

φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; 145

Δημοσθένης

ζητῶμεν αὐτόν.

Νικίας

ἀλλ᾽ ὁδὶ προσέρχεται

ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.

Δημοσθένης

ὦ μακάριε

ἀλλαντοπῶλα, δεῦρο δεῦρ᾽ ὦ φίλτατε

ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Ἀλλαντοπώλης

τί ἔστι; τί με καλεῖτε; 150

Δημοσθένης

δεῦρ᾽ ἔλθ᾽, ἵνα πύθῃ

ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νικίας

ἴθι δὴ κάθελ᾽ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ

τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·

ἐγὼ δ᾽ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δημοσθένης

ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· 155

ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

Ἀλλαντοπώλης

ἰδού· τί ἔστιν;

Δημοσθένης

ὦ μακάρι᾽ ὦ πλούσιε,

ὦ νῦν μὲν οὐδεὶς αὔριον δ᾽ ὑπέρμεγας,

ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

Ἀλλαντοπώλης

τί μ᾽ ὦγάθ᾽ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας 160

πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δημοσθένης

ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.

τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;

Ἀλλαντοπώλης

ὁρῶ.

Δημοσθένης

τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· 165

βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,

δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.

Ἀλλαντοπώλης

ἐγώ;

Δημοσθένης

σὺ μέντοι· κοὐδέπω γε πάνθ᾽ ὁρᾷς.

ἀλλ᾽ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ

καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. 170

Ἀλλαντοπώλης

καθορῶ.

Δημοσθένης

τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;

Ἀλλαντοπώλης

ἔγωγε.

Δημοσθένης

πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;

ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ᾽ ἐς Καρίαν

τὸν δεξιόν, τὸν δ᾽ ἕτερον ἐς Καρχηδόνα.

Ἀλλαντοπώλης

εὐδαιμονήσω δ᾽ εἰ διαστραφήσομαι; 175

Δημοσθένης

οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.

γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,

ἀνὴρ μέγιστος.

Ἀλλαντοπώλης

εἰπέ μοι καὶ πῶς ἐγὼ

ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;

Δημοσθένης

δι᾽ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, 180

ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

Ἀλλαντοπώλης

οὐκ ἀξιῶ ᾽γὼ ᾽μαυτὸν ἰσχύειν μέγα.

Δημοσθένης

οἴμοι τί ποτ᾽ ἔσθ᾽ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;

ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.

μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; 185

Ἀλλαντοπώλης

μὰ τοὺς θεοὺς

εἰ μὴ ᾽κ πονηρῶν γ᾽.

Δημοσθένης

ὦ μακάριε τῆς τύχης

ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.

Ἀλλαντοπώλης

ἀλλ᾽ ὦγάθ᾽ οὐδὲ μουσικὴν ἐπίσταμαι

πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

Δημοσθένης

τουτὶ μόνον σ᾽ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. 190

ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ

ἔτ᾽ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,

ἀλλ᾽ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς

ἅ σοι διδόασ᾽ ἐν τοῖς λογίοισιν οἱ θεοί.

Ἀλλαντοπώλης

πῶς δῆτά φησ᾽ ὁ χρησμός; 195

Δημοσθένης

εὖ νὴ τοὺς θεοὺς

καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·

ἀλλ᾽ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης

γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,

δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,

κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, 200

αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

Ἀλλαντοπώλης

πῶς οὖν πρὸς ἐμὲ ταῦτ᾽ ἐστίν; ἀναδίδασκέ με.

Δημοσθένης

βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ᾽ οὑτοσί.

Ἀλλαντοπώλης

τί δ᾽ ἀγκυλοχήλης ἐστίν;

Δημοσθένης

αὐτό που λέγει,

ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. 205

Ἀλλαντοπώλης

ὁ δράκων δὲ πρὸς τί;

Δημοσθένης

τοῦτο περιφανέστατον.

ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ᾽ ἀλλᾶς αὖ μακρόν.

εἶθ᾽ αἱματοπώτης ἔσθ᾽ ὅ τ᾽ ἀλλᾶς χὠ δράκων·

τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον

ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. 210

Ἀλλαντοπώλης

τὰ μὲν λόγι᾽ αἰκάλλει με· θαυμάζω δ᾽ ὅπως

τὸν δῆμον οἷός τ᾽ ἐπιτροπεύειν εἴμ᾽ ἐγώ.

Δημοσθένης

φαυλότατον ἔργον· ταῦθ᾽ ἅπερ ποιεῖς ποίει·

τάραττε καὶ χόρδευ᾽ ὁμοῦ τὰ πράγματα

ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ 215

ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.

τὰ δ᾽ ἄλλα σοι πρόσεστι δημαγωγικά,

φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·

ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·

χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. 220

ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·

χὤπως ἀμυνεῖ τὸν ἄνδρα.

Ἀλλαντοπώλης

καὶ τίς ξύμμαχος

γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι

δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.

Δημοσθένης

ἀλλ᾽ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι 225

μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,

καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,

καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,

κἀγὼ μετ᾽ αὐτῶν χὠ θεὸς ξυλλήψεται.

καὶ μὴ δέδιθ᾽· οὐ γάρ ἐστιν ἐξῃκασμένος, 230

ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν

τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν

γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.

Κλέων

οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, 235

ὁτιὴ ᾽πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.

τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

οὐκ ἔσθ᾽ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.

ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.

Δημοσθένης

οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα 240

ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.

Δημοσθένης

ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,

ὦ Παναίτι᾽ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;

ἅνδρες ἐγγύς. ἀλλ᾽ ἀμύνου κἀπαναστρέφου πάλιν.

ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. 245

ἀλλ᾽ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

Χορός Ἱππεῶν

παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον

καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,

καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ᾽ ἐρῶ.

καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. 250

ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα

καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·

εὐλαβοῦ δὲ μὴ ᾽κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,

ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.

Κλέων

ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, 255

οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,

παραβοηθεῖθ᾽, ὡς ὑπ᾽ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.

Χορός

ἐν δίκῃ γ᾽, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,

κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,

ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, 260

κἄν τιν᾽ αὐτῶν γνῷς ἀπράγμον᾽ ὄντα καὶ κεχηνότα,

καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας

εἶτ᾽ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·

καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,

πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. 265

Κλέων

ξυνεπίκεισθ᾽ ὑμεῖς; ἐγὼ δ᾽ ἄνδρες δι᾽ ὑμᾶς τύπτομαι,

ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει

ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.

Χορός

ὡς δ᾽ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ᾽ ὑπέρχεται

ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται; 270

ἀλλ᾽ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·

ἢν δ᾽ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.

Κλέων

ὦ πόλις καὶ δῆμ᾽ ὑφ᾽ οἵων θηρίων γαστρίζομαι.

Χορός

καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;

Κλέων

ἀλλ᾽ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. 275

Χορός

ἀλλ᾽ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·

ἢν δ᾽ ἀναιδείᾳ παρέλθῃ σ᾽, ἡμέτερος ὁ πυραμοῦς.

Κλέων

τουτονὶ τὸν ἄνδρ᾽ ἐγὼ ᾽νδείκνυμι, καὶ φήμ᾽ ἐξάγειν

ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.

Ἀλλαντοπώλης

ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ 280

ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.

Δημοσθένης

νὴ Δί᾽ ἐξάγων γε τἀπόρρηθ᾽, ἅμ᾽ ἄρτον καὶ κρέας

καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.

Κλέων

ἀποθανεῖσθον αὐτίκα μάλα.

Ἀλλαντοπώλης

τριπλάσιον κεκράξομαί σου. 285

Κλέων

καταβοήσομαι βοῶν σε.

Ἀλλαντοπώλης

κατακεκράξομαί σε κράζων.

Κλέων

διαβαλῶ σ᾽ ἐὰν στρατηγῇς.

Ἀλλαντοπώλης

κυνοκοπήσω σου τὸ νῶτον.

Κλέων

περιελῶ σ᾽ ἀλαζονείαις. 290

Ἀλλαντοπώλης

ὑποτεμοῦμαι τὰς ὁδούς σου.

Κλέων

βλέψον ἔς μ᾽ ἀσκαρδάμυκτος.

Ἀλλαντοπώλης

ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.

Κλέων

διαφορήσω σ᾽ εἴ τι γρύξει.

Ἀλλαντοπώλης

κοπροφορήσω σ᾽ εἰ λαλήσεις. 295

Κλέων

ὁμολογῶ κλέπτειν· σὺ δ᾽ οὐχί.

Ἀλλαντοπώλης

νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,

κἀπιορκῶ γε βλεπόντων.

Κλέων

ἀλλότρια τοίνυν σοφίζει,

καὶ φανῶ σε τοῖς πρυτάνεσιν 300

ἀδεκατεύτους τῶν θεῶν ἱερὰς

ἔχοντα κοιλίας.

Χορός

ὦ μιαρὲ καὶ βδελυρὲ καὶ κεκράκτα, τοῦ σοῦ θράσους

πᾶσα μὲν γῆ πλέα, πᾶσα δ᾽ ἐκκλησία, καὶ τέλη 305

καὶ γραφαὶ καὶ δικαστήρι᾽, ὦ βορβοροτάραξι καὶ

τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς, 310

ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,

κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν. 313

Κλέων

οἶδ᾽ ἐγὼ τὸ πρᾶγμα τοῦθ᾽ ὅθεν πάλαι καττύεται.

Ἀλλαντοπώλης

εἰ δὲ μὴ σύ γ᾽ οἶσθα κάττυμ᾽, οὐδ᾽ ἐγὼ χορδεύματα, 315

ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς

τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,

καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.

Δημοσθένης

νὴ Δία κἀμὲ τοῦτ᾽ ἔδρασε ταὐτόν, ὥστε κατάγελων

πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν· 320

πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.

Χορός

ἆρα δῆτ᾽ οὐκ ἀπ᾽ ἀρχῆς ἐδήλους ἀναίδειαν,

ἥπερ μόνη προστατεῖ ῥητόρων; 325

ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,

πρῶτος ὤν· ὁ δ᾽ Ἱπποδάμου λείβεται θεώμενος.

ἀλλ᾽ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ

σοῦ μιαρώτερος, ὥστε με χαίρειν,

ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, 330

πανουργίᾳ τε καὶ θράσει

καὶ κοβαλικεύμασιν.

ἀλλ᾽ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,

νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.

Ἀλλαντοπώλης

καὶ μὴν ἀκούσαθ᾽ οἷός ἐστιν οὑτοσὶ πολίτης. 335

Κλέων

οὐκ αὖ μ᾽ ἐάσεις;

Ἀλλαντοπώλης

μὰ Δί᾽ ἐπεὶ κἀγὼ πονηρός εἰμι.

Χορός

ἐὰν δὲ μὴ ταύτῃ γ᾽ ὑπείκῃ, λέγ᾽ ὅτι κἀκ πονηρῶν.

Κλέων

οὐκ αὖ μ᾽ ἐάσεις;

Ἀλλαντοπώλης

μὰ Δία.

Κλέων

ναὶ μὰ Δία.

Ἀλλαντοπώλης

μὰ τὸν Ποσειδῶ.

ἀλλ᾽ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

Κλέων

οἴμοι διαρραγήσομαι. 340

Ἀλλαντοπώλης

καὶ μὴν ἐγὼ οὐ παρήσω.

Χορός

πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.

Κλέων

τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;

Ἀλλαντοπώλης

ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.

Κλέων

ἰδοὺ λέγειν. καλῶς γ᾽ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι

ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. 345

ἀλλ᾽ οἶσθ᾽ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.

εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,

τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,

ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ᾽ ἀνιῶν,

ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. 350

Ἀλλαντοπώλης

τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ

ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;

Κλέων

ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν᾽; ὅστις εὐθὺς

θύννεια θερμὰ καταφαγών, κᾆτ᾽ ἐπιπιὼν ἀκράτου

οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. 355

Ἀλλαντοπώλης

ἐγὼ δέ γ᾽ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν

καταβροχθίσας κᾆτ᾽ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος

λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.

Χορός

τὰ μὲν ἄλλα μ᾽ ἤρεσας λέγων·. ἓν δ᾽ οὐ προσίεταί με,

τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. 360

Κλέων

ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.

Ἀλλαντοπώλης

ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.

Κλέων

ἐγὼ δ᾽ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.

Ἀλλαντοπώλης

ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.

Κλέων

ἐγὼ δέ γ᾽ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. 365

Χορός

νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ᾽, ἤνπερ γε τοῦτον ἕλκῃς.

Κλέων

οἷόν σε δήσω <᾽ν> τῷ ξύλῳ.

Ἀλλαντοπώλης

διώξομαί σε δειλίας.

Κλέων

ἡ βύρσα σου θρανεύσεται.

Ἀλλαντοπώλης

δερῶ σε θύλακον κλοπῆς. 370

Κλέων

διαπατταλευθήσει χαμαί.

Ἀλλαντοπώλης

περικόμματ᾽ ἔκ σου σκευάσω.

Κλέων

τὰς βλεφαρίδας σου παρατιλῶ.

Ἀλλαντοπώλης

τὸν πρηγορεῶνά σοὐκτεμῶ.

Δημοσθένης

καὶ νὴ Δί᾽ ἐμβαλόντες αὐτῷ 375

πάτταλον μαγειρικῶς

ἐς τὸ στόμ᾽, εἶτα δ᾽ ἔνδοθεν

τὴν γλῶτταν ἐξείραντες αὐτοῦ

σκεψόμεσθ᾽ εὖ κἀνδρικῶς

κεχηνότος 380

τὸν πρωκτὸν εἰ χαλαζᾷ.

Χορός

ἦν ἄρα πυρός γ᾽ ἕτερα θερμότερα καὶ λόγων

ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμ᾽ 385

ἦν ἄρ᾽ οὐ φαῦλον ὧδ᾽. . . ἀλλ᾽ ἔπιθι καὶ στρόβει,

μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·

ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,

δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. 390

Ἀλλαντοπώλης

ἀλλ᾽ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,

κᾆτ᾽ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.

νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,

ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.

Κλέων

οὐ δέδοιχ᾽ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον 395

καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.

Χορός

ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι

τοῦ χρώματος τοῦ παρεστηκότος.

εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, 400

καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

ὦ περὶ πάντ᾽ ἐπὶ πᾶσί τε πράγμασι

δωροδόκοισιν ἐπ᾽ ἄνθεσιν ἵζων,

εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.

ᾄσαιμι γὰρ τότ᾽ ἂν μόνον, 405

πῖνε πῖν᾽ ἐπὶ συμφοραῖς.

τὸν Ἰουλίου τ᾽ ἂν οἴομαι γέροντα πυροπίπην

ἡσθέντ᾽ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.

Κλέων

οὔτοί μ᾽ ὑπερβαλεῖσθ᾽ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,

ἢ μή ποτ᾽ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. 410

Ἀλλαντοπώλης

ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ᾽πὶ πολλοῖς

ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,

ὑπερβαλεῖσθαί σ᾽ οἴομαι τούτοισιν, ἢ μάτην γ᾽ ἂν

ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.

Κλέων

ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν 415

κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;

Ἀλλαντοπώλης

καὶ νὴ Δί᾽ ἄλλα γ᾽ ἐστί μου κόβαλα παιδὸς ὄντος.

ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·

σκέψασθε παῖδες· οὐχ ὁρᾶθ᾽; ὥρα νέα, χελιδών.

οἱ δ᾽ ἔβλεπον, κἀγὼ ᾽ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. 420

Χορός

ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·

ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

Ἀλλαντοπώλης

καὶ ταῦτα δρῶν ἐλάνθανόν γ᾽· εἰ δ᾽ οὖν ἴδοι τις αὐτῶν,

ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·

ὥστ᾽ εἶπ᾽ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· 425

οὐκ ἔσθ᾽ ὅπως ὁ παῖς ὅδ᾽ οὐ τὸν δῆμον ἐπιτροπεύσει.

Χορός

εὖ γε ξυνέβαλεν αὔτ᾽· ἀτὰρ δῆλόν γ᾽ ἀφ᾽ οὗ ξυνέγνω·

ὁτιὴ ᾽πιώρκεις θ᾽ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.

Κλέων

ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.

ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, 430

ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.

Ἀλλαντοπώλης

ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ᾽ ἀφήσω

κατὰ κῦμ᾽ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.

Δημοσθένης

κἄγωγ᾽, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.

Κλέων

οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ 435

κλέψας Ἀθηναίων.

Δημοσθένης

ἄθρει καὶ τοῦ ποδὸς παρίει·

ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

Ἀλλαντοπώλης

σὲ δ᾽ ἐκ Ποτειδαίας ἔχοντ᾽ εὖ οἶδα δέκα τάλαντα.

Κλέων

τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;

Χορός

ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· 440

τὸ πνεῦμ᾽ ἔλαττον γίγνεται.

Κλέων

φεύξει γραφὰς . . .

ἑκατονταλάντους τέτταρας.

Ἀλλαντοπώλης

σὺ δ᾽ ἀστρατείας γ᾽ εἴκοσιν,

κλοπῆς δὲ πλεῖν ἢ χιλίας.

Κλέων

ἐκ τῶν ἀλιτηρίων σέ φημι 445

γεγονέναι τῶν τῆς θεοῦ.

Ἀλλαντοπώλης

τὸν πάππον εἶναί φημί σου

τῶν δορυφόρων --

Κλέων

ποίων; φράσον.

Ἀλλαντοπώλης

τῶν Βυρσίνης τῆς Ἱππίου.

Κλέων

κόβαλος εἶ. 450

Ἀλλαντοπώλης

πανοῦργος εἶ.

Χορός

παῖ᾽ ἀνδρικῶς.

Κλέων

ἰοὺ ἰού,

τύπτουσί μ᾽ οἱ ξυνωμόται.

Χορός

παῖ᾽ αὐτὸν ἀνδρειότατα, καὶ

γάστριζε καὶ τοῖς ἐντέροις

καὶ τοῖς κόλοις, 455

χὤπως κολᾷ τὸν ἄνδρα.

Χορός

ὦ γεννικώτατον κρέας ψυχήν τ᾽ ἄριστε πάντων,

καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,

ὡς εὖ τὸν ἄνδρα ποικίλως θ᾽ ὑπῆλθες ἐν λόγοισιν.

πῶς ἄν σ᾽ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; 460

Κλέων

ταυτὶ μὰ τὴν Δήμητρά μ᾽ οὐκ ἐλάνθανεν

τεκταινόμενα τὰ πράγματ᾽, ἀλλ᾽ ἠπιστάμην

γομφούμεν᾽ αὐτὰ πάντα καὶ κολλώμενα.

Χορός

οἴμοι σὺ δ᾽ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;

Ἀλλαντοπώλης

οὔκουν μ᾽ ἐν Ἄργει γ᾽ οἷα πράττεις λανθάνει. 465

πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,

ἰδίᾳ δ᾽ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.

καὶ ταῦτ᾽ ἐφ᾽ οἷσίν ἐστι συμφυσώμενα

ἐγᾦδ᾽· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.

Χορός

εὖ γ᾽ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. 470

Ἀλλαντοπώλης

καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ᾽ ἐκεῖθεν αὖ,

καὶ ταῦτά μ᾽ οὔτ᾽ ἀργύριον οὔτε χρυσίον

διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,

ὅπως ἐγὼ ταῦτ᾽ οὐκ Ἀθηναίοις φράσω.

Κλέων

ἐγὼ μὲν οὖν αὐτίκα μάλ᾽ ἐς βουλὴν ἰὼν 475

ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,

καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,

καὶ πάνθ᾽ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,

καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.

Ἀλλαντοπώλης

πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; 480

Κλέων

ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

Χορός

ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;

νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε

ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·

θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, 485

ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ

ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

Ἀλλαντοπώλης

ἀλλ᾽ εἶμι· πρῶτον δ᾽ ὡς ἔχω τὰς κοιλίας

καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.

Δημοσθένης

ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, 490

ἵν᾽ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.

Ἀλλαντοπώλης

ἀλλ᾽ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.

Δημοσθένης

ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.

Ἀλλαντοπώλης

τί δαί;

Δημοσθένης

ἵν᾽ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.

καὶ σπεῦδε ταχέως. 495

Ἀλλαντοπώλης

ταῦτα δρῶ.

Δημοσθένης

μέμνησό νυν

δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,

χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.

Χορός

ἄλλ᾽ ἴθι χαίρων, καὶ πράξειας

κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι

Ζεὺς ἀγοραῖος· καὶ νικήσας 500

αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

ἔλθοις στεφάνοις κατάπαστος.

ὑμεῖς δ᾽ ἡμῖν προσέχετε τὸν νοῦν

τοῖς ἀναπαίστοις,

ὦ παντοίας ἤδη Μούσης 505

πειραθέντες καθ᾽ ἑαυτούς.

Χορός

εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς

ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,

οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ᾽ ἄξιός ἐσθ᾽ ὁ ποιητής,

ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, 510

καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.

ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας

καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ᾽ ἑαυτόν,

ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ

οὐχ ὑπ᾽ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων 515

κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·

πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·

ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας

καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·

τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, 520

ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·

πάσας δ᾽ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων

καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις

οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ᾽ ἥβης,

ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· 525

εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ᾽ ἐπαίνῳ

διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων

ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·

ᾆσαι δ᾽ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,

καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος. 530

νυνὶ δ᾽ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ᾽ οὐκ ἐλεεῖτε,

ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ᾽ ἐνόντος

τῶν θ᾽ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,

ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ᾽ ἀπολωλώς,

ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, 535

καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.

οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,

ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,

ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·

χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δ᾽ οὐχί. 540

ταῦτ᾽ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν

ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,

κᾆτ᾽ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,

κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,

ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, 545

αἴρεσθ᾽ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ᾽ ἐφ᾽ ἕνδεκα κώπαις

Χορός

θόρυβον χρηστὸν ληναΐτην,

ἵν᾽ ὁ ποιητὴς ἀπίῃ χαίρων

κατὰ νοῦν πράξας,

φαιδρὸς λάμποντι μετώπῳ. 550

Χορός

ἵππι᾽ ἄναξ Πόσειδον, ᾧ

χαλκοκρότων ἵππων κτύπος

καὶ χρεμετισμὸς ἁνδάνει

καὶ κυανέμβολοι θοαὶ

μισθοφόροι τριήρεις, 555

μειρακίων θ᾽ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν

καὶ βαρυδαιμονούντων,

δεῦρ᾽ ἔλθ᾽ ἐς χορὸν ὦ χρυσοτρίαιν᾽ ὦ

δελφίνων μεδέων Σουνιάρατε, 560

ὦ Γεραίστιε παῖ Κρόνου,

Φαρμίωνί τε φίλτατ᾽ ἐκ

τῶν ἄλλων τε θεῶν Ἀθηναίοις

πρὸς τὸ παρεστός.

Χορός

εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι 565

ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,

οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ

πανταχοῦ νικῶντες ἀεὶ τήνδ᾽ ἐκόσμησαν πόλιν·

οὐ γὰρ οὐδεὶς πώποτ᾽ αὐτῶν τοῦς ἐναντίους ἰδὼν

ἠρίθμησεν, ἀλλ᾽ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· 570

εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,

τοῦτ᾽ ἀπεψήσαντ᾽ ἄν, εἶτ᾽ ἠρνοῦντο μὴ πεπτωκέναι,

ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ᾽ ἂν εἷς

τῶν πρὸ τοῦ σίτησιν ᾔτησ᾽ ἐρόμενος Κλεαίνετον·

νῦν δ᾽ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, 575

οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ᾽ ἀξιοῦμεν τῇ πόλει

προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.

καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·

ἤν ποτ᾽ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,

μὴ φθονεῖθ᾽ ἡμῖν κομῶσι μηδ᾽ ἀπεστλεγγισμένοις. 580

Χορός

Ὦ πολιοῦχε Παλλάς, ὦ

τῆς ἱερωτάτης ἁπασῶν

πολέμῳ τε καὶ ποιηταῖς

δυνάμει θ᾽ ὑπερφερούσης

μεδέουσα χώρας, 585

δεῦρ᾽ ἀφικοῦ λαβοῦσα τὴν

ἐν στρατιαῖς τε καὶ μάχαις

ἡμετέραν ξυνεργὸν

Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα

τοῖς τ᾽ ἐχθροῖσι μεθ᾽ ἡμῶν στασιάζει. 590

νῦν οὖν δεῦρο φάνηθι· δεῖ

γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ

τέχνῃ πορίσαι σε νίκην

εἴπερ ποτὲ καὶ νῦν.

Χορός

ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ᾽ ἐπαινέσαι. 595

ἄξιοι δ᾽ εἴσ᾽ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα

ξυνδιήνεγκαν μεθ᾽ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.

ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,

ὡς ὅτ᾽ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,

πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· 600

εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ

ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;

ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;

ἐξεπήδων τ᾽ ἐς Κόρινθον· εἶτα δ᾽ οἱ νεώτεροι

ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· 605

ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,

εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·

ὥστ᾽ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,

δεινά γ᾽ ὦ Πόσειδον εἰ μήτ᾽ ἐν βυθῷ δυνήσομαι

μήτε γῇ μήτ᾽ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας. 610

Χορός

ὦ φίλτατ᾽ ἀνδρῶν καὶ νεανικώτατε.

ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·

καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,

ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ᾽ ἠγωνίσω.

Ἀλλαντοπώλης

τί δ᾽ ἄλλο γ᾽ εἰ μὴ Νικόβουλος ἐγενόμην; 615

Χορός

νῦν ἄρ᾽ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.

ὦ καλὰ λέγων πολὺ δ᾽ ἀμείνον᾽ ἔτι τῶν λόγων

ἐργασάμεν᾽, εἴθ᾽ ἐπέλθοις

ἅπαντά μοι σαφῶς·

ὡς ἐγώ μοι δοκῶ 620

κἂν μακρὰν ὁδὸν διελθεῖν

ὥστ᾽ ἀκοῦσαι. πρὸς τάδ᾽ ὦ βέλτιστε

θαρρήσας λέγ᾽, ὡς, ἅπαντες

ἡδόμεσθά σοι. 623β

Ἀλλαντοπώλης

καὶ μὴν ἀκοῦσαί γ᾽ ἄξιον τῶν πραγμάτων.

εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ ἱέμην· 625

ὁ δ᾽ ἄρ᾽ ἔνδον ἐλασίβροντ᾽ ἀναρρηγνὺς ἔπη

τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,

κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων

πιθανώταθ᾽· ἡ βουλὴ δ᾽ ἅπασ᾽ ἀκροωμένη

ἐγένεθ᾽ ὑπ᾽ αὐτοῦ ψευδατραφάξυος πλέα, 630

κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ ἀνέσπασεν.

κἄγωγ᾽ ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους

καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,

ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ᾽ ἐγώ,

Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, 635

ἀγορά τ᾽ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,

νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε

φωνήν τ᾽ ἀναιδῆ. ταῦτα φροντίζοντί μοι

ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.

κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν 640

τὴν κιγκλίδ᾽ ἐξήραξα κἀναχανὼν μέγα

ἀνέκραγον· ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων

εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·

ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,

οὐπώποτ᾽ ἀφύας εἶδον ἀξιωτέρας. 645

τῶν δ᾽ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·

εἶτ᾽ ἐστεφάνουν μ᾽ εὐαγγέλια· κἀγὼ φρασα

αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,

ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,

τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. 650

οἱ δ᾽ ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ ἐκεχήνεσαν.

ὁ δ᾽ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα

οἶς ἥδεθ᾽ ἡ βουλὴ μάλιστα ῥήμασιν,

γνώμην ἔλεξεν· ἄνδρες, ἤδη μοι δοκεῖ

ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις 655

εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.

ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.

κἄγωγ᾽ ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος,

διακοσίαισι βουσὶν ὑπερηκόντισα,

τῇ δ᾽ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα 660

εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,

αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.

ἐκαραδόκησεν εἰς ἔμ᾽ ἡ βουλὴ πάλιν.

ὁ δὲ ταῦτ᾽ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.

κᾆθ᾽ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. 665

οἱ δ᾽ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·

ὁ δ᾽ ἠντεβόλει γ᾽ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,

ἵν᾽ ἅτθ᾽ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει

πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.

οἱ δ᾽ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· 670

νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ ὦ μέλε

ᾔσθοντο τὰς ἀφύας παρ᾽ ἡμῖν ἀξίας.

οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.

ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·

εἶθ᾽ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. 675

ἐγὼ δὲ τὰ κορίανν᾽ ἐπριάμην ὑποδραμὼν

ἅπαντα τά τε γήτεἰ ὅσ᾽ ἦν ἐν τἀγορᾷ·

ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα

ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.

οἱ δ᾽ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με 680

ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην

ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.

Χορός

πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·

ηὗρε δ᾽ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις

μείζοσι κεκασμένον 685

καὶ δόλοισι ποικίλοις

ῥήμασίν θ᾽ αἱμύλοις.

ἀλλ᾽ ὅπως ἀγωνιεῖ φρόντιζε

τἀπίλοιπ᾽ ἄριστα·

συμμάχους δ᾽ ἡμᾶς ἔχων εὔνους

ἐπίστασαι πάλαι. 690

Ἀλλαντοπώλης

καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,

ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,

ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.

Κλέων

εἰ μή σ᾽ ἀπολέσαιμ᾽, εἴ τι τῶν αὐτῶν ἐμοὶ

ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ. 695

Ἀλλαντοπώλης

ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,

ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.

Κλέων

οὔτοι μὰ τὴν Δήμητρ᾽, ἐὰν μή σ᾽ ἐκφάγω

ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.

Ἀλλαντοπώλης

ἣν μὴ κ᾽φάγῃς; ἐγὼ δέ γ᾽, ἢν μή σ᾽ ἐκπίω 700

κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.

Κλέων

ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.

Ἀλλαντοπώλης

ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σ᾽ ἐγὼ

ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.

Κλέων

ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν. 705

Ἀλλαντοπώλης

ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;

ἐπὶ τῷ φάγοις ἥδιστ᾽ ἄν; ἐπὶ βαλλαντίῳ;

Κλέων

ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.

Ἀλλαντοπώλης

ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.

Κλέων

ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην. 710

Ἀλλαντοπώλης

κἀγὼ δέ σ᾽ ἕλξω καὶ διαβαλῶ πλείονα.

Κλέων

ἀλλ᾽ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·

ἐγὼ δ᾽ ἐκείνου καταγελῶ γ᾽ ὅσον θέλω.

Ἀλλαντοπώλης

ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.

Κλέων

ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται. 715

Ἀλλαντοπώλης

κᾆθ᾽ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.

μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,

αὐτὸς δ᾽ ἐκείνου τριπλάσιον κατέσπακας.

Κλέων

καὶ νὴ Δί᾽ ὑπό γε δεξιότητος τῆς ἐμῆς

δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν. 720

Ἀλλαντοπώλης

χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.

Κλέων

οὐκ ὦγάθ᾽ ἐν βουλῇ με δόξεις καθυβρίσαι.

ἴωμεν ἐς τὸν δῆμον.

Ἀλλαντοπώλης

οὐδὲν κωλύει·

ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

Κλέων

ὦ Δῆμε δεῦρ᾽ ἔξελθε. 725

Ἀλλαντοπώλης

νὴ Δί᾽ ὦ πάτερ

ἔξελθε δῆτ᾽.

Κλέων

ὦ Δημίδιον <ὦ> φίλτατον

ἔξελθ᾽, ἵν᾽ εἰδῇς οἷα περιυβρίζομαι.

Δῆμος

τίνες οἱ βοῶντες; οὐκ ἄπιτ᾽ ἀπὸ τῆς θύρας;

τὴν εἰρεσιώνην μου κατεσπαράξατε.

τίς ὦ Παφλαγὼν ἀδικεῖ σε; 730

Κλέων

διὰ σὲ τύπτομαι

ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

Δῆμος

τιή;

Κλέων

ὁτιὴ φιλῶ σ᾽ ὦ Δῆμ᾽ ἐραστής τ᾽ εἰμὶ σός.

Δῆμος

σὺ δ᾽ εἶ τίς ἐτεόν;

Ἀλλαντοπώλης

ἀντεραστὴς τουτουί,

ἐρῶν πάλαι σου βουλόμενός τέ σ᾽ εὖ ποιεῖν,

ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. 735

ἀλλ᾽ οὐχ οἷοί τ᾽ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ

ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·

τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,

σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις

καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.· 740

Κλέων

εὖ γὰρ ποιῶ τὸν δῆμον.

Ἀλλαντοπώλης

εἰπέ νυν τί δρῶν;

Κλέων

ὅ τι; τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου,

πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

Ἀλλαντοπώλης

ἐγὼ δὲ περιπατῶν γ᾽ ἀπ᾽ ἐργαστηρίου

ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. 745

Κλέων

καὶ μὴν ποιήσας αὐτίκα μάλ᾽ ἐκκλησίαν

ὦ Δῆμ᾽ ἵν᾽ εἰδῇς ὁπότερος νῷν ἐστί σοι

εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

Ἀλλαντοπώλης

ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ᾽ν τῇ πυκνί.

Δῆμος

οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. 750

ἀλλ᾽ ἐς τὸ πρόσθε. χρὴ παρεῖν᾽ ἐς τὴν πύκνα.

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων ὡς ἀπόλωλ᾽. ὁ γὰρ γέρων

οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,

ὅταν δ᾽ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,

κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. 755

Χορός

νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,

καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους

ὅτοισι τόνδ᾽ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ

κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.

πρὸς ταῦθ᾽ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα. 760

Χορός

ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ

τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

Κλέων

τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ

εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, 765

ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·

εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,

ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.

Ἀλλαντοπώλης

κἄγωγ᾽ ὦ Δῆμ᾽, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς

ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, 770

ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,

καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.

Κλέων

καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;

ὃς πρῶτα μὲν ἡνίκ᾽ ἐβούλευον σοὶ χρήματα πλεῖστ᾽ ἀπέδειξα

ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ᾽ ἄγχων τοὺς δὲ μεταιτῶν, 775

οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.

Ἀλλαντοπώλης

τοῦτο μὲν ὦ Δῆμ᾽ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.

ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.

ὡς δ᾽ οὐχὶ φιλεῖ σ᾽ οὐδ᾽ ἔστ᾽ εὔνους, τοῦτ᾽ αὐτό σε πρῶτα διδάξω,

ἀλλ᾽ ἢ διὰ τοῦτ᾽ αὔθ᾽ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. 780

σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,

καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,

ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,

οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ᾽ ἐπαναίρου,

κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι. 785

Δῆμος

ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;

τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

Κλέων

ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.

Ἀλλαντοπώλης

καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.

Κλέων

καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων 790

ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

Ἀλλαντοπώλης

καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ᾽ ἐν ταῖς φιδάκναισι

καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,

ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος

τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ᾽ ἀπελαύνεις 795

ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

Κλέων

ἵνα γ᾽ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν

ὡς τοῦτον δεῖ ποτ᾽ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,

ἢν ἀναμείνῃ· πάντως δ᾽ αὐτὸν θρέψω γ᾽ὼ καὶ θεραπεύσω,

ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει. 800

Ἀλλαντοπώλης

οὐχ ἵνα γ᾽ ἄρξῃ μὰ Δί᾽ Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ ἵνα μᾶλλον

σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος

ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,

ἀλλ᾽ ὑπ᾽ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.

ἢν δέ ποτ᾽ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, 805

καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,

γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·

εἶθ᾽ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.

ἃ σὺ γιγνώσκων τόνδ᾽ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.

Κλέων

οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ᾽ ἔστ᾽ ἐμὲ καὶ διαβάλλειν 810

πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ

νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

Ἀλλαντοπώλης

ὦ πόλις Ἄργους κλύεθ᾽ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;

ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,

καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, 815

ἀφελών τ᾽ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·

σὺ δ᾽ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι

διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.

κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ᾽ Ἀχιλλείων ἀπομάττει.

Κλέων

οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ᾽ ἐστίν μ᾽ ὑπὸ τούτου, 820

ὁτιή σε φιλῶ;

Δῆμος

παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.

πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.

Ἀλλαντοπώλης

μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,

Ἀλλαντοπώλης

ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς

τῶν εὐθυνῶν ἐκκαυλίζων 825

καταβροχθίζει, κἀμφοῖν χειροῖν

μυστιλᾶται τῶν δημοσίων.

Κλέων

οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ᾽

αἱρήσω γ᾽ὼ τρεῖς μυριάδας.

Ἀλλαντοπώλης

τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, 830

μιαρώτατος ὢν περὶ τὸν δῆμον

τὸν Ἀθηναίων; καί σ᾽ ἐπιδείξω

νὴ τὴν Δήμητρ᾽, ἢ μὴ ζῴην,

δωροδοκήσαντ᾽ ἐκ Μυτιλήνης

πλεῖν ἢ μνᾶς τετταράκοντα. 835

Χορός

ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,

ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ᾽ ἐποίσεις,

μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις

τἀν τῇ πόλει τῶν ξυμμάχων τ᾽ ἄρξεις ἔχων τρίαιναν,

ᾗ πολλὰ χρήματ᾽ ἐργάσει σείων τε καὶ ταράττων. 840

Χορός

καὶ μὴ μεθῇς τὸν ἄνδρ᾽, ἐπειδή σοι λαβὴν δέδωκεν·

κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.

Κλέων

οὐκ ὦγαθοὶ ταῦτ᾽ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.

ἐμοὶ γάρ ἐστ᾽ εἰργασμένον τοιοῦτον ἔργον ὥστε

ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, 845

ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

Ἀλλαντοπώλης

ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.

οὐ γάρ σ᾽ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας

ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.

ἀλλ᾽ ἐστὶ τοῦτ᾽ ὦ Δῆμε μηχάνημ᾽, ἵν᾽ ἢν σὺ βούλῃ 850

τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ᾽γένηται.

ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν

νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι

καὶ τυροπῶλαι· τοῦτο δ᾽ εἰς ἕν ἐστι συγκεκυφός,

ὥστ᾽ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, 855

νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες

τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

Δῆμος

οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε

ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

Κλέων

ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽ οἰηθῇς 860

ἐμοῦ ποθ᾽ εὑρήσειν φίλον βελτίον᾽· ὅστις εἷς ὢν

ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽ οὐ λέληθεν οὐδὲν

ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽ εὐθέως κέκραγα.

Ἀλλαντοπώλης

ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.

ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· 865

ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,

αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.

ἓν δ᾽ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν

ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ

ταῖς ἐμβάσιν φάσκων φιλεῖν; 870

Δῆμος

οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

Ἀλλαντοπώλης

ἔγνωκας οὖν δῆτ᾽ αὐτὸν οἷός ἐστιν; ἀλλ᾽ ἐγώ σοι

ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

Δῆμος

κρίνω σ᾽ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ ἄριστον

εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

Κλέων

οὐ δεινὸν οὖν δῆτ᾽ ἐμβάδας τοσουτονὶ δύνασθαι, 875

ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις

ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.

Ἀλλαντοπώλης

οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν

παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ᾽ ὅπως ἐκείνους

οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται. 880

τονδὶ δ᾽ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον

οὐπώποτ᾽ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας

χειμῶνος ὄντος· ἀλλ᾽ ἐγώ σοι τουτονὶ δίδωμι.

Δῆμος

τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ᾽ ἐπενόησεν.

καίτοι σοφὸν κἀκεῖν᾽ ὁ Πειραιεύς· ἔμοιγε μέντοι 885

οὐ μεῖζον εἶναι φαίνετ᾽ ἐξεύρημα τοῦ χιτῶνος.

Κλέων

οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.

Ἀλλαντοπώλης

οὔκ, ἀλλ᾽ ὅπερ πίνων ἀνὴρ πέπονθ᾽ ὅταν χεσείῃ,

τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.

Κλέων

ἀλλ᾽ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν 890

προσαμφιῶ τοδί· σὺ δ᾽ οἴμωζ᾽ ὦ πόνηρ᾽.

Δῆμος

ἰαιβοῖ.

οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;

Ἀλλαντοπώλης

καὶ τοῦτό <γ᾽> ἐπίτηδές σε περιήμπεσχ᾽, ἵνα σ᾽ ἀποπνίξῃ·

καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ᾽ ἐκεῖνον

τοῦ σιλφίου τὸν ἄξιον γενόμενον; 895

Δῆμος

οἶδα μέντοι.

Ἀλλαντοπώλης

ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ᾽ ἄξιον γενέσθαι,

ἵν᾽ ἐσθίοιτ᾽ ὠνούμενοι, κἄπειτ᾽ ἐν ἡλιαίᾳ

βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.

Δῆμος

νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ᾽ εἶπ᾽ ἀνὴρ Κόπρειος.

Ἀλλαντοπώλης

οὐ γὰρ τόθ᾽ ὑμεῖς βδεόμενοι δήπου ᾽γένεσθε πυρροί; 900

Δῆμος

καὶ νὴ Δί᾽ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.

Κλέων

οἵοισί μ᾽ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.

Ἀλλαντοπώλης

ἡ γὰρ θεός μ᾽ ἐκέλευσε νικῆσαί σ᾽ ἀλαζονείαις.

Κλέων

ἀλλ᾽ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν

ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι. 905

Ἀλλαντοπώλης

ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι

τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.

Κλέων

ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.

Ἀλλαντοπώλης

ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.

Κλέων

ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ. 910

Ἀλλαντοπώλης

ἐμοῦ μὲν οὖν.

Κλέων

ἐμοῦ μὲν οὖν.

ἐγώ σε ποιήσω τριηραρχεῖν

<ἀναλίσκοντα τῶν

σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ᾽,

εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις 915

οὐδὲ ναυπηγούμενος·

διαμηχανήσομαί θ᾽ ὅπως

ἂν ἱστίον σαπρὸν λάβῃς.

Χορός

ἁνὴρ παφλάζει, παῦε παῦ᾽,

ὑπερζέων· ὑφελκτέον 920

τῶν δᾳδίων ἀπαρυστέον

τε τῶν ἀπειλῶν ταυτῃί.

Κλέων

δώσεις ἐμοὶ καλὴν δίκην

ἰπούμενος ταῖς ἐσφοραῖς.

ἐγὼ γὰρ ἐς τοὺς πλουσίους 925

σπεύσω σ᾽ ὅπως ἂν ἐγγραφῇς.

Ἀλλαντοπώλης

ἐγὼ δ᾽ ἀπειλήσω μὲν οὐδέν,

εὔχομαι δέ σοι ταδί·

τὸ μὲν τάγηνον τευθίδων

ἐφεστάναι σίζον· σὲ δὲ 930

γνώμην ἐρεῖν μέλλοντα περὶ

Μιλησίων καὶ κερδανεῖν

τάλαντον, ἢν κατεργάσῃ,

σπεύδειν ὅπως τῶν τευθίδων

ἐμπλήμενος φθαίης ἔτ᾽ εἰς 935

ἐκκλησίαν ἐλθών· ἔπειτα

πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,

καὶ σὺ τὸ τάλαντον λαβεῖν

βουλόμενος ἐσθίων

ἐναποπνιγείης. 940

Χορός

εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.

Δῆμος

κἀμοὶ δοκεῖ· καὶ τἄλλα γ᾽ εἶναι καταφανῶς

ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου

ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. 945

σὺ δ᾽ ὦ Παφλαγὼν φάσκων φιλεῖν μ᾽ ἐσκορόδισας.

καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι

ἐμοὶ ταμιεύσεις.

Κλέων

ἔχε· τοσοῦτον δ᾽ ἴσθ᾽ ὅτι,

εἰ μή μ᾽ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ

ἐμοῦ πανουργότερός τις ἀναφανήσεται. 950

Δῆμος

οὐκ ἔσθ᾽ ὅπως ὁ δακτύλιός ἐσθ᾽ οὑτοσὶ

οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,

ἀλλ᾽ ἢ οὐ καθορῶ.

Ἀλλαντοπώλης

φέρ᾽ ἴδω τί σοι σημεῖον ἦν;

Δῆμος

δημοῦ βοείου θρῖον ἐξωπτημένον.

Ἀλλαντοπώλης

οὐ τοῦτ᾽ ἔνεστιν. 955

Δῆμος

οὐ τὸ θρῖον; ἀλλὰ τί;

Ἀλλαντοπώλης

λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.

Δῆμος

αἰβοῖ τάλας.

Ἀλλαντοπώλης

τί ἔστιν;

Δῆμος

ἀπόφερ᾽ ἐκποδών.

οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.

παρ᾽ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.

Κλέων

μὴ δῆτά πώ γ᾽ ὦ δέσποτ᾽, ἀντιβολῶ σ᾽ ἐγώ, 960

πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.

Ἀλλαντοπώλης

καὶ τῶν ἐμῶν νυν.

Κλέων

ἀλλ᾽ ἐὰν τούτῳ πίθῃ,

μολγὸν γενέσθαι δεῖ σε.

Ἀλλαντοπώλης

κἄν γε τουτῳί,

ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.

Κλέων

ἀλλ᾽ οἵ γ᾽ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ 965

χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.

Ἀλλαντοπώλης

οὑμοὶ δέ γ᾽ αὖ λέγουσιν ὡς ἁλουργίδα

ἔχων κατάπαστον καὶ στεφάνην ἐφ᾽ ἅρματος

χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.

Χορός

καὶ μὴν ἔνεγκ᾽ αὐτοὺς ἰών, ἵν᾽ οὑτοσὶ 970

αὐτῶν ἀκούσῃ.

Δῆμος

πάνυ γε. καὶ σύ νυν φέρε.

Κλέων

ἰδού.

Ἀλλαντοπώλης

ἰδοὺ νὴ τὸν Δί᾽· οὐδὲν κωλύει.

Χορός

ἥδιστον φάος ἡμέρας

ἔσται τοῖσι παροῦσι καὶ

τοῖσι δεῦρ᾽ ἀφικνουμένοις, 975

ἢν Κλέων ἀπόληται.

καίτοι πρεσβυτέρων τινῶν

οἵων ἀργαλεωτάτων

ἐν τῷ δείγματι τῶν δικῶν

ἤκουσ᾽ ἀντιλεγόντων, 980

ὡς εἰ μὴ ᾽γένεθ᾽ οὗτος ἐν

τῇ πόλει μέγας, οὐκ ἂν ἤστην

σκεύη δύο χρησίμω,

δοῖδυξ οὐδὲ τορύνη.

Χορός

ἀλλὰ καὶ τόδ᾽ ἔγωγε θαυμάζω 985

τῆς ὑομουσίας

αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ

παῖδες οἳ ξυνεφοίτων,

τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι

θαμὰ τὴν λύραν, 990

ἄλλην δ᾽ οὐκ ἐθέλειν μαθεῖν·

κᾆτα τὸν κιθαριστὴν

ὀργισθέντ᾽ ἀπάγειν κελεύειν,

ὡς ἁρμονίαν ὁ παῖς

οὗτος οὐ δύναται μαθεῖν 995

ἢν μὴ Δωροδοκιστί.

Κλέων

ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.

Ἀλλαντοπώλης

οἴμ᾽ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.

Δῆμος

ταυτὶ τί ἔστι;

Κλέων

λόγια.

Δῆμος

πάντ᾽;

Κλέων

ἐθαύμασας;

καὶ νὴ Δί᾽ ἔτι γέ μοὔστι κιβωτὸς πλέα. 1000

Ἀλλαντοπώλης

ἐμοὶ δ᾽ ὑπερῷον καὶ ξυνοικία δύο.

Δῆμος

φέρ᾽ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;

Κλέων

οὑμοὶ μέν εἰσι Βάκιδος.

Δῆμος

οἱ δὲ σοὶ τίνος;

Ἀλλαντοπώλης

Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.

Δῆμος

εἰσὶν δὲ περὶ τοῦ; 1005

Κλέων

περὶ Ἀθηνῶν, περὶ Πύλου,

περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.

Δῆμος

οἱ σοὶ δὲ περὶ τοῦ;

Ἀλλαντοπώλης

περὶ Ἀθηνῶν, περὶ φακῆς,

περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,

περὶ τῶν μετρούντων τἄλφιτ᾽ ἐν ἀγορᾷ κακῶς,

περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. 1010

Δῆμος

ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,

καὶ τὸν περὶ ἐμοῦ ᾽κεῖνον ᾧπερ ἥδομαι,

ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.

Κλέων

ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.

φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων 1015

ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.

σῴζεσθαί σ᾽ ἐκέλευσ᾽ ἱερὸν κύνα καρχαρόδοντα,

ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς

σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ᾽ ἀπολεῖται.

πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. 1020

Δῆμος

ταυτὶ μὰ τὴν Δήμητρ᾽ ἐγὼ οὐκ οἶδ᾽ ὅ τι λέγει.

τί γάρ ἐστ᾽ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;

Κλέων

ἐγὼ μέν εἰμ᾽ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·

σοὶ δ᾽ εἶπε σῴζεσθαί μ᾽ ὁ Φοῖβος τὸν κύνα.

Ἀλλαντοπώλης

οὐ τοῦτό φησ᾽ ὁ χρησμός, ἀλλ᾽ ὁ κύων ὁδὶ 1025

ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.

ἐμοὶ γάρ ἐστ᾽ ὀρθῶς περὶ τούτου τοῦ κυνός.

Δῆμος

λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,

ἵνα μή μ᾽ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.

Ἀλλαντοπώλης

φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, 1030

ὃς κέρκῴ σαίνων σ᾽ ὁπόταν δειπνῇς ἐπιτηρῶν

ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·

ἐσφοιτῶν τ᾽ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν

νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.

Δῆμος

νὴ τὸν Ποσειδῶ πολύ γ᾽ ἄμεινον ὦ Γλάνι. 1035

Κλέων

ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.

ἔστι γυνή, τέξει δὲ λέονθ᾽ ἱεραῖς ἐν Ἀθήναις,

ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται

ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,

τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. 1040

ταῦτ᾽ οἶσθ᾽ ὅ τι λέγει;

Δῆμος

μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.

Κλέων

ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·

ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.

Δῆμος

καὶ πῶς μ᾽ ἐλελήθης Ἀντιλέων γεγενημένος;

Ἀλλαντοπώλης

ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, 1045

ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,

ἐν ᾧ σε σῴζειν τόνδ᾽ ἐκέλευσ᾽ ὁ Λοξίας.

Δῆμος

πῶς δῆτα τοῦτ᾽ ἔφραζεν ὁ θεός;

Ἀλλαντοπώλης

τουτονὶ

δῆσαί σ᾽ ἐκέλευ᾽ ἐν πεντεσυρίγγῳ ξύλῳ.

Δῆμος

ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ ἤδη μοι δοκεῖ. 1050

Κλέων

μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.

ἀλλ᾽ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι

ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.

Ἀλλαντοπώλης

τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.

Κεκροπίδη κακόβουλε τί τοῦθ᾽ ἡγεῖ μέγα τοὔργον; 1055

καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·

ἀλλ᾽ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.

Κλέων

ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.

ἔστι Πύλος πρὸ Πύλοιο--

Δῆμος

τί τοῦτο λέγει, πρὸ Πύλοιο;

Ἀλλαντοπώλης

τὰς πυέλους φησὶν καταλήψεσθ᾽ ἐν βαλανείῳ. 1060

Δῆμος

ἐγὼ δ᾽ ἄλουτος τήμερον γενήσομαι;

Ἀλλαντοπώλης

οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.

ἀλλ᾽ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ

ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.

Δῆμος

προσέχω· σὺ δ᾽ ἀναγίγνωσκε, τοῖς ναύταισί μου 1065

ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.

Ἀλλαντοπώλης

Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,

λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.

οἶσθ᾽ ὅ τι ἐστὶν τοῦτο;

Δῆμος

Φιλόστρατος ἡ κυναλώπηξ.

Ἀλλαντοπώλης

οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε 1070

αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·

ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ ὁ Λοξίας.

Δῆμος

πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;

Ἀλλαντοπώλης

ὅπως;

ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.

Δῆμος

πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί; 1075

Ἀλλαντοπώλης

ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,

ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.

Δῆμος

εἶεν·

τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;

Ἀλλαντοπώλης

ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.

ἀλλ᾽ ἔτι τόνδ᾽ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι 1080

χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.

Δῆμος

ποίαν Κυλλήνην;

Ἀλλαντοπώλης

τὴν τούτου χεῖρ᾽ ἐποίησεν

Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽, ἔμβαλε κυλλῇ.

Κλέων

οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος

ἐς τὴν χεῖρ᾽ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. 1085

ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,

αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.

Ἀλλαντοπώλης

καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,

χὤτι γ᾽ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.

Κλέων

ἀλλ᾽ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ 1090

τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.

Ἀλλαντοπώλης

νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ

ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ᾽πικαθῆσθαι·

εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ

ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. 1095

Δῆμος

ἰοὺ ἰού.

οὐκ ἦν ἄρ᾽ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.

καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ

γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.

Κλέων

μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ ἀνάμεινον, ὡς ἐγὼ 1100

κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ ἡμέραν.

Δῆμος

οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις

ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.

Κλέων

ἀλλ᾽ ἄλφιτ᾽ ἤδη σοι ποριῶ ᾽σκευασμένα.

Ἀλλαντοπώλης

ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας 1105

καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ᾽ εἰ μὴ ᾽σθιε.

Δῆμος

ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ᾽· ὡς ἐγώ,

ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,

τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.

Κλέων

τρέχοιμ᾽ ἂν εἴσω πρότερος. 1110

Ἀλλαντοπώλης

οὐ δῆτ᾽ ἀλλ᾽ ἐγώ.

Χορός

ὦ Δῆμε καλήν γ᾽ ἔχεις

ἀρχήν, ὅτε πάντες ἄνθρωποι

δεδίασί σ᾽ ὥσπερ

ἄνδρα τύραννον.

ἀλλ᾽ εὐπαράγωγος εἶ, 1115

θωπευόμενός τε χαίρεις

κἀξαπατώμενος,

πρὸς τόν τε λέγοντ᾽ ἀεὶ

κέχηνας· ὁ νοῦς δέ σου

παρὼν ἀποδημεῖ. 1120

Δῆμος

νοῦς οὐκ ἔνι ταῖς κόμαις

ὑμῶν, ὅτε μ᾽ οὐ φρονεῖν

νομίζετ᾽· ἐγὼ δ᾽ ἑκὼν

ταῦτ᾽ ἠλιθιάζω.

αὐτός τε γὰρ ἥδομαι 1125

βρύλλων τὸ καθ᾽ ἡμέραν,

κλέπτοντά τε βούλομαι

τρέφειν ἕνα προστάτην·

τοῦτον δ᾽, ὅταν ᾖ πλέως,

ἄρας ἐπάταξα. 1130

Χορός

χοὔτω μὲν ἂν εὖ ποιοῖς,

εἴ σοι πυκνότης ἔνεστ᾽

ἐν τῷ τρόπῳ, ὡς λέγεις,

τούτῳ πάνυ πολλή,

εἰ τούσδ᾽ ἐπίτηδες ὥσπερ 1135

δημοσίους τρέφεις

ἐν τῇ πυκνί, κᾆθ᾽ ὅταν

μή σοι τύχῃ ὄψον ὄν,

τούτων ὃς ἂν ᾖ παχύς,

θύσας ἐπιδειπνεῖς. 1140

Δῆμος

σκέψασθε δέ μ᾽, εἰ σοφῶς

αὐτοὺς περιέρχομαι

τοὺς οἰομένους φρονεῖν

κἄμ᾽ ἐξαπατύλλειν.

τηρῶ γὰρ ἑκάστοτ᾽ αὐτοὺς 1145

οὐδὲ δοκῶν ὁρᾶν

κλέπτοντας· ἔπειτ᾽ ἀναγκάζω

πάλιν ἐξεμεῖν

ἅττ᾽ ἂν κεκλόφωσί μου,

κημὸν καταμηλῶν. 1150

Κλέων

ἄπαγ᾽ ἐς μακαρίαν ἐκποδών.

Ἀλλαντοπώλης

σύ γ᾽ ὦ φθόρε.

Κλέων

ὦ Δῆμ᾽ ἐγὼ μέντοι παρεσκευασμένος

τρίπαλαι κάθημαι βουλόμενός σ᾽ εὐεργετεῖν.

Ἀλλαντοπώλης

ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι

καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. 1155

Δῆμος

ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι

βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

Ἀλλαντοπώλης

οἶσθ᾽ οὖν ὃ δρᾶσον;

Δῆμος

εἰ δὲ μή, φράσεις γε σύ.

Ἀλλαντοπώλης

ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, 1160

ἵνα σ᾽ εὖ ποιῶμεν ἐξ ἴσου.

Δῆμος

δρᾶν ταῦτα χρή.

ἄπιτον.

Κλέων καὶ Ἀλλαντοπώλης

ἰδού.

Δῆμος

θέοιτ᾽ ἄν.

Ἀλλαντοπώλης

ὑποθεῖν οὐκ ἐῶ.

Δῆμος

ἀλλ᾽ ἢ μεγάλως εὐδαιμονήσω τήμερον

ὑπὸ τῶν ἐραστῶν νὴ Δί᾽ ἢ ᾽γὼ θρύψομαι.

Κλέων

ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

Ἀλλαντοπώλης

ἀλλ᾽ οὐ τράπεζαν, ἀλλ᾽ ἐγὼ προτεραίτερος. 1165

Κλέων

ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ

ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Ἀλλαντοπώλης

ἐγὼ δὲ μυστίλας μεμυστιλημένας

ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δῆμος

ὡς μέγαν ἄρ᾽ εἶχες ὦ πότνια τὸν δάκτυλον. 1170

Κλέων

ἐγὼ δ᾽ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·

ἐτόρυνε δ᾽ αὔθ᾽ ἡ Παλλὰς ἡ Πυλαιμάχος.

Ἀλλαντοπώλης

ὦ Δῆμ᾽ ἐναργῶς ἡ θεός σ᾽ ἐπισκοπεῖ,

καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δῆμος

οἴει γὰρ οἰκεῖσθ᾽ ἂν ἔτι τήνδε τὴν πόλιν, 1175

εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλέων

τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.

Ἀλλαντοπώλης

ἡ δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας

καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δῆμος

καλῶς γ᾽ ἐποίησε τοῦ πέπλου μεμνημένη. 1180

Κλέων

ἡ Γοργολόφα σ᾽ ἐκέλευε τουτουὶ φαγεῖν

ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Ἀλλαντοπώλης

λαβὲ καὶ ταδί νυν.

Δῆμος

καὶ τί τούτοις χρήσομαι

τοῖς ἐντέροις;

Ἀλλαντοπώλης

ἐπίτηδες αὔτ᾽ ἔπεμψέ σοι

ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· 1185

ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.

ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

Δῆμος

ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

Ἀλλαντοπώλης

ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

Κλέων

λαβέ νυν πλακοῦντος πίονος παρ᾽ ἐμοῦ τόμον. 1190

Ἀλλαντοπώλης

παρ᾽ ἐμοῦ δ᾽ ὅλον γε τὸν πλακοῦντα τουτονί.

Κλέων

ἀλλ᾽ οὐ λαγῷ᾽ ἕξεις ὁπόθεν δῷς, ἀλλ᾽ ἐγώ.

Ἀλλαντοπώλης

οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλέων

ὁρᾷς τάδ᾽ ὦ κακόδαιμον; 1195

Ἀλλαντοπώλης

ὀλίγον μοι μέλει·

ἐκεινοιὶ γὰρ ὡς ἔμ᾽ ἔρχονταί τινες

πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

Κλέων

ποῦ ποῦ;

Ἀλλαντοπώλης

τί δέ σοι τοῦτ᾽; οὐκ ἐάσεις τοὺς ξένους;

ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ᾽ ἅ σοι φέρω;

Κλέων

οἴμοι τάλας ἀδίκως γε τἄμ᾽ ὑφήρπασας. 1200

Ἀλλαντοπώλης

νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

Δῆμος

εἴπ᾽, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Ἀλλαντοπώλης

τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ᾽ ἐμόν.

Κλέων

ἐγὼ δ᾽ ἐκινδύνευσ᾽, ἐγὼ δ᾽ ὤπτησά γε.

Δῆμος

ἄπιθ᾽· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. 1205

Κλέων

οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

Ἀλλαντοπώλης

τί οὐ διακρίνεις Δῆμ᾽ ὁπότερός ἐστι νῷν

ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δῆμος

τῷ δῆτ᾽ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ

δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς; 1210

Ἀλλαντοπώλης

ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν

ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ᾽ ἔνι,

καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

Δῆμος

φέρ᾽ ἴδω τί οὖν ἔνεστιν;

Ἀλλαντοπώλης

οὐχ ὁρᾷς κενὴν

ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν. 1215

Δῆμος

αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.

Ἀλλαντοπώλης

βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

ὁρᾷς <τάδ᾽;>

Δῆμος

οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.

ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

ἐμοὶ δ᾽ ἔδωκεν ἀποτεμὼν τυννουτονί. 1220

Ἀλλαντοπώλης

τοιαῦτα μέντοι καὶ πρότερόν σ᾽ ἠργάζετο·

σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,

αὐτὸς δ᾽ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δῆμος

ὦ μιαρὲ κλέπτων δή με ταῦτ᾽ ἐξηπάτας;

ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν. 1225

Κλέων

ἐγὼ δ᾽ ἔκλεπτον ἐπ᾽ ἀγαθῷ γε τῇ πόλει.

Δῆμος

κατάθου ταχέως τὸν στέφανον, ἵν᾽ ἐγὼ τουτῳὶ

αὐτὸν περιθῶ.

Ἀλλαντοπώλης

κατάθου ταχέως μαστιγία.

Κλέων

οὐ δῆτ᾽, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

φράζων ὑφ᾽ οὗ δεήσει μ᾽ ἡττᾶσθαι μόνου. 1230

Ἀλλαντοπώλης

τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλέων

καὶ μήν σ᾽ ἐλέγξαι βούλομαι τεκμηρίῳ,

εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·

παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου; 1235

Ἀλλαντοπώλης

ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλέων

πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.

εἶεν.

ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Ἀλλαντοπώλης

κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

Κλέων

ὦ Φοῖβ᾽ Ἄπολλον Λύκιε τί ποτέ μ᾽ ἐργάσει; 1240

τέχνην δὲ τίνα ποτ᾽ εἶχες ἐξανδρούμενος;

Ἀλλαντοπώλης

ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

Κλέων

οἴμοι κακοδαίμων· οὐκέτ᾽ οὐδέν εἰμ᾽ ἐγώ.

λεπτή τις ἐλπίς ἐστ᾽ ἐφ᾽ ἧς ὀχούμεθα.

καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ 1245

ἠλλαντοπώλεις ἐτεὸν ἢ ᾽πὶ ταῖς πύλαις;

Ἀλλαντοπώλης

ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

Κλέων

οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

κυλίνδετ᾽ εἴσω τόνδε τὸν δυσδαίμονα.

ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σ᾽ ἄκων ἐγὼ 1250

λείπω· σὲ δ᾽ ἄλλος τις λαβὼν κεκτήσεται,

κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.

Ἀλλαντοπώλης

Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χορός

ὦ χαῖρε καλλίνικε καὶ μέμνησ᾽ ὅτι

ἀνὴρ γεγένησαι δι᾽ ἐμέ· καί σ᾽ αἰτῶ βραχύ, 1255

ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

Δῆμος

ἐμοὶ δέ γ᾽ ὅ τι σοι τοὔνομ᾽ εἴπ᾽.

Ἀλλαντοπώλης

Ἀγοράκριτος·

ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δῆμος

Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,

καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. 1260

Ἀλλαντοπώλης

καὶ μὴν ἐγώ σ᾽ ὦ Δῆμε θεραπεύσω καλῶς,

ὥσθ᾽ ὁμολογεῖν σε μηδέν᾽ ἀνθρώπων ἐμοῦ

ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

Χορός

τί κάλλιον ἀρχομένοισιν

ἢ καταπαυομένοισιν 1265

ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, μηδὲν ἐς Λυσίστρατον,

μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;

καὶ γὰρ οὗτος ὦ φίλ᾽ Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις

σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι. 1273

Χορός

λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ᾽ ἐπίφθονον,

ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. 1275

εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ᾽ ἀκοῦσαι καὶ κακά,

αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.

νῦν δ᾽ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,

ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.

ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, 1280

Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·

ἔστι δ᾽ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ᾽ ἂν ᾐσθόμην,

οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.

τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,

ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, 1285

καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,

καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.

ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,

οὔ ποτ᾽ ἐκ ταὐτοῦ μεθ᾽ ἡμῶν πίεται ποτηρίου.

Χορός

ἦ πολλάκις ἐννυχίαισι 1290

φροντίσι συγγεγένημαι,

καὶ διεζήτηχ᾽ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. 1294

φασὶ <μὲν> γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων

οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ᾽ ἀντιβολεῖν ἂν ὅμως·

ἴθ᾽ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.

Χορός

φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, 1300

καὶ μίαν λέξαι τιν᾽ αὐτῶν ἥτις ἦν γεραιτέρα·

οὐδὲ πυνθάνεσθε ταῦτ᾽ ὦ παρθένοι τἀν τῇ πόλει;

φασὶν αἰτεῖσθαί τιν᾽ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα

ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·

ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, 1305

καί τιν᾽ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·

ἀποτρόπαἰ οὐ δῆτ᾽ ἐμοῦ γ᾽ ἄρξει ποτ᾽, ἀλλ᾽ ἐάν με χρῇ,

ὑπὸ τερηδόνων σαπεῖσ᾽ ἐνταῦθα καταγηράσομαι·

οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ᾽ ὦ θεοί,

εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. 1310

ἢν δ᾽ ἀρέσκῃ ταῦτ᾽ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ

ἐς τὸ Θησεῖον πλεούσαις ἢ ᾽πὶ τῶν σεμνῶν θεῶν.

οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·

ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,

τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας. 1315

Ἀλλαντοπώλης

εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,

καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,

ἐπὶ καιναῖσιν δ᾽ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.

Χορός

ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,

τίν᾽ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ᾽ ὅτῳ κνισῶμεν ἀγυιάς; 1320

Ἀλλαντοπώλης

τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

Χορός

καὶ ποῦ ᾽στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;

Ἀλλαντοπώλης

ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.

Χορός

πῶς ἂν ἴδοιμεν; ποίαν <τιν᾽> ἔχει σκευήν; ποῖος γεγένηται;

Ἀλλαντοπώλης

οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. 1325

ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.

ἀλλ᾽ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις

καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν᾽ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.

Χορός

ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,

δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. 1330

Ἀλλαντοπώλης

ὅδ᾽ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,

οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.

Χορός

χαῖρ᾽ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.

τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ᾽ν Μαραθῶνι τροπαίου.

Δῆμος

ὦ φίλτατ᾽ ἀνδρῶν ἐλθὲ δεῦρ᾽ Ἀγοράκριτε. 1335

ὅσα με δέδρακας ἀγάθ᾽ ἀφεψήσας.

Ἀλλαντοπώλης

ἐγώ;

ἀλλ᾽ ὦ μέλ᾽ οὐκ οἶσθ᾽ οἷος ἦσθ᾽ αὐτὸς πάρος,

οὐδ᾽ οἷ᾽ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

Δῆμος

τί δ᾽ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;

Ἀλλαντοπώλης

πρῶτον μέν, ὁπότ᾽ εἴποι τις ἐν τἠκκλησίᾳ, 1340

ὦ Δῆμ᾽ ἐραστής εἰμι σὸς φιλῶ τέ σε

καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,

τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,

ἀνωρτάλιζες κἀκερουτίας.

Δῆμος

ἐγώ;

Ἀλλαντοπώλης

εἶτ᾽ ἐξαπατήσας σ᾽ ἀντὶ τούτων ᾤχετο. 1345

Δῆμος

τί φῄς;

ταυτί μ᾽ ἔδρων, ἐγὼ δὲ τοῦτ᾽ οὐκ ᾐσθόμην;

Ἀλλαντοπώλης

τὰ δ᾽ ὦτά γ᾽ ἄν σου νὴ Δί᾽ ἐξεπετάννυτο

ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

Δῆμος

οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

Ἀλλαντοπώλης

καὶ νὴ Δί᾽ εἴ γε δύο λεγοίτην ῥήτορε, 1350

ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ᾽ ἕτερος αὖ

καταμισθοφορῆσαι τοῦθ᾽, ὁ τὸν μισθὸν λέγων

τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.

οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

Δῆμος

αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. 1355

Ἀλλαντοπώλης

ἀλλ᾽ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,

ἀλλ᾽ οἵ σε ταῦτ᾽ ἐξηπάτων. νυνδὶ φράσον·

ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·

οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,

εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην· 1360

τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

Δῆμος

ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,

ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.

Ἀλλαντοπώλης

τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·

τὰ δ᾽ ἄλλα, φέρ᾽ ἴδω, πῶς πολιτεύσει φράσον. 1365

Δῆμος

πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,

καταγομένοις τὸν μισθὸν ἀποδώσω ᾽ντελῆ.

Ἀλλαντοπώλης

πολλοῖς γ᾽ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.

Δῆμος

ἔπειθ᾽ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ

οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, 1370

ἀλλ᾽ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.

Ἀλλαντοπώλης

τοῦτ᾽ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.

Δῆμος

οὐδ᾽ ἀγοράσει γ᾽ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.

Ἀλλαντοπώλης

ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;

Δῆμος

τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, 1375

ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·

σοφός γ᾽ ὁ Φαίαξ δεξιῶς τ᾽ οὐκ ἀπέθανεν.

συνερτικὸς γάρ ἐστι καὶ περαντικός,

καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,

καταληπτικός τ᾽ ἄριστα τοῦ θορυβητικοῦ. 1380

Ἀλλαντοπώλης

οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;

Δῆμος

μὰ Δί᾽ ἀλλ᾽ ἀναγκάσω κυνηγετεῖν ἐγὼ

τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.

Ἀλλαντοπώλης

ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,

καὶ παῖδ᾽ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· 1385

κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.

Δῆμος

μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.

Ἀλλαντοπώλης

φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας

σπονδὰς παραδῶ σοι. δεῦρ᾽ ἴθ᾽ αἱ Σπονδαὶ ταχύ.

Δῆμος

ὦ Ζεῦ πολυτίμηθ᾽ ὡς καλαί· πρὸς τῶν θεῶν, 1390

ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;

πῶς ἔλαβες αὐτὰς ἐτέον;

Ἀλλαντοπώλης

οὐ γὰρ ὁ Παφλαγὼν

ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;

νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ ἐς τοὺς ἀγροὺς

αὐτὰς ἰέναι λαβόντα. 1395

Δῆμος

τὸν δὲ Παφλαγόνα,

ὃς ταῦτ᾽ ἔδρασεν, εἴφ᾽ ὅ τι ποιήσεις κακόν.

Ἀλλαντοπώλης

οὐδὲν μέγ᾽ ἀλλ᾽ ἢ τὴν ἐμὴν ἕξει τέχνην·

ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,

τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,

μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, 1400

κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.

Δῆμος

εὖ γ᾽ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,

πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,

καί σ᾽ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ

ἐς τὴν ἕδραν θ᾽, ἵν᾽ ἐκεῖνος ἦν ὁ φαρμακός. 1405

ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·

κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,

ἵν᾽ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ᾽ οἱ ξένοι.