9 Απριλίου 2009

Περὶ Αἰσθήσεως καὶ αἰσθητῶν

Ἀριστοτέλης
Περὶ Αἰσθήσεως καὶ αἰσθητῶν
[ed. W. D. Ross, Oxford 1955]

[436a] Ἐπεὶ δὲ περὶ ψυχῆς καθ΄ αὑτὴν διώρισται πρότερον καὶ περὶ τῶν δυνάμεων ἑκάστης κατὰ μόριον αὐτῆς͵ ἐχόμενόν ἐστι ποιήσασθαι τὴν ἐπίσκεψιν περὶ τῶν ζῴων καὶ τῶν ζωὴν ἐχόντων ἁπάντων͵ τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν. τὰ μὲν οὖν εἰρημένα περὶ ψυχῆς ὑποκείσθω͵ περὶ δὲ τῶν λοιπῶν λέγωμεν͵ καὶ πρῶτον περὶ τῶν πρώτων. φαίνεται δὲ τὰ μέγιστα͵ καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων͵ κοινὰ τῆς τε ψυχῆς ὄντα καὶ τοῦ σώματος͵ οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις͵ καὶ πρὸς τούτοις ἡδονὴ καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις. πρὸς δὲ τούτοις τὰ μὲν πάντων ἐστὶ τῶν μετεχόντων ζωῆς κοινά͵ τὰ δὲ τῶν ζῴων ἐνίοις. τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν͵ οἷον ἐγρήγορσις καὶ ὕπνος͵ καὶ νεότης καὶ γῆρας͵ καὶ ἀναπνοὴ καὶ ἐκπνοή͵ καὶ ζωὴ καὶ θάνατος· περὶ ὧν θεωρητέον͵ τί τε ἕκαστον αὐτῶν͵ καὶ διὰ τίνας αἰτίας συμβαίνει. φυσικοῦ δὲ καὶ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς· οὔτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίγνεσθαι τοῖς ἐστερημένοις ζωῆς. διὸ σχεδὸν τῶν περὶ φύσεως οἱ πλεῖστοι καὶ τῶν ἰατρῶν οἱ φιλοσοφωτέρως τὴν τέχνην μετιόντες͵ οἱ μὲν τελευτῶσιν εἰς τὰ περὶ ἰατρικῆς͵ [436b] οἱ δ΄ ἐκ τῶν περὶ φύσεως ἄρχονται [περὶ τῆς ἰατρικῆς]. ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς τε ψυχῆς ἐστὶ καὶ τοῦ σώματος͵ οὐκ ἄδηλον. πάντα γὰρ τὰ μὲν μετ΄ αἰσθήσεως συμβαίνει͵ τὰ δὲ δι΄ αἰσθήσεως͵ ἔνια δὲ τὰ μὲν πάθη ταύτης ὄντα τυγχάνει͵ τὰ δ΄ ἕξεις͵ τὰ δὲ φυλακαὶ καὶ σωτηρίαι͵ τὰ δὲ φθοραὶ καὶ στερήσεις· ἡ δ΄ αἴσθησις ὅτι διὰ σώματος γίγνεται τῇ ψυχῇ͵ δῆλον καὶ διὰ τοῦ λόγου καὶ τοῦ λόγου χωρίς. ἀλλὰ περὶ μὲν αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι͵ τί ἐστι καὶ διὰ τί συμβαίνει τοῖς ζῴοις τοῦτο τὸ πάθος͵ εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς. τοῖς δὲ ζῴοις͵ ᾗ μὲν ζῷον ἕκαστον͵ ἀνάγκη ὑπάρχειν αἴσθησιν· τούτῳ γὰρ τὸ ζῷον εἶναι καὶ μὴ ζῷον διορίζομεν. ἰδίᾳ δ΄ ἤδη καθ΄ ἕκαστον ἡ μὲν ἁφὴ καὶ γεῦσις ἀκολουθεῖ πᾶσιν ἐξ ἀνάγκης͵ ἡ μὲν ἁφὴ διὰ τὴν εἰρημένην αἰτίαν ἐν τοῖς περὶ ψυχῆς͵ ἡ δὲ γεῦσις διὰ τὴν τροφήν· τὸ γὰρ ἡδὺ διακρίνει καὶ τὸ λυπηρὸν αὐτῇ περὶ τὴν τροφήν͵ ὥστε τὸ μὲν φεύγειν τὸ δὲ διώκειν͵ καὶ ὅλως ὁ χυμός ἐστι τοῦ θρεπτικοῦ πάθος. αἱ δὲ διὰ τῶν ἔξωθεν αἰσθήσεις τοῖς πορευτικοῖς αὐτῶν͵ οἷον ὄσφρησις καὶ ἀκοὴ καὶ ὄψις͵ πᾶσι μὲν τοῖς ἔχουσι σωτηρίας ἕνεκεν ὑπάρχουσιν͵ ὅπως διώκωσί τε προαισθανόμενα τὴν τροφὴν καὶ τὰ φαῦλα καὶ τὰ φθαρτικὰ [437a] φεύγωσι͵ τοῖς δὲ καὶ φρονήσεως τυγχάνουσι τοῦ εὖ ἕνεκα· πολλὰς γὰρ εἰσαγγέλλουσι διαφοράς͵ ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐγγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν. αὐτῶν δὲ τούτων πρὸς μὲν τὰ ἀναγκαῖα κρείττων ἡ ὄψις καθ΄ αὑτήν͵ πρὸς δὲ νοῦν κατὰ συμβεβηκὸς ἡ ἀκοή. διαφορὰς μὲν γὰρ πολλὰς καὶ παντοδαπὰς ἡ τῆς ὄψεως εἰσαγγέλλει δύναμις διὰ τὸ πάντα τὰ σώματα μετέχειν χρώματος͵ ὥστε καὶ τὰ κοινὰ διὰ ταύτης αἰσθάνεσθαι μάλιστα (λέγω δὲ κοινὰ μέγεθος͵ σχῆμα͵ κίνησιν͵ ἀριθμόν)͵ ἡ δ΄ ἀκοὴ τὰς τοῦ ψόφου διαφορὰς μόνον͵ ὀλίγοις δὲ καὶ τὰς τῆς φωνῆς· κατὰ συμβεβηκὸς δὲ πρὸς φρόνησιν ἡ ἀκοὴ πλεῖστον συμβάλλεται μέρος. ὁ γὰρ λόγος αἴτιός ἐστι τῆς μαθήσεως ἀκουστὸς ὤν͵ οὐ καθ΄ αὑτὸν ἀλλὰ κατὰ συμβεβηκός· ἐξ ὀνομάτων γὰρ σύγκειται͵ τῶν δ΄ ὀνομάτων ἕκαστον σύμβολόν ἐστιν. διόπερ φρονιμώτεροι τῶν ἐκ γενετῆς ἐστερημένων εἰσὶν ἑκατέρας τῆς αἰσθήσεως οἱ τυφλοὶ τῶν ἐνεῶν καὶ κωφῶν.

Περὶ μὲν οὖν τῆς δυνάμεως ἣν ἔχει τῶν αἰσθήσεων ἑκάστη͵ πρότερον εἴρηται. τοῦ δὲ σώματος ἐν οἷς ἐγγίγνεσθαι πέφυκεν αἰσθητηρίοις͵ ἔνιοι μὲν ζητοῦσι κατὰ τὰ στοιχεῖα τῶν σωμάτων· οὐκ εὐποροῦντες δὲ πρὸς τέτταρα πέντ΄ οὔσας συνάγειν͵ γλίχονται περὶ τῆς πέμπτης. ποιοῦσι δὲ πάντες τὴν ὄψιν πυρὸς διὰ τὸ πάθους τινὸς ἀγνοεῖν τὴν αἰτίαν· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν· τοῦτο δ΄ ἐν τῷ σκότει πέφυκε συμβαίνειν͵ ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίγνεται γὰρ καὶ τότε σκότος. ἔχει δ΄ ἀπορίαν τοῦτο καὶ ἑτέραν. εἰ γὰρ μὴ ἔστι λανθάνειν μὴ αἰσθανόμενον καὶ ὁρῶντα͵ ἀνάγκη ἄρ΄ αὐτὸν ἑαυτὸν ὁρᾶν τὸν ὀφθαλμόν. διὰ τί οὖν ἠρεμοῦντι τοῦτ΄ οὐ συμβαίνει; τὸ δ΄ αἴτιον τούτου͵ καὶ τῆς ἀπορίας καὶ τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν͵ ἐντεῦθεν ληπτέον. τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν͵ οὐ μέντοι φῶς γε ποιεῖν͵ τοῦ δ΄ ὀφθαλμοῦ [437b] τὸ καλούμενον μέλαν καὶ μέσον λεῖον. φαίνεται δὲ τοῦτο κινουμένου τοῦ ὄμματος διὰ τὸ συμβαίνειν ὥσπερ δύο γίγνεσθαι τὸ ἕν. τοῦτο δ΄ ἡ ταχυτὴς ποιεῖ τῆς κινήσεως͵ ὥστε δοκεῖν ἕτερον εἶναι τὸ ὁρῶν καὶ τὸ ὁρώμενον. διὸ καὶ οὐ γίγνεται͵ ἐὰν μὴ ταχέως καὶ ἐν σκότει τοῦτο συμβῇ· τὸ γὰρ λεῖον ἐν τῷ σκότει πέφυκε λάμπειν (οἷον κεφαλαὶ ἰχθύων τινῶν καὶ ὁ τῆς σηπίας θολός)͵ καὶ βραδέως μεταβάλλοντος τοῦ ὄμματος οὐ συμβαίνει ὥστε δοκεῖν ἅμα ἓν καὶ δύο εἶναι τό θ΄ ὁρῶν καὶ τὸ ὁρώμενον. ἐκείνως δ΄ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός͵ ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει· ἐπεὶ εἴ γε πῦρ ἦν͵ καθάπερ Ἐμπεδοκλῆς φησὶ καὶ ἐν τῷ Τιμαίῳ γέγραπται͵ καὶ συνέβαινε τὸ ὁρᾶν ἐξιόντος ὥσπερ ἐκ λαμπτῆρος τοῦ φωτός͵ διὰ τί οὐ καὶ ἐν τῷ σκότει ἑώρα ἂν ἡ ὄψις; τὸ δ΄ ἀποσβέννυσθαι φάναι ἐν τῷ σκότει ἐξιοῦσαν͵ ὥσπερ ὁ Τίμαιος λέγει͵ κενόν ἐστι παντελῶς· τίς γὰρ ἀπόσβεσις φωτός ἐστιν; σβέννυται γὰρ ἢ ὑγρῷ ἢ ψυχρῷ τὸ θερμὸν καὶ ξηρόν (οἷον δοκεῖ τό τ΄ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ)͵ ὧν τῷ φωτὶ οὐδέτερον φαίνεται ὑπάρχον. εἰ δ΄ ἄρα ὑπάρχει μὲν ἀλλὰ διὰ τὸ ἠρέμα λανθάνει ἡμᾶς͵ ἔδει μεθ΄ ἡμέραν γε καὶ ἐν τῷ ὕδατι ἀποσβέννυσθαι τὸ φῶς καὶ ἐν τοῖς πάγοις μᾶλλον γίγνεσθαι σκότον· ἡ γοῦν φλὸξ καὶ τὰ πεπυρωμένα σώματα πάσχει τοῦτο· νῦν δ΄ οὐδὲν συμβαίνει τοιοῦτον.

Ἐμπεδοκλῆς δ΄ ἔοικε νομίζοντι ὁτὲ μὲν ἐξιόντος τοῦ φωτός͵ ὥσπερ εἴρηται πρότερον͵ βλέπειν· λέγει γοῦν οὕτως· ὡς δ΄ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον χειμερίην διὰ νύκατα͵ πυρὸς σέλας αἰθομένοιο͵ ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς͵ οἵ τ΄ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων͵ πῦρ δ΄ ἔξω διαθρῷσκον͵ ὅσον ταναώτερον ἦεν͵ λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὣς δὲ τότ΄ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ [438a] λεπτῇσιν τ΄ ὀθόνῃσι λοχεύσατο κύκλοπα κούρην· αἳ χοάνῃσι δίαντα τετρήατο θεσπεσίῃσιν· αἱ δ΄ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφιναέντος͵ πῦρ δ΄ ἔξω διίεσκον͵ ὅσον ταναώτερον ἦεν. ὁτὲ μὲν οὖν οὕτως ὁρᾶν φησίν͵ ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων.

Δημόκριτος δ΄ ὅτι μὲν ὕδωρ εἶναί φησι͵ λέγει καλῶς͵ ὅτι δ΄ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν͵ οὐ καλῶς· τοῦτο μὲν γὰρ συμβαίνει ὅτι τὸ ὄμμα λεῖον͵ καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ ἀλλ΄ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος͵ ἀλλὰ καθόλου περὶ τῶν ἐμφαινομένων καὶ ἀνακλάσεως οὐδέν πω δῆλον ἦν͵ ὡς ἔοικεν. ἄτοπον δὲ καὶ τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι διὰ τί ὁ ὀφθαλμὸς ὁρᾷ μόνον͵ τῶν δ΄ ἄλλων οὐδὲν ἐν οἷς ἐμφαίνεται τὰ εἴδωλα. τὸ μὲν οὖν τὴν ὄψιν εἶναι ὕδατος ἀληθὲς μέν͵ οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ ἀλλ΄ ᾗ διαφανές· ὃ καὶ ἐπὶ τοῦ ἀέρος κοινόν ἐστιν. ἀλλ΄ εὐφυλακτότερον καὶ εὐπιλητότερον τὸ ὕδωρ τοῦ ἀέρος· διόπερ ἡ κόρη καὶ τὸ ὄμμα ὕδατός ἐστιν. τοῦτο δὲ καὶ ἐπ΄ αὐτῶν τῶν ἔργων δῆλον· φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων͵ καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι͵ καὶ τὸ λευκὸν τοῦ ὄμματος ἐν τοῖς ἔχουσιν αἷμα πῖον καὶ λιπαρόν· ὅπερ διὰ τοῦτ΄ ἐστί͵ πρὸς τὸ διαμένειν τὸ ὑγρὸν ἄπηκτον͵ καὶ διὰ τοῦτο τοῦ σώματος ἀρριγότατον ὁ ὀφθαλμός ἐστιν· οὐδεὶς γάρ πω τὸ ἐντὸς τῶν βλεφάρων ἐρρίγωσεν. τῶν δ΄ ἀναίμων σκληρόδερμοι οἱ ὀφθαλμοί εἰσι͵ καὶ τοῦτο ποιεῖ τὴν σκέπην. ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν͵ καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων͵ ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι͵ καθάπερ λέγουσί τινες. τούτου μὲν γὰρ βέλτιον τὸ ἐν τῇ ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος. ἀλλὰ καὶ τοῦτο εὔηθες· τό τε γὰρ συμφύεσθαι τί ἐστι φωτὶ πρὸς φῶς͵ ἢ πῶς οἷόν θ΄ ὑπάρχειν (οὐ γὰρ τῷ [438b] τυχόντι συμφύεται τὸ τυχόν)͵ τό τ΄ ἐντὸς τῷ ἐκτὸς πῶς; ἡ γὰρ μῆνιγξ μεταξύ ἐστιν. περὶ μὲν οὖν τοῦ ἄνευ φωτὸς μὴ ὁρᾶν εἴρηται ἐν ἄλλοις· ἀλλ΄ εἴτε φῶς εἴτ΄ ἀήρ ἐστι τὸ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὄμματος͵ ἡ διὰ τούτου κίνησίς ἐστιν ἡ ποιοῦσα τὸ ὁρᾶν. καὶ εὐλόγως τὸ ἐντός ἐστιν ὕδατος· διαφανὲς γὰρ τὸ ὕδωρ͵ ὁρᾶται δὲ ὥσπερ καὶ ἔξω οὐκ ἄνευ φωτός͵ οὕτως καὶ ἐντός· διαφανὲς ἄρα δεῖ εἶναι· ἀνάγκη ἄρα ὕδωρ εἶναι͵ ἐπειδὴ οὐκ ἀήρ. οὐ γὰρ ἐπὶ ἐσχάτου τοῦ ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητικόν ἐστιν͵ ἀλλὰ δῆλον ὅτι ἐντός· διόπερ ἀνάγκη διαφανὲς εἶναι καὶ δεκτικὸν φωτὸς τὸ ἐντὸς τοῦ ὄμματος. καὶ τοῦτο καὶ ἐπὶ τῶν συμβαινόντων δῆλον· ἤδη γάρ τισι πληγεῖσιν ἐν πολέμῳ παρὰ τὸν κρόταφον οὕτως ὥστ΄ ἀποτμηθῆναι τοὺς πόρους τοῦ ὄμματος ἔδοξε γενέσθαι σκότος ὥσπερ λύχνου ἀποσβεσθέντος͵ διὰ τὸ οἷον λαμπτῆρά τινα ἀποτμηθῆναι τὸ διαφανές͵ τὴν καλουμένην κόρην. ὥστ΄ εἴπερ ἐπὶ τούτων συμβαίνει καθάπερ λέγομεν͵ φανερὸν ὡς εἰ δεῖ τοῦτον τὸν τρόπον ἀποδιδόναι καὶ προσάπτειν ἕκαστον τῶν αἰσθητηρίων ἑνὶ τῶν στοιχείων͵ τοῦ μὲν ὄμματος τὸ ὁρατικὸν ὕδατος ὑποληπτέον͵ ἀέρος δὲ τὸ τῶν ψόφων αἰσθητικόν͵ πυρὸς δὲ τὴν ὄσφρησιν (ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις͵ τοῦτο δυνάμει τὸ ὀσφραντικόν· τὸ γὰρ αἰσθητὸν ἐνεργεῖν ποιεῖ τὴν αἴ σθησιν͵ ὥσθ΄ ὑπάρχειν ἀναγκαῖον αὐτὴν δυνάμει πρότερον. ἡ δ΄ ὀσμὴ καπνώδης τίς ἐστιν ἀναθυμίασις͵ ἡ δ΄ ἀναθυμίασις ἡ καπνώδης ἐκ πυρός. διὸ καὶ τῷ περὶ τὸν ἐγκέφαλον τόπῳ τὸ τῆς ὀσφρήσεως αἰσθητήριόν ἐστιν ἴδιον· δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστίν. καὶ ἡ τοῦ ὄμμα τος γένεσις τὸν αὐτὸν ἔχει τρόπον· ἀπὸ τοῦ ἐγκεφάλου γὰρ συνέστηκεν· οὗτος γὰρ ὑγρότατος καὶ ψυχρότατος τῶν ἐν τῷ σώματι μορίων ἐστίν). τὸ δ΄ ἁπτικὸν γῆς͵ τὸ δὲ [439a] γευστικὸν εἶδός τι ἁφῆς ἐστίν. καὶ διὰ τοῦτο πρὸς τῇ καρδίᾳ τὸ αἰσθητήριον αὐτῶν͵ τῆς γεύσεως καὶ τῆς ἁφῆς· ἀντίκειται γὰρ τῷ ἐγκεφάλῳ αὕτη͵ καὶ ἔστι θερμότατον τῶν μορίων. καὶ περὶ μὲν τῶν αἰσθητικῶν τοῦ σώματος μορίων ἔστω τοῦτον τὸν τρόπον διωρισμένα.

Περὶ δὲ τῶν αἰσθητῶν τῶν καθ΄ ἕκαστον αἰσθητήριον͵ οἷον λέγω χρώματος καὶ ψόφου καὶ ὀσμῆς καὶ χυμοῦ καὶ ἁφῆς͵ καθόλου μὲν εἴρηται ἐν τοῖς περὶ ψυχῆς͵ τί τὸ ἔργον αὐτῶν καὶ τί τὸ ἐνεργεῖν καθ΄ ἕκαστον τῶν αἰσθητηρίων. τί δέ ποτε δεῖ λέγειν ὁτιοῦν αὐτῶν͵ οἷον τί χρῶμα ἢ τί ψόφον ἢ τί ὀσμὴν ἢ χυμόν͵ ὁμοίως δὲ καὶ περὶ ἁφῆς͵ ἐπισκεπτέον͵ καὶ πρῶτον περὶ χρώματος. ἔστι μὲν οὖν ἕκα στον διχῶς λεγόμενον͵ τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει. τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα καὶ ψόφος πῶς ἐστὶ τὸ αὐτὸ ἢ ἕτερον ταῖς κατ΄ ἐνέργειαν αἰσθήσεσιν͵ οἷον ὁράσει καὶ ἀκούσει͵ εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τί δὲ ἕκαστον αὐτῶν ὂν ποιήσει τὴν αἴσθησιν καὶ τὴν ἐνέργειαν͵ νῦν λέγωμεν. ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις͵ ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκόςὅταν γὰρ ᾖ τι πυρῶδες ἐν διαφανεῖ͵ ἡ μὲν παρουσία φῶς͵ ἡ δὲ στέρησίς ἐστι σκότος· ὃ δὲ λέγομεν διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος οὐδ΄ ἄλλου τῶν οὕτω λεγομένων σωμάτων͵ ἀλλά τίς ἐστι κοινὴ φύσις καὶ δύναμις͵ ἣ χωριστὴ μὲν οὐκ ἔστιν͵ ἐν τούτοις δ΄ ἔστι͵ καὶ τοῖς ἄλλοις σώμασιν ἐνυπάρχει͵ τοῖς μὲν μᾶλλον τοῖς δ΄ ἧττον· ὥσπερ οὖν καὶ τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον͵ καὶ ταύτηςἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἐν ἀορίστῳ τῷ διαφανεῖ ἐστίν· τοῦ δ΄ ἐν τοῖς σώμασι διαφανοῦς τὸ ἔσχατον ὅτι μὲν εἴη ἄν τι͵ δῆλον͵ ὅτι δὲ τοῦτ΄ ἐστὶ τὸ χρῶμα͵ ἐκ τῶν συμβαινόντων φανερόν. τὸ γὰρ χρῶμα ἢ ἐν τῷ πέρατί ἐστιν ἢ πέρας (διὸ καὶ οἱ Πυθαγόρειοι τὴν ἐπιφάνειαν χρόαν ἐκάλουν)· ἔστι μὲν γὰρ ἐν τῷ τοῦ σώματος πέρατι͵ ἀλλ΄ οὐ τὸ τοῦ σώματος πέρας͵ ἀλλὰ τὴν αὐτὴν φύσιν δεῖ νομίζειν ἥπερ καὶ ἔξω [439b] χρωματίζεται͵ ταύτην καὶ ἐντός. φαίνεται δὲ καὶ ἀὴρ καὶ ὕδωρ χρωματιζόμενα· καὶ γὰρ ἡ αὐγὴ τοιοῦτόν ἐστιν. ἀλλ΄ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόρρωθεν ἔχει χρόαν οὔθ΄ ὁ ἀὴρ οὔθ΄ ἡ θά λαττα· ἐν δὲ τοῖς σώμασιν͵ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν͵ ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας ἐστίν. τὸ ἄρα διαφανὲς καθ΄ ὅσον ὑπάρχει ἐν τοῖς σώμασιν (ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον ἐν πᾶσι) χρώματος ποιεῖ μετέχειν. ἐπεὶ δ΄ ἐν πέρατι ἡ χρόα͵ τούτου ἂν ἐν πέρατι εἴη. ὥστε χρῶμα ἂν εἴη τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας. καὶ αὐτῶν δὲ τῶν διαφανῶν͵ οἷον ὕδατος καὶ εἴ τι ἄλλο τοιοῦτον͵ καὶ ὅσοις φαίνεται χρῶμα ἴδιον ὑπάρχειν͵ κατὰ τὸ ἔσχατον ὁμοίως πᾶσιν ὑπάρχει. ἔστι μὲν οὖν ἐνεῖναι ἐν τῷ διαφανεῖ τοῦθ΄ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς͵ ἔστι δὲ μή͵ ἀλλ΄ ἐστερῆσθαι. ὥσπερ οὖν ἐκεῖ τὸ μὲν φῶς τὸ δὲ σκότος͵ οὕτως ἐν τοῖς σώμασιν ἐγγίγνεται τὸ λευκὸν καὶ τὸ μέλαν. περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη͵ διελομένοις ποσαχῶς ἐνδέχεται γίγνεσθαι͵ λεκτέον. ἐν δέχεται μὲν γὰρ παρ΄ ἄλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν͵ ὥσθ΄ ἑκάτερον μὲν εἶναι ἀόρατον διὰ σμικρότητα͵ τὸ δ΄ ἐξ ἀμφοῖν ὁρατόν͵ οὕτω γίγνεσθαι. τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ΄ ἀνάγκη μέν τι ἔχειν χρῶμα͵ τούτων δ΄ οὐδέτερον δυνατόν͵ ἀνάγκη μεικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον. ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους εἶναι χρόας παρὰ τὸ λευκὸν καὶ τὸ μέλαν͵ πολλὰς δὲ τῷ λόγῳ (τρία γὰρ πρὸς δύο͵ καὶ τρία πρὸς τέτταρα͵ καὶ κατ΄ ἄλλους ἀριθμοὺς ἔστι παρ΄ ἄλληλα κεῖσθαι· τὰ δ΄ ὅλως κατὰ μὲν λόγον μηδένα͵ καθ΄ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον)͵ καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις· τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα͵ καθάπερ ἐκεῖ τὰς συμφωνίας͵ τὰ ἥδιστα τῶν χρωμάτων εἶναι δοκοῦντα͵ οἷον [440a] τὸ ἁλουργὸν καὶ τὸ φοινικοῦν καὶ ὀλίγ΄ ἄττα τοιαῦτα (δι΄ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι)͵ τὰ δὲ μὴ ἐν ἀριθμοῖς τἆλλα χρώματα· ἢ καὶ πάσας τὰς χρόας ἐν ἀριθμοῖς εἶναι͵ τὰς μὲν τεταγμένας τὰς δὲ ἀτάκτους͵ καὶ αὐτὰς ταύτας͵ ὅταν μὴ καθαραὶ ὦσι͵ διὰ τὸ μὴ ἐν ἀριθμοῖς εἶναι τοιαύτας γίγνεσθαι. εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρωμάτων οὗτος͵ εἷς δὲ τὸ φαίνεσθαι δι΄ ἀλλήλων͵ οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν͵ ἑτέραν χρόαν ἐφ΄ ἑτέραν ἐναργεστέραν ἐπαλείφοντες͵ ὥσπερ ὅταν ἐν ὕδατί τι ἢ ἐν ἀέρι βούλωνται ποιῆσαι φαινόμενον͵ καὶ οἷον ὁ ἥλιος καθ΄ αὑτὸν μὲν λευκὸς φαίνεται͵ διὰ δ΄ ἀχλύος καὶ καπνοῦ φοινικοῦς. πολλαὶ δὲ καὶ οὕτως ἔσονται χρόαι τὸν αὐτὸν τρόπον τῷ πρότερον εἰρημένῳ· λόγος γὰρ ἂν εἴη τις τῶν ἐπιπολῆς πρὸς τὰ ἐν βάθει͵ τὰ δὲ καὶ ὅλως οὐκ ἐν λόγῳ. τὸ μὲν οὖν͵ ὥσπερ οἱ ἀρχαῖοι͵ λέγειν ἀπόρροιαν εἶναι τὴν χρόαν καὶ ὁρᾶσθαι διὰ τοιαύτην αἰτίαν ἄτοπον· πάντως γὰρ δι΄ ἁφῆς ἀναγκαῖον αὐτοῖς ποιεῖν τὴν αἴσθησιν͵ ὥστ΄ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίγνεσθαι τὴν αἴσθησιν͵ ἁφῇ καὶ μὴ ταῖς ἀπορροίαις. ἐπὶ μὲν οὖν τῶν παρ΄ ἄλληλα κειμένων ἀνάγκη ὥσπερ καὶ μέγεθος λαμβάνειν ἀόρατον͵ οὕτω καὶ χρόνον ἀναίσθητον͵ ἵνα λανθάνωσιν αἱ κινήσεις ἀφικνούμεναι καὶ ἓν δοκῇ εἶναι διὰ τὸ ἅμα φαίνεσθαι· ἐνταῦθα δὲ οὐδεμία ἀνάγκη͵ ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα ἀκίνητον ὂν καὶ κινούμενον ὑπὸ τοῦ ὑποκειμένου οὐχ ὁμοίαν ποιήσει τὴν κίνησιν. διὸ καὶ ἕτερον φαίνεται καὶ οὔτε λευκὸν οὔτε μέλαν. ὥστ΄ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον͵ ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν͵ καίτοι αὕτη τις ἂν εἴη χρωμάτων μίξις. κἀκείνως δ΄ οὐδὲν κωλύει φαίνεσθαί τινα χρόαν κοινὴν τοῖς πόρρωθεν· ὅτι γὰρ οὐκ ἔστιν οὐδὲν μέγεθος ἀόρατον͵ ἐν τοῖς ὕστερον ἐπισκεπτέον. εἰ δ΄ ἔστι μίξις τῶν σωμάτων [440b] μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες͵ παρ΄ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων͵ ἀδήλων δ΄ ἡμῖν διὰ τὴν αἴσθησιν͵ ἀλλ΄ ὅλως πάντη πάντως͵ ὥσπερ ἐν τοῖς περὶ μίξεως εἴρηται καθόλου περὶ πάντων (ἐκείνως μὲν γὰρ μείγνυται ταῦτα μόνον ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα͵ καθάπερ ἀνθρώπους ἢ ἵππους ἢ τὰ σπέρματα· τῶν μὲν γὰρ ἀνθρώπων ἄνθρωπος ἐλάχιστον͵ τῶν δ΄ ἵππων ἵππος· ὥστε τῇ τούτων παρ΄ ἄλληλα θέσει τὸ πλῆθος μέμεικται τῶν συναμφοτέρων· ἄνθρωπον δὲ ἕνα ἑνὶ ἵππῳ οὐ λέγομεν μεμεῖχθαι· ὅσα δὲ μὴ διαιρεῖται εἰς τὸ ἐλάχιστον͵ τούτων οὐκ ἐνδέχεται μίξιν γενέσθαι τὸν τρόπον τοῦτον ἀλλὰ τῷ πάντη μεμεῖχθαι͵ ἅπερ καὶ μάλιστα μείγνυσθαι πέφυκεν· πῶς δὲ τοῦτο γίγνεσθαι δυνατόν͵ ἐν τοῖς περὶ μίξεως εἴρηται πρότερον) ἀλλ΄ ὅτι ἀνάγκη μειγνυμένων καὶ τὰς χρόας μείγνυσθαι͵ δῆλον͵ καὶ ταύτην τὴν αἰτίαν εἶναι κυρίαν τοῦ πολλὰς εἶναι χρόας͵ ἀλλὰ μὴ τὴν ἐπιπόλασιν μηδὲ τὴν παρ΄ ἄλληλα θέσιν· οὐ γὰρ πόρρωθεν μὲν ἐγγύθεν δ΄ οὒ φαίνεται μία χρόα τῶν μεμειγμένων͵ ἀλλὰ πάντοθεν. πολλαὶ δ΄ ἔσονται χρόαι διὰ τὸ κατὰ πολλοὺς λόγους ἐνδέχεσθαι μείγνυσθαι ἀλλήλοις τὰ μειγνύμενα͵ καὶ τὰ μὲν ἐν ἀριθμοῖς τὰ δὲ καθ΄ ὑπεροχὴν μόνον. καὶ τἆλλα δὴ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῶν παρ΄ ἄλληλα τιθεμένων χρωμάτων ἢ ἐπιπολῆς͵ ἐνδέχεται λέγειν καὶ περὶ τῶν μειγνυμένων. διὰ τίνα δ΄ αἰτίαν εἴδη τῶν χρωμάτων ἐστὶν ὡρισμένα καὶ οὐκ ἄπειρα͵ καὶ χυμῶν καὶ ψόφων͵ ὕστερον ἐπισκεπτέον.


Τί μὲν οὖν ἐστὶ χρῶμα καὶ διὰ τίν΄ αἰτίαν πολλαὶ χρόαι εἰσίν͵ εἴρηται· [περὶ δὲ ψόφου καὶ φωνῆς εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς·] περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον. σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος͵ οὐκ ἐν τοῖς αὐτοῖς δ΄ ἐστὶν ἑκάτερον αὐτῶν. ἐναργέστερον δ΄ ἡμῖν ἐστι τὸ τῶν χυμῶν γένος ἢ τὸ τῆς ὀσμῆς. τούτου δ΄ αἴτιον ὅτι χειρίστην [441a] ἔχομεν τῶν ἄλλων ζῴων τὴν ὄσφρησιν καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων͵ τὴν δ΄ ἁφὴν ἀκριβεστάτην τῶν ἄλλων ζῴων· ἡ δὲ γεῦσις ἁφή τίς ἐστιν. ἡ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι· ἀνάγκη δ΄ ἢ ἐν αὑτῷ τὸ ὕδωρ ἔχειν τὰ γένη τῶν χυμῶν ἀναίσθητα διὰ μικρότητα͵ καθάπερ Ἐμπεδοκλῆς φησίν͵ ἢ ὕλην τοιαύτην εἶναι οἷον πανσπερμίαν χυμῶν͵ καὶ ἅπαντα μὲν ἐξ ὕδατος γίγνεσθαι͵ ἄλλο δ΄ ἐξ ἄλλου μέρους͵ ἢ μηδεμίαν ἔχοντος διαφορὰν τοῦ ὕδατος τὸ ποιοῦν αἴτιον εἶναι͵ οἷον εἰ τὸ θερμὸν καὶ τὸν ἥλιον φαίη τις. τούτων δ΄ ὡς μὲν Ἐμπεδοκλῆς λέγει λίαν εὐσύνοπτον τὸ ψεῦδος· ὁρῶμεν γὰρ μεταβάλλοντας ὑπὸ τοῦ θερμοῦ τοὺς χυμοὺς ἀφαιρουμένων τῶν περικαρπίων [εἰς τὸν ἥλιον] καὶ πυρουμένων͵ ὡς οὐ τῷ ἐκ τοῦ ὕδατος ἕλκειν τοιούτους γιγνομένους͵ ἀλλ΄ ἐν αὐτῷ τῷ περικαρπίῳ μεταβάλλοντας͵ καὶ ἐξικμαζομένους δὲ καὶ κειμένους διὰ τὸν χρόνον αὐστηροὺς ἐκ γλυκέων καὶ πικροὺς καὶ παντοδαποὺς γιγνομένους͵ καὶ ἑψομένους εἰς πάντα τὰ γένη τῶν χυμῶν ὡς εἰπεῖν μεταβάλλοντας. ὁμοίως δὲ καὶ τὸ πανσπερμίας εἶναι τὸ ὕδωρ ὕλην ἀδύνατον· ἐκ τοῦ αὐτοῦ γὰρ ὁρῶμεν ὡς [ἐκ τῆς αὐτῆς] τροφῆς γιγνομένους ἑτέρους χυμούς. λείπεται δὴ τῷ πάσχειν τι τὸ ὕδωρ μεταβάλλειν. ὅτι μὲν τοίνυν οὐχ ὑπὸ τῆς τοῦ θερμοῦ μόνον δυνάμεως λαμβάνει ταύτην τὴν δύναμιν ἣν καλοῦμεν χυμόν͵ φανερόν. λεπτότατον γὰρ πάντων τῶν οὕτως ὑγρῶν τὸ ὕδωρ ἐστί͵ καὶ αὐτοῦ τοῦ ἐλαίου (ἀλλ΄ ἐπεκτείνεται ἐπὶ πλέον τοῦ ὕδατος τὸ ἔλαιον διὰ τὴν γλισχρότητα· τὸ δ΄ ὕδωρ ψαθυρόν ἐστι͵ διὸ καὶ χαλεπώτερον φυλάξαι ἐν τῇ χειρὶ τὸ ὕδωρ ἤπερ ἔλαιον)͵ ἐπεὶ δὲ θερμαινόμενον οὐδὲν φαίνεται παχυνόμενον τὸ ὕδωρ αὐτὸ μόνον͵ δῆλον ὅτι ἑτέρα τις ἂν εἴη αἰτία· οἱ γὰρ χυμοὶ πάντες πάχος ἔχουσι μᾶλλον· τὸ δὲ θερμὸν συναίτιον. φαίνονται δ΄ οἱ χυμοὶ ὅσοιπερ καὶ ἐν τοῖς περικαρπίοις͵ [441b] οὗτοι ὑπάρχοντες καὶ ἐν τῇ γῇ. διὸ καὶ πολλοί φασι τῶν ἀρχαίων φυσιολόγων τοιοῦτον εἶναι τὸ ὕδωρ δι΄ οἵας ἂν γῆς πορεύηται. καὶ τοῦτο δῆλόν ἐστιν ἐπὶ τῶν ἁλμυρῶν ὑδάτων μάλιστα· οἱ γὰρ ἅλες γῆς τι εἶδός εἰσιν. καὶ τὰ διὰ τῆς τέφρας διηθούμενα πικρᾶς οὔσης πικρὸν ποιεῖ τὸν χυμόν͵ εἰσί τε κρῆναι πολλαὶ αἱ μὲν πικραί͵ αἱ δ΄ ὀξεῖαι͵ αἱ δὲ παντοδαποὺς ἔχουσαι χυμοὺς ἄλλους. εὐλόγως δ΄ ἐν τοῖς φυομένοις τὸ τῶν χυμῶν γίγνεται γένος μάλιστα. πάσχειν γὰρ πέφυκε τὸ ὑγρόν͵ ὥσπερ καὶ τἆλλα͵ ὑπὸ τοῦ ἐναντίου· ἐναντίον δὲ τὸ ξηρόν. διὸ καὶ ὑπὸ τοῦ πυρὸς πάσχει τι· ξηρὰ γὰρ ἡ τοῦ πυρὸς φύσις. ἀλλ΄ ἴδιον τοῦ πυρὸς τὸ θερμόν ἐστι͵ γῆς δὲ τὸ ξηρόν͵ ὥσπερ εἴρηται ἐν τοῖς περὶ στοιχείων. ᾗ μὲν οὖν πῦρ καὶ ᾗ γῆ͵ οὐδὲν πέφυκε ποιεῖν καὶ πάσχειν͵ οὐδ΄ ἄλλο οὐδέν· ᾗ δ΄ ὑπάρχει ἐναντιότης ἐν ἑκάστῳ͵ ταύτῃ πάντα καὶ ποιοῦσι καὶ πάσχουσιν. ὥσπερ οὖν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ἔχειν ποιοῦσι τὸ ὕδωρ͵ οὕτως καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες͵ καὶ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ κινοῦσα τῷ θερμῷ ποιόν τι τὸ ὑγρὸν παρασκευάζει. καὶ ἔστι τοῦτο χυμός͵ τὸ γιγνόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ πάθος ἐν τῷ ὑγρῷ͵ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν ὂν εἰς ἐνέργειαν· ἄγει γὰρ τὸ αἰσθητικὸν εἰς τοῦτο δυνάμει προϋπάρχον· οὐ γὰρ κατὰ τὸ μανθάνειν ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστι τὸ αἰσθάνεσθαι. ὅτι δ΄ οὐ παντὸς ξηροῦ ἀλλὰ τοῦ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις͵ δεῖ λαβεῖν ἐντεῦθεν͵ ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ· τροφὴ γὰρ οὐχ ἓν μόνον τοῖς ζῴοις͵ ἀλλὰ τὸ μεμειγμένον. καὶ ἔστι τῆς προσφερομένης τροφῆς τοῖς ζῴοις τὰ μὲν ἁπτὰ τῶν αἰσθητῶν αὔξησιν ποιοῦντα καὶ φθίσιν· τούτων μὲν γὰρ αἴτιον ᾗ θερμὸν καὶ ψυχρὸν τὸ προσφερόμενον (ταῦτα γὰρ ποιεῖ καὶ [442a] αὔξησιν καὶ φθίσιν)͵ τρέφει δὲ ᾗ γευστὸν τὸ προσφερόμενον (πάντα γὰρ τρέφεται τῷ γλυκεῖ͵ ἢ ἁπλῶς ἢ μεμειγμένῳ). δεῖ μὲν οὖν διορίζειν περὶ τούτων ἐν τοῖς περὶ γενέσεως͵ νῦν δ΄ ὅσον ἀναγκαῖον ἅψασθαι αὐτῶν. τὸ γὰρ θερμὸν αὐξάνει͵ καὶ δημιουργεῖ τὴν τροφήν͵ καὶ τὸ κοῦφον ἕλκει͵ τὸ δ΄ ἁλμυρὸν καὶ πικρὸν καταλείπει διὰ τὸ βάρος. ὃ δὴ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξω θερμόν͵ τοῦτο τὸ ἐν τῇ φύσει τῶν ζῴων καὶ φυτῶν· διὸ τρέφεται τῷ γλυκεῖ. συμμείγνυνται δ΄ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ͵ ἀντὶ ἡδύσματος͵ ταῦτα δὲ διὰ τὸ ἀντισπᾶν τῷ λίαν τρόφιμον εἶναι τὸ γλυκὺ καὶ ἐπιπολαστικόν. ὥσπερ δὲ τὰ χρώματα ἐκ λευκοῦ καὶ μέλανος μίξεώς ἐστιν͵ οὕτως οἱ χυμοὶ ἐκ γλυκέος καὶ πικροῦ͵ καὶ κατὰ λόγον δ΄ ἢ τῷ μᾶλλον καὶ ἧττον ἕκαστοί εἰσιν͵ εἴτε κατ΄ ἀριθμούς τινας τῆς μίξεως καὶ κινήσεως͵ εἴτε καὶ ἀορίστως͵ οἱ δὲ τὴν ἡδονὴν ποιοῦντες μειγνύμενοι͵ οὗτοι ἐν ἀριθμοῖς μόνον· ὁ μὲν οὖν λιπαρὸς τοῦ γλυκέος ἐστὶ χυμός͵ τὸ δ΄ ἁλμυρὸν καὶ πικρὸν σχεδὸν τὸ αὐτό͵ ὁ δὲ δριμὺς καὶ αὐστηρὸς καὶ στρυφνὸς καὶ ὀξὺς ἀνὰ μέσον. σχεδὸν γὰρ ἴσα καὶ τὰ τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων ἐστίν· ἑπτὰ γὰρ ἀμφοτέρων εἴδη͵ ἄν τις τιθῇ͵ ὥσπερ εὔλογον͵ τὸ φαιὸν μέλαν τι εἶναι· λείπεται γὰρ τὸ ξανθὸν μὲν τοῦ λευκοῦ εἶναι ὥσπερ τὸ λιπαρὸν τοῦ γλυκέος͵ τὸ φοινικοῦν δὲ καὶ ἁλουργὸν καὶ πράσινον καὶ κυανοῦν μεταξὺ τοῦ λευκοῦ καὶ μέλανος͵ τὰ δ΄ ἄλλα μεικτὰ ἐκ τούτων. καὶ ὥσπερ τὸ μέλαν στέρησις ἐν τῷ διαφανεῖ τοῦ λευκοῦ͵ οὕτω τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν τοῦ γλυκέος ἐν τῷ τροφίμῳ ὑγρῷ. διὸ καὶ ἡ τέφρα τῶν κατακαιομένων πικρὰ πάντων· ἐξίκμασται γὰρ τὸ πότιμον ἐξ αὐτῶν.

Δημόκριτος δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων͵ ὅσοι λέγουσι περὶ αἰσθήσεως͵ ἀτοπώτατόν τι [442b] ποιοῦσιν· πάντα γὰρ τὰ αἰσθητὰ ἁπτὰ ποιοῦσιν. καίτοι εἰ τοῦτο οὕτως ἔχει͵ δῆλον ὡς καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη ἁφή τίς ἐστιν· τοῦτο δ΄ ὅτι ἀδύνατον͵ οὐ χαλεπὸν συνιδεῖν. ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον͵ ἔτι δὲ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν τοῖς ὄγκοις͵ κοινὰ τῶν αἰσθήσεών ἐστιν͵ εἰ δὲ μὴ πασῶν͵ ἀλλ΄ ὄψεώς γε καὶ ἁφῆς. διὸ καὶ περὶ μὲν τούτων ἀπατῶνται͵ περὶ δὲ τῶν ἰδίων οὐκ ἀπατῶνται͵ οἷον ἡ ὄψις περὶ χρώματος καὶ ἡ ἀκοὴ περὶ ψόφων. οἱ δὲ τὰ ἴδια εἰς ταῦτα ἀνάγουσιν͵ ὥσπερ Δημόκριτος· τὸ γὰρ λευκὸν καὶ τὸ μέλαν τὸ μὲν τραχύ φησιν εἶναι τὸ δὲ λεῖον͵ εἰς δὲ τὰ σχήματα ἀνάγει τοὺς χυμούς. καίτοι ἢ οὐδεμιᾶς ἢ μᾶλλον τῆς ὄψεως τὰ κοινὰ γνωρίζειν. εἰ δ΄ ἄρα τῆς γεύσεως μᾶλλον͵ τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης ἐστὶν αἰσθήσεως διακρίνειν περὶ ἕκαστον γένος͵ ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι μάλιστα καὶ τῶν σχημάτων εἶναι κριτικωτάτην. ἔτι τὰ μὲν αἰσθητὰ πάντα ἔχει ἐναντίωσιν͵ οἷον ἐν χρώματι τῷ μέλανι τὸ λευκὸν καὶ ἐν χυμοῖς τῷ γλυκεῖ τὸ πικρόν· σχῆμα δὲ σχήματι οὐ δοκεῖ εἶναι ἐναντίον· τίνι γὰρ τῶν πολυγώνων τὸ περιφερὲς ἐναντίον; ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ τοὺς χυμοὺς εἶναι ἀπείρους· διὰ τί γὰρ ὁ μὲν τῶν χυμῶν αἴσθησιν ποιήσει͵ ὁ δ΄ οὐκ ἂν ποιήσειεν; καὶ περὶ μὲν τοῦ γευστοῦ καὶ χυμοῦ εἴρηται· τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν οἰκείαν ἔχει τὴν σκέψιν ἐν τῇ φυσιολογίᾳ τῇ περὶ τῶν φυτῶν.


Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς· ὅπερ γὰρ ποιεῖ ἐν τῷ ὑγρῷ τὸ ξηρόν͵ τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν͵ ἐν ἀέρι καὶ ὕδατι ὁμοίως. (κοινὸν δὲ κατὰ τούτων νῦν μὲν λέγομεν τὸ διαφανές͵ ἔστι δ΄ [443a] ὀσφραντὸν οὐχ ᾗ διαφανές͵ ἀλλ΄ ᾗ πλυτικὸν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος.) οὐ γὰρ μόνον ἐν ἀέρι ἀλλὰ καὶ ἐν ὕδατι τὸ τῆς ὀσφρήσεώς ἐστιν. δῆλον δ΄ ἐπὶ τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων· φαίνονται γὰρ ὀσφραινόμενα οὔτε ἀέρος ὄντος ἐν τῷ ὕδατι (ἐπιπολάζει γὰρ ὁ ἀήρ͵ ὅταν ἐγγένηται) οὔτ΄ αὐτὰ ἀναπνέοντα. εἰ οὖν τις θείη καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά͵ εἴη ἂν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις ὀσμή͵ καὶ ὀσφραντὸν τὸ τοιοῦτον. ὅτι δ΄ ἀπ΄ ἐγχύμου ἐστὶ τὸ πάθος͵ δῆ λον ἐκ τῶν ἐχόντων καὶ μὴ ἐχόντων ὀσμήν· τά τε γὰρ στοιχεῖα ἄοσμα͵ οἷον πῦρ ἀὴρ γῆ ὕδωρ͵ διὰ τὸ τά τε ξηρὰ αὐτῶν καὶ τὰ ὑγρὰ ἄχυμα εἶναι͵ ἂν μή τι μειγνύμενον ποιῇ. διὸ καὶ ἡ θάλαττα ἔχει ὀσμήν (ἔχει γὰρ χυμὸν καὶ ξηρότητα)͵ καὶ ἅλες μᾶλλον νίτρου ὀσμώδεις (δηλοῖ δὲ τὸ ἐξικμαζόμενον ἐξ αὐτῶν ἔλαιον)͵ τὸ δὲ νίτρον γῆς ἐστι μᾶλλον. ἔτι λίθος μὲν ἄοσμον͵ ἄχυμον γάρ͵ τὰ δὲ ξύλα ὀσμώδη͵ ἔγχυμα γάρ· καὶ τούτων τὰ ὑδατώδη ἧττον. ἔτι ἐπὶ τῶν μεταλλευομένων χρυσὸς ἄοσμον͵ ἄχυμον γάρ͵ ὁ δὲ χαλκὸς καὶ ὁ σίδηρος ὀσμώδη· ὅταν δ΄ ἐκκαυθῇ τὸ ὑγρόν͵ ἀοσμότεραι αἱ σκωρίαι γίγνονται πάντων· ἄργυρος δὲ καὶ καττίτερος τῶν μὲν μᾶλλον ὀσμώδη τῶν δ΄ ἧττον· ὑδατώδη γάρ. δοκεῖ δ΄ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμή͵ οὖσα κοινὴ γῆς τε καὶ ἀέρος [καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς]· διὸ καὶ Ἡράκλειτος οὕτως εἴρηκεν͵ ὡς εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο͵ ῥῖνες ἂν διαγνοῖεν͵ καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς͵ οἱ μὲν ὡς ἀτμίδα͵ οἱ δ΄ ὡς ἀναθυμίασιν͵ οἱ δ΄ ὡς ἄμφω ταῦτα· ἔστι δ΄ ἡ μὲν ἀτμὶς ὑγρότης τις͵ ἡ δὲ καπνώδης ἀναθυμίασις͵ ὥσπερ εἴρηται͵ κοινὸν ἀέρος καὶ γῆς· καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ͵ ἐκ δὲ ταύτης γῆς τι εἶδος. ἀλλ΄ οὐδέτερον τούτων ἔοικεν· ἡ μὲν γὰρ ἀτμίς ἐστιν ὕδατος͵ ἡ δὲ καπνώδης ἀναθυμίασις ἀδύνατος ἐν ὕδατι γενέσθαι· ὀσμᾶται δὲ καὶ τὰ ἐν τῷ ὕδατι͵ [443b] ὥσπερ εἴρηται πρότερον. ἔτι ἡ ἀναθυμίασις ὁμοίως λέγεται ταῖς ἀπορροίαις· εἰ οὖν μηδ΄ ἐκεῖναι καλῶς͵ οὐδ΄ αὕτη καλῶς. ὅτι μὲν οὖν ἐνδέχεται ἀπολαύειν τὸ ὑγρόν͵ καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὸ ἐν τῷ ὕδατι͵ καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος͵ οὐκ ἄδηλον· καὶ γὰρ ὁ ἀὴρ ὑγρὸν τὴν φύσιν ἐστίν. ἔτι δ΄ εἴπερ ὁμοίως ἐν τοῖς ὑγροῖς ποιεῖ καὶ ἐν τῷ ἀέρι οἷον ἀποπλυνόμενον τὸ ξηρόν͵ φανερὸν ὅτι δεῖ ἀνάλογον εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς. ἀλλὰ μὴν τοῦτό γε ἐπ΄ ἐνίων συμβέβηκεν· καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαί εἰσιν ὀσμαὶ καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί͵ καὶ τοῖς πικροῖς τὰς σαπρὰς ἄν τις ἀνάλογον εἴποι· διὸ ὥσπερ ἐκεῖνα δυσκατάποτα͵ τὰ σαπρὰ δυσανάπνευστά ἐστιν. δῆλον ἄρα ὅτι ὅπερ ἐν τῷ ὕδατι ὁ χυμός͵ τοῦτ΄ ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὀσμή. καὶ διὰ τοῦτο τὸ ψυχρὸν καὶ ἡ πῆξις καὶ τοὺς χυμοὺς ἀμβλύνει καὶ τὰς ὀσμὰς ἀφανίζει· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἀφανίζουσιν ἡ ψύξις καὶ ἡ πῆξις. εἴδη δὲ τοῦ ὀσφραντοῦ δύο ἐστίν· οὐ γάρ͵ ὥσπερ τινές φασιν͵ οὐκ ἔστιν εἴδη τοῦ ὀσφραντοῦ͵ ἀλλ΄ ἔστιν. διοριστέον δὲ πῶς ἔστι καὶ πῶς οὐκ ἔστιν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν͵ ὥσπερ εἴπομεν͵ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσιν (διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ πάθη εἶναι͵ ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί͵ πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι͵ οὐδ΄ ὅσοις μὴ καὶ ἡ τροφὴ ἡ ἔχουσα τὰς ὀσμὰς ἡδεῖα͵ οὐδὲ τούτοις)ὥστε αὗται μέν͵ καθάπερ εἴπομεν͵ κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ λυπηρόν͵ διὸ καὶ πάντων εἰσὶ κοιναὶ τῶν ζῴων· αἱ δὲ καθ΄ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν͵ οἷον αἱ τῶν ἀνθῶν· οὐδὲν γὰρ μᾶλλον οὐδ΄ ἧττον πρὸς τὴν τροφὴν παρακαλοῦσιν͵ οὐδὲ συμβάλλονται πρὸς ἐπιθυμίαν οὐδέν͵ ἀλλὰ τοὐναντίον μᾶλλον· ἀληθὲς γὰρ ὅπερ Εὐριπίδην σκώπτων εἶπε Στράττις͵ ὅταν φακῆν ἕψητε͵ μὴ ΄πιχεῖν μύρον. οἱ δὲ νῦν μειγνύν [444a] τες εἰς τὰ πόματα τὰς τοιαύτας δυνάμεις βιάζονται τῇ συνηθείᾳ τὴν ἡδονήν͵ ἕως ἂν ἐκ δύ΄ αἰσθήσεων γένηται τὸ ἡδὺ ὡς ἂν καὶ ἀπὸ μιᾶς. τοῦτο μὲν οὖν τὸ ὀσφραντὸν ἴδιον ἀνθρώπου ἐστίν͵ ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζῴων͵ ὥσπερ εἴρηται πρότερον· κἀκείνων μέν͵ διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ͵ διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς͵ ταύτης δ΄ οὐκέτι͵ διὰ τὸ τὴν φύσιν αὐτῆς εἶναι καθ΄ αὑτὴν ἡδεῖαν ἢ λυπηράν. αἴτιον δὲ τοῦ ἴδιον εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν ἕξιν τὴν περὶ τὸν ἐγκέφαλον. ψυχροῦ γὰρ ὄντος τὴν φύσιν τοῦ ἐγκεφάλου͵ καὶ τοῦ αἵμα τος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ͵ εὐψύκτου δέ (διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ νοσηματικὰ ῥεύματα ποιεῖ)͵ τοῖς ἀνθρώποις πρὸς βοήθειαν ὑγιείας γέγονε τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς· οὐδὲν γὰρ ἄλλο ἔργον ἐστὶν αὐτῆς ἢ τοῦτο. τοῦτο δὲ ποιεῖ φανερῶς· ἡ μὲν γὰρ τροφὴ ἡδεῖα οὖσα͵ καὶ ἡ ξηρὰ καὶ ἡ ὑγρά͵ πολλάκις νοσώδης ἐστίν͵ ἡ δ΄ ἀπὸ τῆς ὀσμῆς τῆς καθ΄ αὑτὴν ἡδείας εὐωδία ὁπωσοῦν ἔχουσιν ὠφέλιμος ὡς εἰπεῖν αἰεί. καὶ διὰ τοῦτο γίγνεται διὰ τῆς ἀναπνοῆς͵ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνθρώποις καὶ τῶν ἐναίμων οἷον τοῖς τετράποσι καὶ ὅσα μετέχει μᾶλλον τῆς τοῦ ἀέρος φύσεως· ἀναφερομένων γὰρ τῶν ὀσμῶν πρὸς τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θερμότητος κουφότητα ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν. κατακέχρηται δ΄ ἡ φύσις τῇ ἀναπνοῇ ἐπὶ δύο͵ ὡς ἔργῳ μὲν ἐπὶ τὴν εἰς τὸν θώρακα βοή θειαν͵ ὡς παρέργῳ δ΄ ἐπὶ τὴν ὀσμήν· ἀναπνέοντος γὰρ ὥσπερ ἐκ παρόδου ποιεῖται διὰ τῶν μυκτήρων τὴν κίνησιν. ἴδιον δὲ τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστι τὸ τῆς ὀσμῆς τῆς τοιαύτης γένος διὰ τὸ πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον ἔχειν τῶν ἄλλων ζῴων ὡς κατὰ μέγεθος· διὰ γὰρ τοῦτο καὶ μόνον ὡς εἰπεῖν αἰσθάνεται τῶν ζῴων ἄνθρωπος καὶ χαίρει ταῖς τῶν ἀνθῶν καὶ τῶν τοιούτων ὀσμαῖς· σύμμετρος γὰρ αὐτῶν [444b] ἡ θερμότης καὶ ἡ κίνησις πρὸς τὴν ὑπερβολὴν τῆς ἐν τῷ τό πῳ ὑγρότητος καὶ ψυχρότητός ἐστιν. τοῖς δ΄ ἄλλοις ὅσα πνεύμονα ἔχει διὰ τοῦ ἀναπνεῖν τοῦ ἑτέρου γένους τῆς ὀσμῆς τὴν αἴσθησιν ἀποδέδωκεν ἡ φύσις͵ ὅπως μὴ δύο αἰσθητήρια ποιῇ· ἀπόχρη γάρ͵ ἐπείπερ καὶ ὣς ἀναπνέουσιν͵ ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν͵ τούτοις τῶν ἑτέρων μόνων ὑπάρχουσα ἡ αἴσθησις. τὰ δὲ μὴ ἀναπνέοντα ὅτι μὲν ἔχει αἴσθησιν τοῦ ὀσφραντοῦ͵ φανερόν· καὶ γὰρ ἰχθύες καὶ τὸ τῶν ἐντόμων γένος πᾶν ἀκριβῶς καὶ πόρρωθεν αἰσθάνεται͵ διὰ τὸ θρεπτικὸν εἶδος τῆς ὀσμῆς͵ ἀπέχοντα πολὺ τῆς οἰκείας τροφῆς͵ οἷον αἵ τε μέλιτται [ποιοῦσι πρὸς τὸ μέλι] καὶ τὸ τῶν μικρῶν μυρμήκων γένος͵ οὓς καλοῦσί τινες κνῖπας͵ καὶ τῶν θαλαττίων αἱ πορφύραι͵ καὶ πολλὰ τῶν ἄλλων τῶν τοιούτων ζῴων ὀξέως αἰσθάνεται τῆς τροφῆς διὰ τὴν ὀσμήν. ὅτῳ δὲ αἰσθάνεται͵ οὐχ ὁμοίως φανερόν. διὸ κἂν ἀπορήσειέ τις τίνι αἰσθάνονται τῆς ὀσμῆς͵ εἴπερ ἀναπνέουσι μὲν γίγνεται τὸ ὀσμᾶσθαι μοναχῶς (τοῦτο γὰρ φαίνεται ἐπὶ τῶν ἀναπνεόντων συμβαῖνον πάντων)͵ ἐκείνων δ΄ οὐθὲν ἀναπνεῖ͵ αἰσθάνεται μέντοι͵ εἰ μή τις παρὰ τὰς πέντε αἰσθήσεις ἑτέρα. τοῦτο δ΄ ἀδύνατον· τοῦ γὰρ ὀσφραντοῦ ὄσφρησις͵ ἐκεῖνα δὲ τούτου αἰσθάνεται͵ ἀλλ΄ οὐ τὸν αὐτὸν ἴσως τρόπον͵ ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον ὥσπερ πῶμά τι (διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα)͵ τοῖς δὲ μὴ ἀναπνέουσιν ἀφῄρηται τοῦτο͵ καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζῴων͵ ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾶν͵ τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει͵ διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος͵ ἀλλ΄ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὄντος αὐτοῖς εὐθύς. ὁμοίως δὲ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν οὐδὲν δυσχεραίνει τῶν καθ΄ αὑτὰ δυσωδῶν τὴν ὀσμήν͵ ἂν μή τι τύχῃ φθαρτικὸν ὄν͵ ὑπὸ τούτων δ΄ ὁμοίως φθαρεῖται καθάπερ καὶ οἱ ἄνθρωποι ὑπὸ τῆς τῶν ἀνθράκων ἀτμίδος καρηβαροῦσι καὶ φθείρονται πολλάκις· οὕτως ὑπὸ τῆς τοῦ θείου δυνάμεως καὶ τῶν ἀσφαλτωδῶν φθείρεται [445a] τἆλλα ζῷα͵ καὶ φεύγει διὰ τὸ πάθος. αὐτῆς δὲ καθ΄ αὑτὴν τῆς δυσωδίας οὐδὲν φροντίζουσιν (καίτοι πολλὰ τῶν φυομένων δυσώδεις ἔχει τὰς ὀσμάς)͵ ἐὰν μή τι συμβάλληται πρὸς τὴν γεῦσιν ἢ τὴν ἐδωδὴν αὐτοῖς. ἔοικε δ΄ ἡ αἴσθησις ἡ τοῦ ὀσφραίνεσθαι͵ περιττῶν οὐσῶν τῶν αἰσθήσεων καὶ τοῦ ἀριθμοῦ ἔχοντος μέσον τοῦ περιττοῦ͵ καὶ αὐτὴ μέση εἶναι τῶν τε ἁπτικῶν͵ οἷον ἁφῆς καὶ γεύσεως͵ καὶ τῶν δι΄ ἄλλου αἰσθητικῶν͵ οἷον ὄψεως καὶ ἀκοῆς. διὸ καὶ τὸ ὀσφραντὸν τῶν θρεπτικῶν ἐστὶ πάθος τι (ταῦτα δ΄ ἐν τῷ ἁπτῷ γένει)͵ καὶ τοῦ ἀκουστοῦ δὲ καὶ τοῦ ὁρατοῦ͵ διὸ καὶ ἐν ἀέρι καὶ ἐν ὕδατι ὀσμῶνται. ὥστ΄ ἐστὶ τὸ ὀσφραντὸν κοινόν τι τούτων ἀμφοτέρων͵ καὶ τῷ τε ἁπτῷ ὑπάρχει καὶ τῷ ἀκουστῷ καὶ τῷ διαφανεῖ· διὸ καὶ εὐλόγως παρείκασται ξηρότητος ἐν ὑγρῷ καὶ χυτῷ οἷον βαφή τις εἶναι καὶ πλύσις. πῶς μὲν οὖν εἴδη δεῖ λέγειν καὶ πῶς οὐ δεῖ τοῦ ὀσφραντοῦ͵ ἐπὶ τοσοῦτον εἰρήσθω. ὃ δὲ λέγουσί τινες τῶν Πυθαγορείων͵ οὐκ ἔστιν εὔλογον· τρέφεσθαι γάρ φασιν ἔνια ζῷα ταῖς ὀσμαῖς. πρῶτον μὲν γὰρ ὁρῶμεν ὅτι τὴν τροφὴν δεῖ εἶναι συνθετήν (καὶ γὰρ τὰ τρεφόμενα οὐχ ἁπλᾶ ἐστιν͵ διὸ καὶ περιττώματα γίγνεται τῆς τροφῆς͵ ἢ ἐν αὐτοῖς ἢ ἔξω͵ ὥσπερ τοῖς φυτοῖς͵ ἐπεὶ δ΄ οὐδὲ τὸ ὕδωρ ἐθέλει αὐτὸ μόνον ἄμεικτον ὂν τρέφεινσω ματῶδες γάρ τι δεῖ εἶναι τὸ συστησόμενονἔτι πολὺ ἧττον εὔλογον τὸν ἀέρα σωματοῦσθαι)· πρὸς δὲ τούτοις͵ ὅτι πᾶσιν ἔστι τοῖς ζῴοις τόπος δεκτικὸς τῆς τροφῆς͵ ἐξ οὗ ἕλκον λαμβάνει τὸ σῶμα· τοῦ δ΄ ὀσφραντοῦ ἐν τῇ κεφαλῇ τὸ αἰσθητήριον͵ καὶ μετὰ πνευματώδους εἰσέρχεται ἀναθυμιά σεως͵ ὥστ΄ εἰς τὸν ἀναπνευστικὸν βαδίζοι ἂν τόπον. ὅτι μὲν οὖν οὐ συμβάλλεται εἰς τροφὴν τὸ ὀσφραντόν͵ ᾗ ὀσφραντόν͵ δῆλον· ὅτι μέντοι εἰς ὑγίειαν͵ καὶ ἐκ τῆς αἰσθήσεως καὶ ἐκ τῶν εἰρημένων φανερόν͵ ὥστε ὅπερ ὁ χυμὸς ἐν τῷ θρεπτικῷ καὶ πρὸς τὰ τρεφόμενα͵ τοῦτ΄ ἐστὶ πρὸς ὑγίειαν τὸ [445b] ὀσφραντόν. καθ΄ ἕκαστον μὲν οὖν αἰσθητήριον διωρίσθω τὸν τρόπον τοῦτον.

Ἀπορήσειε δ΄ ἄν τις͵ εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται͵ ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά͵ οἷον χρῶμα καὶ χυμὸς καὶ ὀσμὴ καὶ ψόφος͵ καὶ βαρῦ καὶ κοῦφον͵ καὶ θερμὸν καὶ ψυχρόν͵ καὶ σκληρὸν καὶ μαλακόν͵ ἢ ἀδύνατον. ποιητικὸν γάρ ἐστιν ἕκαστον αὐτῶν τῆς αἰσθήσεως (τῷ δύνασθαι γὰρ κινεῖν αὐτὴν λέγεται πάντα)͵ ὥστ΄ ἀνάγκη͵ εἰ ἡ δύναμις͵ καὶ τὴν αἴσθησιν εἰς ἄπειρα διαιρεῖσθαι καὶ πᾶν εἶναι μέ γεθος αἰσθητόν (ἀδύνατον γὰρ λευκὸν μὲν ὁρᾶν͵ μὴ ποσὸν δέ)· εἰ γὰρ μὴ οὕτως͵ ἐνδέχοιτ΄ ἂν εἶναί τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδ΄ ἄλλο τι τοιοῦτον πάθος͵ ὥστ΄ οὐδ΄ αἰσθητὸν ὅλως· ταῦτα γὰρ τὰ αἰσθητά. τὸ ἄρ΄ αἰσθητὸν ἔσται συγκείμενον οὐκ ἐξ αἰσθητῶν. ἀλλ΄ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν. ἔτι τίνι κρινοῦμεν ταῦτα καὶ γνωσόμεθα; ἢ τῷ νῷ; ἀλλ΄ οὐ νοητά͵ οὐδὲ νοεῖ ὁ νοῦς τὰ ἐκτὸς μὴ μετ΄ αἰσθήσεως. ἅμα δ΄ εἰ ταῦτ΄ ἔχει οὕτως͵ ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι μεγέθη· οὕτω γὰρ ἂν λύοιτο ὁ λόγος. ἀλλ΄ ἀδύνατα· εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς λόγοις τοῖς περὶ κινήσεως. περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται καὶ διὰ τί πεπέρανται τὰ εἴδη καὶ χρώματος καὶ χυμοῦ καὶ φθόγγων καὶ τῶν ἄλλων αἰσθητῶν. ὧν μὲν γάρ ἐστιν ἔσχατα͵ ἀνάγκη πεπεράνθαι τὰ ἐντός· τὰ δ΄ ἐναντία ἔσχατα͵ πᾶν δὲ τὸ αἰσθητὸν ἔχει ἐναντίωσιν͵ οἷον ἐν χρώματι τὸ λευκὸν καὶ τὸ μέλαν͵ ἐν χυμῷ γλυκὺ καὶ πικρόν· καὶ ἐν τοῖς ἄλλοις δὴ πᾶσίν ἐστιν ἔσχατα τὰ ἐν αντία. τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα͵ εἰς δ΄ ἴσα πεπερασμένα· τὸ δὲ μὴ καθ΄ αὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη. ἐπεὶ οὖν τὰ μὲν πάθη ὡς εἴδη λεκτέον͵ ὑπάρχει δὲ συνέχεια ἀεὶ ἐν τούτοις͵ ληπτέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον· καὶ διὰ τοῦτο τὸ μυριοστημόριον λανθάνει [446a] τῆς κέγχρου ὁρωμένης͵ καίτοι ἡ ὄψις ἐπελήλυθεν͵ καὶ ὁ ἐν τῇ διέσει φθόγγος λανθάνει͵ καίτοι συνεχοῦς ὄντος ἀκούει τοῦ μέλους παντός· τὸ δὲ διάστημα τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους λανθάνει. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αἰσθητοῖς τὰ μικρὰ πάμπαν· δυνάμει γὰρ ὁρατά͵ ἐνεργείᾳ δ΄ οὔ͵ ὅταν μὴ χωρὶς ᾖ· καὶ γὰρ ἐνυπάρχει δυνάμει ἡ ποδιαία τῇ δίποδι͵ ἐνεργείᾳ δ΄ ἤδη ἀφαιρεθεῖσα. χωριζόμεναι δ΄ αἱ τηλικαῦται ὑπεροχαὶ εὐλόγως μὲν ἂν καὶ διαλύοιντο εἰς τὰ περιέχοντα͵ ὥσπερ καὶ ἀκαριαῖος χυμὸς εἰς τὴν θάλατταν ἐγχυθείς. οὐ μὴν ἀλλ΄ ἐπειδὴ οὐδ΄ ἡ τῆς αἰσθήσεως ὑπεροχὴ καθ΄ αὑτὴν αἰσθητὴ οὐδὲ χωριστή (δυνάμει γὰρ ἐνυπάρχει ἐν τῇ ἀκριβεστέρᾳ ἡ ὑπεροχή)͵ οὐδὲ τὸ τηλικοῦτον αἰσθητὸν χωριστὸν ἔσται ἐνεργείᾳ αἰσθάνεσθαι. ἀλλ΄ ὅμως ἔσται αἰσθητόν· δυνάμει τε γάρ ἐστιν ἤδη͵ καὶ ἐνεργείᾳ ἔσται προσγενόμενον. ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει͵ καὶ διὰ τίν΄ αἰτίαν͵ καὶ πῶς αἰσθητὰ καὶ πῶς οὔ͵ εἴρηται. ὅταν δὲ δὴ ἐνυπάρχῃ τούτῳ τοσαῦτα ὥστε καὶ ἐνεργείᾳ αἰ σθητὰ εἶναι͵ καὶ μὴ μόνον ὅτι ἐν τῷ ὅλῳ ἀλλὰ καὶ χωρίς͵ πεπερασμένα ἀνάγκη εἶναι τὸν ἀριθμόν͵ καὶ χρώματα καὶ χυμοὺς καὶ φθόγγους. ἀπορήσειε δ΄ ἄν τις͵ ἆρ΄ ἀφικνοῦν ται ἢ τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν (ὁποτέρως ποτὲ γίγνεται ἡ αἴσθησις)͵ ὅταν ἐνεργῶσιν͵ εἰς τὸ μέσον πρῶτον͵ οἷον ἥ τε ὀσμὴ φαίνεται ποιοῦσα καὶ ὁ ψόφος· πρότερον γὰρ ὁ ἐγγὺς αἰσθάνεται τῆς ὀσμῆς͵ καὶ ὁ ψόφος ὕστερον ἀφικνεῖται τῆς πληγῆς. ἆρ΄ οὖν οὕτω καὶ τὸ ὁρώμενον καὶ τὸ φῶς͵ καθάπερ καὶ Ἐμπεδοκλῆς φησιν ἀφικνεῖσθαι πρότερον τὸ ἀπὸ τοῦ ἡλίου φῶς εἰς τὸ μεταξὺ πρὶν πρὸς τὴν ὄψιν ἢ ἐπὶ τὴν γῆν; δόξειε δ΄ ἂν εὐλόγως τοῦτο συμβαίνειν· τὸ γὰρ κινούμενον κινεῖταί ποθέν ποι͵ ὥστ΄ ἀνάγκη εἶναί τινα καὶ χρόνον ἐν ᾧ κινεῖται ἐκ θατέρου πρὸς θάτερον· ὁ δὲ [446b] χρόνος πᾶς διαιρετός͵ ὥστε ἦν ὅτε οὔ πω ἑωρᾶτο ἀλλ΄ ἔτ΄ ἐφέρετο ἡ ἀκτὶς ἐν τῷ μεταξύ. καὶ εἰ καὶ ἅπαν ἅμα ἀκούει καὶ ἀκήκοε͵ καὶ ὅλως αἰσθάνεται καὶ ᾔσθηται͵ καὶ μή ἐστι γένεσις αὐτῶν͵ ἀλλ΄ εἰσὶν ἄνευ τοῦ γίγνεσθαι͵ ὅμως οὐδὲν ἧττον͵ ὥσπερ ὁ ψόφος ἤδη γεγενημένης τῆς πληγῆς οὔ πω πρὸς τῇ ἀκοῇδηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν γραμμάτων μετασχημά τισις͵ ὡς γιγνομένης τῆς φορᾶς ἐν τῷ μεταξύ· οὐ γὰρ τὸ λεχθὲν φαίνονται ἀκηκοότες διὰ τὸ μετασχηματίζεσθαι φερόμενον τὸν ἀέραἆρ΄ οὖν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς; οὐ γὰρ δὴ τῷ πως ἔχειν τὸ μὲν ὁρᾷ τὸ δ΄ ὁρᾶται͵ ὥσπερ ἴσα ἐστίν· οὐθὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι· τοῖς γὰρ ἴσοις γιγνομένοις οὐδὲν διαφέρει ἢ ἐγγὺς ἢ πόρρω ἀλλήλων εἶναι. ἢ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ͵ συνεχῆ μέν͵ μεμέρισται δ΄ ἀμφοτέρων ἡ κίνησις. διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται͵ ἔστι δ΄ ὡς οὔ. δοκεῖ δέ τισιν εἶναι ἀπορία καὶ περὶ τούτων· ἀδύνατον γάρ φασί τινες ἄλλον ἄλλῳ τὸ αὐτὸ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι· οὐ γὰρ οἷόν τ΄ εἶναι πολλοὺς καὶ χωρὶς ὄντας ἓν ἀκούειν καὶ ὀσφραίνεσθαι· τὸ γὰρ ἓν χωρὶς ἂν αὐτὸ αὑτοῦ εἶναι. ἢ τοῦ μὲν κινήσαντος πρώτου͵ οἷον τῆς κώδωνος ἢ λιβανωτοῦ ἢ πυρός͵ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμῷ αἰσθάνονται πάντες͵ τοῦ δὲ δὴ ἰδίου ἑτέρου ἀριθμῷ͵ εἴδει δὲ τοῦ αὐτοῦ͵ διὸ ἅμα πολλοὶ ὁρῶσι καὶ ὀσμῶνται καὶ ἀκούουσιν; ἔστι δ΄ οὔτε σώματα ταῦτα͵ ἀλλὰ πάθος καὶ κίνησίς τις (οὐ γὰρ ἂν τοῦτο συνέβαινεν)͵ οὔτ΄ ἄνευ σώματος. περὶ δὲ τοῦ φωτὸς ἄλλος λόγος· τῷ ἐνεῖναι γάρ τι τὸ φῶς ἐστιν͵ ἀλλ΄ οὐ κίνησίς τις. ὅλως δὲ οὐδὲ ὁμοίως ἐπί τε ἀλλοιώσεως ἔχει καὶ φορᾶς· αἱ μὲν γὰρ φοραὶ εὐλόγως εἰς τὸ μεταξὺ πρῶτον ἀφικνοῦνται (δοκεῖ δ΄ ὁ ψόφος εἶναι φερομένου [447a] τινὸς κίνησις)͵ ὅσα δ΄ ἀλλοιοῦται͵ οὐκέτι ὁμοίως· ἐνδέχεται γὰρ ἀθρόον ἀλλοιοῦσθαι͵ καὶ μὴ τὸ ἥμισυ πρότερον͵ οἷον τὸ ὕδωρ ἅμα πᾶν πήγνυσθαι. οὐ μὴν ἀλλ΄ ἂν ᾖ πολὺ τὸ θερμαινόμενον ἢ πηγνύμενον͵ τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχει͵ τὸ δὲ πρῶτον ὑπ΄ αὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει καὶ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι καὶ ἀθρόον. ἦν δ΄ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή͵ εἰ ἐν ὑγρῷ ἦμεν καὶ πορρωτέρωθεν πρὶν θιγεῖν αὐτοῦ ᾐσθανόμεθα. εὐλόγως δὴ ὧν ἐστι μεταξὺ τοῦ αἰσθητηρίου͵ οὐχ ἅμα πάντα πάσχει͵ πλὴν ἐπὶ τοῦ φωτὸς διὰ τὸ εἰρημένον͵ διὰ τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν.

Ἔστι δ΄ ἀπορία καὶ ἄλλη τις τοιάδε περὶ τὰς αἰσθήσεις͵ πότερον ἐνδέχεται δυεῖν ἅμα αἰσθάνεσθαι ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ͵ ἢ οὔ. εἰ δὴ ἀεὶ ἡ μείζων κίνησις τὴν ἐλάττω ἐκκρούειδιὸ ὑποφερομένων ὑπὸ τὰ ὄμματα οὐκ αἰσθάνονται͵ ἐὰν τύχωσι σφόδρα τι ἐννοῦντες ἢ φοβούμενοι ἢ ἀκούοντες πολὺν ψόφοντοῦτο δὴ ὑποκείσθω͵ καὶ ὅτι ἑκάστου μᾶλλον ἔστιν αἰσθάνεσθαι ἁπλοῦ ὄντος ἢ κεκραμένου͵ οἷον οἴνου ἀκράτου ἢ κεκραμένου͵ καὶ μέλιτος͵ καὶ χρόας͵ καὶ τῆς νήτης μόνης ἢ ἐν τῇ διὰ πασῶν͵ διὰ τὸ ἀφανίζειν ἄλληλα. τοῦτο δὲ ποιεῖ ἐξ ὧν ἕν τι γίγνεται. εἰ δὴ ἡ μείζων τὴν ἐλάττω κίνησιν ἐκκρούει͵ ἀνάγκη͵ ἂν ἅμα ὦσι͵ καὶ αὐτὴν ἧττον αἰσθητὴν εἶναι ἢ εἰ μόνη ἦν· ἀφαιρεῖται γάρ τι ἡ ἐλάττων μειγνυμένη͵ εἴπερ ἅπαντα τὰ ἁπλᾶ μᾶλλον αἰσθητά ἐστιν. ἐὰν ἄρα ἴσαι ὦσιν ἕτεραι οὖσαι͵ οὐδετέρας ἔσται αἴσθησις· ἀφανιεῖ γὰρ ἡ ἑτέρα ὁμοίως τὴν ἑτέραν͵ ἁπλῆς δ΄ οὐκ ἔστιν αἰσθάνεσθαι. ὥστε ἢ οὐδεμία ἔσται αἴσθησις͵ ἢ ἄλλη ἐξ ἀμφοῖν· ὅπερ καὶ γίγνεσθαι δοκεῖ ἐπὶ τῶν κεραννυμένων ἐν ᾧ ἂν μειχθῶσιν. ἐπεὶ οὖν ἐκ μὲν ἐνίων γίγνεταί τι͵ ἐκ δ΄ ἐνίων οὐ γίγνεται͵ τοιαῦτα δὲ τὰ ὑφ΄ ἑτέραν αἴσθησιν (μείγνυνται γὰρ [447b] ὧν τὰ ἔσχατα ἐναντία· οὐκ ἔστι δ΄ ἐκ λευκοῦ καὶ ὀξέος ἓν γίγνεσθαι ἀλλ΄ ἢ κατὰ συμβεβηκός͵ ἀλλ΄ οὐχ ὡς ἐξ ὀξέος καὶ βαρέος συμφωνία)͵ οὐκ ἄρα οὐδ΄ αἰσθάνεσθαι ἐνδέχεται αὐτῶν ἅμα. ἴσαι μὲν γὰρ οὖσαι αἱ κινήσεις ἀφανιοῦσιν ἀλλήλας͵ ἐπεὶ μία οὐ γίγνεται ἐξ αὐτῶν· ἂν δ΄ ἄνισοι͵ ἡ κρείττων αἴσθησιν ἐμποιήσει. ἔτι μᾶλλον ἅμα δυοῖν αἴσθοιτ΄ ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν μία αἴσθησις͵ οἷον ὀξέος καὶ βαρέος (μᾶλλον γὰρ ἅμα ἡ κίνησις τῇ μιᾶς αὐτὴ ἑαυτῇ ἢ τοῖν δυοῖν͵ οἷον ὄψεως καὶ ἀκοῆς)͵ τῇ μιᾷ δὲ ἅμα δυοῖν οὐκ ἔστιν αἰσθάνεσθαι ἂν μὴ μειχθῇ (τὸ γὰρ μεῖγμα ἓν βούλεται εἶναι͵ τοῦ δ΄ ἑνὸς μία αἴσθησις͵ ἡ δὲ μία ἅμα αὑτῇ)͵ ὥστ΄ ἐξ ἀνάγκης τῶν μεμειγμένων ἅμα αἰσθάνεται͵ ὅτι μιᾷ αἰσθήσει κατ΄ ἐνέργειαν αἰσθάνεται· ἑνὸς μὲν γὰρ ἀριθμῷ ἡ κατ΄ ἐνέργειαν μία͵ εἴδει δὲ ἡ κατὰ δύναμιν μία· καὶ εἰ μία τοίνυν ἡ αἴσθησις ἡ κατ΄ ἐνέργειαν͵ ἓν ἐκεῖνα ἐρεῖ. μεμεῖχθαι ἄρα ἀνάγκη αὐτά. ὅταν ἄρα μὴ ᾖ μεμειγμένα͵ δύο ἔσονται αἰσθήσεις αἱ κατ΄ ἐνέργειαν. ἀλλὰ κατὰ μίαν δύναμιν καὶ ἄτομον χρόνον μίαν ἀνάγκη εἶναι τὴν ἐνέργειαν· μιᾶς γὰρ ἡ εἰσάπαξ μία χρῆσις καὶ κίνησις͵ μία δὲ ἡ δύναμις. οὐκ ἄρα ἐνδέχεται δυοῖν ἅμα αἰσθάνεσθαι τῇ μιᾷ αἰσθήσει. ἀλλὰ μὴν εἰ τὰ ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἅμα ἀδύνατον͵ ἐὰν ᾗ δύο͵ δῆλον ὅτι ἧττον ἔτι τὰ κατὰ δύο αἰσθήσεις ἐνδέχεται ἅμα αἰσθάνεσθαι͵ οἷον λευκὸν καὶ γλυκύ. φαίνεται γὰρ τὸ μὲν τῷ ἀριθμῷ ἓν ἡ ψυχὴ οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ΄ ἢ τῷ ἅμα͵ τὸ δὲ τῷ εἴδει ἓν τῇ κρινούσῃ αἰσθήσει καὶ τῷ τρόπῳ. λέγω δὲ τοῦτο͵ ὅτι ἴσως τὸ λευκὸν καὶ τὸ μέλαν͵ ἕτερον τῷ εἴδει ὄν͵ ἡ αὐτὴ κρίνει͵ καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν ἡ αὐτὴ μὲν ἑαυτῇ͵ ἐκείνης δ΄ ἄλλη͵ ἀλλ΄ ἑτέρως ἑκάτερον τῶν ἐναντίων͵ ὡς δ΄ αὔτως ἑαυταῖς τὰ σύστοιχα͵ οἷον ὡς ἡ γεῦσις τὸ γλυκύ͵ οὕτως ἡ ὄψις τὸ [448a] λευκόν͵ ὡς δ΄ αὕτη τὸ μέλαν͵ οὕτως ἐκείνη τὸ πικρόν. ἔτι εἰ αἱ τῶν ἐναντίων κινήσεις ἐναντίαι͵ ἅμα δὲ τὰ ἐναντία ἐν τῷ αὐτῷ καὶ ἀτόμῳ οὐκ ἐνδέχεται ὑπάρχειν͵ ὑπὸ δὲ τὴν αἴ σθησιν τὴν μίαν ἐναντία ἐστίν͵ οἷον γλυκὺ πικρῷ͵ τούτων οὐκ ἂν ἐνδέχοιτο αἰσθάνεσθαι ἅμα. ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ τὰ μὴ ἐναντία· τὰ μὲν γὰρ τοῦ λευκοῦ τὰ δὲ τοῦ μέλανός ἐστιν͵ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως͵ οἷον τῶν χυμῶν οἱ μὲν τοῦ γλυκέος οἱ δὲ τοῦ πικροῦ. οὐδὲ τὰ μεμειγμένα ἅμα (λόγοι γάρ εἰσιν ἀντικειμένων͵ οἷον τὸ διὰ πασῶν καὶ τὸ διὰ πέντε)͵ ἐὰν μὴ ὡς ἓν αἰσθάνηται. οὕτως δ΄ εἷς ὁ λόγος ὁ τῶν ἄκρων γίγνεται· ἄλλως δ΄ οὔ͵ ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον͵ ὁ δ΄ ὀλίγου πρὸς πολὺ ἢ ἀρτίου πρὸς περιττόν. εἰ οὖν πλεῖον ἔτι ἀπέχει ἀλλήλων καὶ διαφέρει τὰ συστοίχως μὲν λεγόμενα ἐν ἄλλῳ δὲ γένει τῶν ἐν τῷ αὐτῷ γένει (λέγω δ΄ οἷον τὸ γλυκὺ καὶ τὸ λευκὸν καλῶ σύστοιχα͵ γένει δ΄ ἕτερα͵ τὸ γλυκὺ δὲ τοῦ λευκοῦ πλεῖον ἔτι τῷ εἴδει διαφέρει ἢ τὸ μέλαν)͵ ἔτι ἂν ἧττον ἅμα ἐνδέχοιτο αὐτὰ αἰσθάνεσθαι ἢ τὰ τῷ γένει ταὐτά. ὥστ΄ εἰ μὴ ταῦτα͵ οὐδ΄ ἐκεῖνα. ὃ δὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας͵ ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται οἱ ψόφοι͵ φαίνονται δέ͵ καὶ λανθάνει͵ ὅταν ὁ χρόνος ᾖ ἀναίσθητος͵ πότερον ὀρθῶς λέγεται ἢ οὔ; τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν͵ ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσιν. ἢ τοῦτ΄ οὐκ ἀληθές͵ οὐδ΄ ἐνδέχεται χρόνον εἶναι ἀναίσθητον οὐδένα οὐδὲ λανθάνειν͵ ἀλλὰ παντὸς ἐνδέχεται αἰσθάνεσθαι; εἰ γάρ͵ ὅτε αὐτὸς αὑτοῦ τις αἰσθάνεται ἢ ἄλλου ἐν συνεχεῖ χρόνῳ͵ μὴ ἐνδέχεται τότε λανθάνειν ὅτι ἔστιν͵ ἔστι δέ τις ἐν τῷ συνεχεῖ καὶ τοσοῦτος ὅσος ὅλως ἀναίσθητός ἐστι͵ δῆλον ὅτι τότε λανθάνοι ἂν εἰ ἔστιν αὐτὸς αὑτόν͵ καὶ εἰ ὁρᾷ καὶ αἰσθάνεται [καὶ εἰ αἰσθάνεται]. ἔτι οὐκ ἂν εἴη [448b] οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ͵ εἰ μὴ οὕτως͵ ὅτι ἐν τούτου τινὶ ἢ ὅτι τούτου τι ὁρᾷ͵ εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον ὅλως διὰ μικρότητα· εἰ γὰρ τὴν ὅλην ὁρᾷ͵ καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον͵ οὕτω͵ τῷ ἐν τούτου τινί͵ ἀφῃρήσθω τὸ ΓΒ͵ ἐν ᾧ οὐκ ᾐσθάνετο. οὐκοῦν ἐν ταύτης τινί ἢ ταύτης τι͵ ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην͵ ὅτι τοδὶ αὐτῆς͵ καὶ ἐν τῷ ἐνιαυτῷ βαδίζει͵ ὅτι ἐν τῳδὶ τῷ μέρει αὐτοῦ. ἀλλὰ μὴν ἐν τῷ ΓΒ οὐδὲν αἰσθάνεται. τῷ ἄρα ἐν τούτου τινὶ τοῦ ΑΒ αἰσθάνεσθαι λέγεται τοῦ ὅλου αἰσθάνεσθαι καὶ τὴν ὅλην. ὁ δ΄ αὐτὸς λόγος καὶ ἐπὶ τῆς ΑΓ· ἀεὶ γὰρ ἐν τινὶ καὶ τινός͵ ὅλου δ΄ οὐκ ἔστιν αἰσθάνεσθαι. ἅπαντα μὲν οὖν αἰσθητά ἐστιν͵ ἀλλ΄ οὐ φαίνεται ὅσα ἐστίν· τοῦ γὰρ ἡλίου τὸ μέγεθος ὁρᾷ καὶ τὸ τετράπηχυ πόρρωθεν͵ ἀλλ΄ οὐ φαίνεται ὅσον͵ ἀλλ΄ ἐνίοτε ἀδιαίρετον͵ ὃ ὁρᾷ δ΄ οὐκ ἀδιαίρετον. ἡ δ΄ αἰτία εἴρηται ἐν τοῖς ἔμπροσθεν περὶ τούτου. ὅτι μὲν οὖν οὐθείς ἐστι χρόνος ἀναίσθητος͵ ἐκ τούτων φανερόν· περὶ δὲ τῆς πρότερον λεχθείσης ἀπορίας σκεπτέον͵ πότερον ἐνδέχεται ἅμα πλειόνων αἰσθάνεσθαι ἢ οὐκ ἐνδέχεται. τὸ δ΄ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πρὸς ἄλληλα. πρῶτον μὲν οὖν ἆρ΄ ὧδ΄ ἐνδέχεται͵ ἅμα μέν͵ ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι͵ κἀν [οὐ τῷ ἀτόμῳ] οὕτως ἀτόμῳ ὡς παντὶ ὄντι συνεχεῖ; ἢ [ὅτι] πρῶτον μὲν κατὰ τὴν μίαν αἴσθησιν͵ οἷον λέγω ὄψιν͵ εἰ ἔσται ἄλλῳ αἰσθανομένη ἄλλου καὶ ἄλλου χρώματος͵ πλείω γε μέρη ἕξει εἴδει ταὐτά; καὶ γὰρ ἃ αἰσθάνεται ἐν τῷ αὐτῷ γένει ἐστίν. εἰ δέ͵ [ὅτι] ὡς ὄμματα δύο͵ φαίη τις οὐδὲν κωλύειν οὕτω καὶ ἐν τῇ ψυχῇ͵ [ὅτι] ἴσως ἐκ μὲν τούτων ἕν τι γίγνεται καὶ μία ἡ ἐνέργεια αὐτῶν· ἐκεῖ δέ͵ εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν͵ ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται͵ εἰ δὲ χωρίς͵ οὐχ ὁμοίως ἕξει. ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἔσονται͵ ὥσπερ εἴ τις ἐπιστήμας [449a] διαφόρους φαίη· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς κατ΄ αὐτὴν ἔσται δυνάμεως͵ οὔτ΄ ἄνευ ταύτης αἴσθησις ἔσται. εἰ δὲ τούτων ἐν ἑνὶ καὶ ἀτόμῳ μὴ αἰσθάνεται͵ δῆλον ὅτι καὶ τῶν ἄλλων· μᾶλλον γὰρ ἐνεδέχετο τούτων ἅμα πλειόνων ἢ τῶν τῷ γένει ἑτέρων. εἰ δὲ δὴ ἄλλῳ μὲν γλυκέος ἄλλῳ δὲ λευκοῦ αἰ σθάνεται ἡ ψυχὴ μέρει͵ ἤτοι τὸ ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν. ἀλλ΄ ἀνάγκη ἕν· ἓν γάρ τι τὸ αἰσθητικόν ἐστι μέρος. τίνος οὖν ἐκεῖνο ἑνός; οὐδὲν γὰρ ἐκ τούτων ἕν. ἀνάγκη ἄρα ἕν τι εἶναι τῆς ψυχῆς ᾧ ἅπαντα αἰσθάνεται͵ καθάπερ εἴρη ται πρότερον͵ ἄλλο δὲ γένος δι΄ ἄλλου. ἆρ΄ οὖν ᾗ μὲν ἀδιαίρετόν ἐστι κατ΄ ἐνέργειαν͵ ἕν τί ἐστι τὸ αἰσθητικὸν γλυκέος καὶ λευκοῦ͵ ὅταν δὲ διαιρετὸν γένηται κατ΄ ἐνέργειαν͵ ἕτερον; ἢ ὥσπερ ἐπὶ τῶν πραγμάτων αὐτῶν ἐνδέχεται͵ οὕτως καὶ ἐπὶ τῆς ψυχῆς; τὸ γὰρ αὐτὸ καὶ ἓν ἀριθμῷ λευκὸν καὶ γλυκύ ἐστι͵ καὶ ἄλλα πολλά· εἰ γὰρ μὴ χωριστὰ τὰ πάθη ἀλλήλων͵ ἀλλὰ τὸ εἶναι ἕτερον ἑκάστῳ. ὁμοίως τοίνυν θετέον καὶ ἐπὶ τῆς ψυχῆς τὸ αὐτὸ καὶ ἓν εἶναι ἀριθμῷ τὸ αἰσθητικὸν πάντων͵ τὸ μέντοι εἶναι ἕτερον καὶ ἕτερον τῶν μὲν γένει τῶν δὲ εἴδει. ὥστε καὶ αἰσθάνοιτ΄ ἂν ἅμα τῷ αὐτῷ καὶ ἑνί͵ λόγῳ δ΄ οὐ τῷ αὐτῷ. ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστι μέ γεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητόν͵ δῆλον. ἔστι γὰρ ὅθεν μὲν οὐκ ἂν ὀφθείη ἄπειρον τὸ ἀπόστημα͵ ὅθεν δὲ ὁρᾶται͵ πεπερασμένον· ὁμοίως δὲ καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν καὶ ὅσων μὴ αὐτῶν ἁπτόμενοι αἰσθάνονται. ἔστι δή τι ἔσχατον τοῦ ἀποστήματος ὅθεν οὐχ ὁρᾶται͵ καὶ πρῶτον ὅθεν ὁρᾶται. τοῦτο δὴ ἀνάγκη ἀδιαίρετον εἶναι͵ οὗ ἐν μὲν τῷ ἐπέκεινα οὐκ ἐνδέχεται αἰσθάνεσθαι ὄντος͵ ἐν δὲ τῷ ἐπὶ τάδε ἀνάγκη αἰσθάνεσθαι. εἰ δή τι ἔστιν ἀδιαίρετον αἰσθητόν͵ ὅταν τεθῇ ἐπὶ τῷ ἐσχάτῳ ὅθεν ἐστὶν ὕστατον μὲν οὐκ αἰσθητὸν πρῶτον δ΄ αἰσθητόν͵ ἅμα συμβήσεται ὁρατὸν εἶναι καὶ ἀόρατον· τοῦτο δ΄ ἀδύνατον. [449b] περὶ μὲν οὖν τῶν αἰσθητηρίων καὶ τῶν αἰσθητῶν τίνα τρόπον ἔχει καὶ κοινῇ καὶ καθ΄ ἕκαστον αἰσθητήριον εἴρη ται· τῶν δὲ λοιπῶν πρῶτον σκεπτέον περὶ μνήμης καὶ τοῦ μνημονεύειν.

8 Απριλίου 2009

ΗΛΕΚΤΡΑ

Εὐριπίδη

ΗΛΕΚΤΡΑ



[ed. G. Murray, Oxford 1913]

{ΑΥΤΟΥΡΓΟΣ}

Ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,

ὅθεν ποτ' ἄρας ναυσὶ χιλίαις Ἄρη

ἐς γῆν ἔπλευσε Τρῳάδ' Ἀγαμέμνων ἄναξ.

κτείνας δὲ τὸν κρατοῦντ' ἐν Ἰλιάδι χθονὶ

Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,

ἀφίκετ' ἐς τόδ' Ἄργος, ὑψηλῶν δ' ἐπὶ

ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.

κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι

θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ

καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.

χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν

ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,

ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.

οὓς δ' ἐν δόμοισιν ἔλιφ' ὅτ' ἐς Τροίαν ἔπλει,

ἄρσενά τ' Ὀρέστην θῆλύ τ' Ἠλέκτρας θάλος,

τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς

μέλλοντ' Ὀρέστην χερὸς ὑπ' Αἰγίσθου θανεῖν

Στροφίῳ τ' ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·

ἣ δ' ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,

ταύτην ἐπειδὴ θαλερὸς εἶχ' ἥβης χρόνος,

μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.

δείσας δὲ μή τῳ παῖδ' ἀριστέων τέκοι

Ἀγαμέμνονος ποινάτορ', εἶχεν ἐν δόμοις

Αἴγισθος οὐδ' ἥρμοζε νυμφίῳ τινί.

ἐπεὶ δὲ καὶ τοῦτ' ἦν φόβου πολλοῦ πλέων,

μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,

κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως

μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.

ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ' ὀλωλότα,

παίδων δ' ἔδεισε μὴ φθονηθείη φόνῳ.

ἐκ τῶνδε δὴ τοιόνδ' ἐμηχανήσατο

Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς

Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ' ὃς ἂν κτάνῃ,

ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν

δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο

γεγῶσιν-οὐ δὴ τοῦτό γ' ἐξελέγχομαι·

λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ

πένητες, ἔνθεν ηὑγένει' ἀπόλλυται-

ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.

εἰ γάρ νιν ἔσχεν ἀξίωμ' ἔχων ἀνήρ,

εὕδοντ' ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος

φόνον δίκη τ' ἂν ἦλθεν Αἰγίσθῳ τότε.

ἣν οὔποθ' ἁνὴρ ὅδε-σύνοιδέ μοι Κύπρις-

ᾔσχυνεν εὐνῇ· παρθένος δ' ἔτ' ἐστὶ δή.

αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα

λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.

στένω δὲ τὸν λόγοισι κηδεύοντ' ἐμοὶ

ἄθλιον Ὀρέστην, εἴ ποτ' εἰς Ἄργος μολὼν

γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.

ὅστις δέ μ' εἶναί φησι μῶρον, εἰ λαβὼν

νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,

γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος

τὸ σῶφρον, ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

{
ΗΛΕΚΤΡΑ}

[54] ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,

ἐν ᾗ τόδ' ἄγγος τῷδ' ἐφεδρεῦον κάρᾳ

φέρουσα πηγὰς ποταμίας μετέρχομαι-

οὐ δή τι χρείας ἐς τοσόνδ' ἀφιγμένη,

ἀλλ' ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς-

γόους τ' ἀφίημ' αἰθέρ' ἐς μέγαν πατρί.

ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,

ἐξέβαλέ μ' οἴκων, χάριτα τιθεμένη πόσει·

τεκοῦσα δ' ἄλλους παῖδας Αἰγίσθῳ πάρα

πάρεργ' Ὀρέστην κἀμὲ ποιεῖται δόμων . . .

{Αυ.} τί γὰρ τάδ', ὦ δύστην', ἐμὴν μοχθεῖς χάριν

πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,

καὶ ταῦτ' ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

{Ηλ.} ἐγώ σ' ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·

ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.

μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς

ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.

δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω

μόχθου 'πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,

συνεκκομίζειν σοι πόνους. ἅλις δ' ἔχεις

τἄξωθεν ἔργα· τἀν δόμοις δ' ἡμᾶς χρεὼν

ἐξευτρεπίζειν. εἰσιόντι δ' ἐργάτῃ

θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

{Αυ.} εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω

πηγαὶ μελάθρων τῶνδ'. ἐγὼ δ' ἅμ' ἡμέρᾳ

βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.

ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα

βίον δύναιτ' ἂν ξυλλέγειν ἄνευ πόνου.

{
ΟΡΕΣΤΗΣ}

[82] Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ

πιστὸν νομίζω καὶ φίλον ξένον τ' ἐμοί·

μόνος δ' Ὀρέστην τόνδ' ἐθαύμαζες φίλων,

πράσσονθ' ἃ πράσσω δείν' ὑπ' Αἰγίσθου παθών,

ὅς μου κατέκτα πατέρα . . . χἡ πανώλεθρος

μήτηρ. ἀφῖγμαι δ' ἐκ θεοῦ μυστηρίων

Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,

φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.

νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς

δάκρυά τ' ἔδωκα καὶ κόμης ἀπηρξάμην

πυρᾷ τ' ἐπέσφαξ' αἷμα μηλείου φόνου,

λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.

καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,

δυοῖν δ' ἅμιλλαν ξυντιθεὶς ἀφικόμην

πρὸς τέρμονας γῆς τῆσδ', ἵν' ἐκβάλω ποδὶ

ἄλλην ἐπ' αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,

ζητῶν τ' ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις

ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·

ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν

λαβὼν τά γ' εἴσω τειχέων σαφῶς μάθω.

νῦν οὖν-Ἕως γὰρ λευκὸν ὄμμ' ἀναίρεται-

ἔξω τρίβου τοῦδ' ἴχνος ἀλλαξώμεθα.

ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ

φανήσεται νῷν, ἥντιν' ἱστορήσομεν

εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.

ἀλλ'-εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,

πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ

φέρουσαν-ἑζώμεσθα κἀκπυθώμεθα

δούλης γυναικός, ἤν τι δεξώμεσθ' ἔπος

ἐφ' οἷσι, Πυλάδη, τήνδ' ἀφίγμεθα χθόνα.

[111]

{Ηλ.} σύντειν'-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[στρ.}

ἔμβα, ἔμβα κατακλαίουσα·

ἰώ μοί μοι.

ἐγενόμαν Ἀγαμέμνονος

καί μ' ἔτεκεν Κλυταιμήστρα

στυγνὰ Τυνδάρεω κόρα,

κικλήσκουσι δέ μ' ἀθλίαν

Ἠλέκτραν πολιῆται.

φεῦ φεῦ σχετλίων πόνων

καὶ στυγερᾶς ζόας.

ὦ πάτερ, σὺ δ' ἐν Ἀΐδα

κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς

Αἰγίσθου τ', Ἀγάμεμνον.

[124]

ἴθι τὸν αὐτὸν ἔγειρε γόον,

ἄναγε πολύδακρυν ἁδονάν.

[126]

σύντειν'-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[ἀντ.}

ἔμβα, ἔμβα, κατακλαίουσα·

ἰώ μοί μοι.

τίνα πόλιν, τίνα δ' οἶκον, ὦ

τλᾶμον σύγγον', ἀλατεύεις

οἰκτρὰν ἐν θαλάμοις λιπὼν

πατρῴοις ἐπὶ συμφοραῖς

ἀλγίσταισιν ἀδελφάν;

ἔλθοις τῶνδε πόνων ἐμοὶ

τᾷ μελέᾳ λυτήρ,

ὦ Ζεῦ Ζεῦ, πατρί θ' αἱμάτων

ἐχθίστων ἐπίκουρος, Ἄρ-

γει κέλσας πόδ' ἀλάταν.

[139]

θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- {[στρ.}

λοῦσ', ἵνα πατρὶ γόους νυχίους

ἐπορθροβοάσω,

ἰαχάν, Ἀΐδα μέλος,

[143] Ἀΐδα, πάτερ, σοι

κατὰ γᾶς ἐνέπω γόους

οἷς ἀεὶ τὸ κατ' ἦμαρ

διέπομαι, κατὰ μὲν φίλαν

ὄνυχι τεμνομένα δέραν

χέρα τε κρᾶτ' ἐπὶ κούριμον

τιθεμένα θανάτῳ σῷ.

[149]

αἶ αἶ, δρύπτε κάρα·

οἷα δέ τις κύκνος ἀχέτας

ποταμίοις παρὰ χεύμασιν

πατέρα φίλτατον καλεῖ,

ὀλόμενον δολίοις βρόχων

ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,

πάτερ, ἐγὼ κατακλαίομαι,

[156]

λουτρὰ πανύσταθ' ὑδρανάμενον χροῒ {[ἀντ.}

κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.

ἰώ μοι, <ἰώ> μοι

πικρᾶς μὲν πελέκεως τομᾶς

σᾶς, πάτερ, πικρᾶς δ' ἐκ

Τροΐας ὁδίου βουλᾶς·

[162] οὐ μίτραισι γυνή σε

δέξατ' οὐδ' ἐπὶ στεφάνοις,

ξίφεσι δ' ἀμφιτόμοις λυγρὰν

Αἰγίσθου λώβαν θεμένα

[166] δόλιον ἔσχεν ἀκοίταν.

{
ΧΟΡΟΣ}

[167] Ἀγαμέμνονος ὦ κόρα, {[στρ.}

[167] ἤλυθον, Ἠλέκτρα, ποτὶ

σὰν ἀγρότειραν αὐλάν.

ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ

Μυκηναῖος ὀρειβάτας·

ἀγγέλλει δ' ὅτι νῦν τριταί-

αν καρύσσουσιν θυσίαν

Ἀργεῖοι, πᾶσαι δὲ παρ' Ἥ-

ραν μέλλουσιν παρθενικαὶ στείχειν.

{Ηλ.} οὐκ ἐπ' ἀγλαΐαις, φίλαι,

θυμὸν οὐδ' ἐπὶ χρυσέοις

ὅρμοις ἐκπεπόταμαι

τάλαιν', οὐδ' ἱστᾶσα χοροὺς

Ἀργείαις ἅμα νύμφαις

εἱλικτὸν κρούσω πόδ' ἐμόν.

δάκρυσι νυχεύ-

ω, δακρύων δέ μοι μέλει

δειλαίᾳ τὸ κατ' ἦμαρ.

σκέψαι μου πιναρὰν κόμαν

καὶ τρύχη τάδ' ἐμῶν πέπλων,

εἰ πρέποντ' Ἀγαμέμνονος

κούρᾳ 'σται βασιλείᾳ

τᾷ Τροίᾳ θ', ἃ 'μοῦ πατέρος

μέμναταί ποθ' ἁλοῦσα.

[189]

{Χο.} μεγάλα θεός· ἀλλ' ἴθι, {[ἀντ.}

καὶ παρ' ἐμοῦ χρῆσαι πολύ-

[191] πηνα φάρεα δῦναι,

χρύσεά τε-χαρίσαι-προσθήματ' ἀγλαΐας.

δοκεῖς τοῖσι σοῖς δακρύοις

μὴ τιμῶσα θεούς, κρατή-

σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,

ἀλλ' εὐχαῖσι θεοὺς σεβί-

ζουσ' ἕξεις εὐαμερίαν, ὦ παῖ.

{Ηλ.} οὐδεὶς θεῶν ἐνοπᾶς κλύει

τᾶς δυσδαίμονος, οὐ παλαι-

ῶν πατρὸς σφαγιασμῶν.

οἴμοι τοῦ καταφθιμένου

τοῦ τε ζῶντος ἀλάτα,

ὅς που γᾶν ἄλλαν κατέχει,

μέλεος ἀλαί-

νων ποτὶ θῆσσαν ἑστίαν,

τοῦ κλεινοῦ πατρὸς ἐκφύς.

αὐτὰ δ' ἐν χερνῆσι δόμοις

ναίω ψυχὰν τακομένα

δωμάτων πατρίων φυγάς,

οὐρείας ἀν' ἐρίπνας.

μάτηρ δ' ἐν λέκτροις φονίοις

ἄλλῳ σύγγαμος οἰκεῖ.

[212]

{Χο.} πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει

σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

[214]

{Ηλ.} οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.

ξένοι τινὲς παρ' οἶκον οἵδ' ἐφεστίους

εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·

φυγῇ σὺ μὲν κατ' οἶμον, ἐς δόμους δ' ἐγὼ

φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

{Ορ.} μέν', ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα.

{Ηλ.} ὦ Φοῖβ' Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.

{Ορ.} ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.

{Ηλ.} ἄπελθε, μὴ ψαῦ' ὧν σε μὴ ψαύειν χρεών.

{Ορ.} οὐκ ἔσθ' ὅτου θίγοιμ' ἂν ἐνδικώτερον.

{Ηλ.} καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;

{Ορ.} μείνασ' ἄκουσον, καὶ τάχ' οὐκ ἄλλως ἐρεῖς.

{Ηλ.} ἕστηκα· πάντως δ' εἰμὶ σή· κρείσσων γὰρ εἶ.

{Ορ.} ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.

{Ηλ.} ὦ φίλτατ', ἆρα ζῶντος ἢ τεθνηκότος;

{Ορ.} ζῇ· πρῶτα γάρ σοι τἀγάθ' ἀγγέλλειν θέλω.

{Ηλ.} εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.

{Ορ.} κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.

{Ηλ.} ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;

{Ορ.} οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.

{Ηλ.} οὔ που σπανίζων τοῦ καθ' ἡμέραν βίου;

{Ορ.} ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.

{Ηλ.} λόγον δὲ δὴ τίν' ἦλθες ἐκ κείνου φέρων;

{Ορ.} εἰ ζῇς, ὅπου τε ζῶσα συμφορᾶς ἔχεις.

{Ηλ.} οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.

{Ορ.} λύπαις γε συντετηκός, ὥστε με στένειν.

{Ηλ.} καὶ κρᾶτα πλόκαμόν τ' ἐσκυθισμένον ξυρῷ.

{Ορ.} δάκνει σ' ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.

{Ηλ.} οἴμοι, τί γάρ μοι τῶνδέ γ' ἐστὶ φίλτερον;

{Ορ.} φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;

{Ηλ.} ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.

{Ορ.} ἐκ τοῦ δὲ ναίεις ἐνθάδ' ἄστεως ἑκάς;

{Ηλ.} ἐγημάμεσθ', ὦ ξεῖνε, θανάσιμον γάμον.

{Ορ.} ᾤμωξ' ἀδελφὸν σόν. Μυκηναίων τίνι;

{Ηλ.} οὐχ ᾧ πατήρ μ' ἤλπιζεν ἐκδώσειν ποτέ.

{Ορ.} εἴφ', ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.

{Ηλ.} ἐν τοῖσδ' ἐκείνου τηλορὸς ναίω δόμοις.

{Ορ.} σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.

{Ηλ.} πένης ἀνὴρ γενναῖος ἔς τ' ἔμ' εὐσεβής.

{Ορ.} ἡ δ' εὐσέβεια τίς πρόσεστι σῷ πόσει;

{Ηλ.} οὐπώποτ' εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.

{Ορ.} ἅγνευμ' ἔχων τι θεῖον ἤ σ' ἀπαξιῶν;

{Ηλ.} γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.

{Ορ.} καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;

{Ηλ.} οὐ κύριον τὸν δόντα μ' ἡγεῖται, ξένε.

{Ορ.} ξυνῆκ'· Ὀρέστῃ μή ποτ' ἐκτείσῃ δίκην.

{Ηλ.} τοῦτ' αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.

{Ορ.} φεῦ·

[262] γενναῖον ἄνδρ' ἔλεξας, εὖ τε δραστέον.

{Ηλ.} εἰ δή ποθ' ἥξει γ' ἐς δόμους ὁ νῦν ἀπών.

{Ορ.} μήτηρ δέ σ' ἡ τεκοῦσα ταῦτ' ἠνέσχετο;

{Ηλ.} γυναῖκες ἀνδρῶν, ὦ ξέν', οὐ παίδων φίλαι.

{Ορ.} τίνος δέ σ' οὕνεχ' ὕβρισ' Αἴγισθος τάδε;

{Ηλ.} τεκεῖν μ' ἐβούλετ' ἀσθενῆ, τοιῷδε δούς.

{Ορ.} ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;

{Ηλ.} τοιαῦτ' ἐβούλευσ'· ὧν ἐμοὶ δοίη δίκην.

{Ορ.} οἶδεν δέ σ' οὖσαν παρθένον μητρὸς πόσις;

{Ηλ.} οὐκ οἶδε· σιγῇ τοῦθ' ὑφαιρούμεσθά νιν.

{Ορ.} αἵδ' οὖν φίλαι σοι τούσδ' ἀκούουσιν λόγους;

{Ηλ.} ὥστε στέγειν γε τἀμὰ καὶ σ' ἔπη καλῶς.

{Ορ.} τί δῆτ' Ὀρέστης πρὸς τόδ', Ἄργος ἢν μόλῃ;

{Ηλ.} ἤρου τόδ'; αἰσχρόν γ' εἶπας· οὐ γὰρ νῦν ἀκμή;

{Ορ.} ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;

{Ηλ.} τολμῶν ὑπ' ἐχθρῶν οἷ' ἐτολμήθη πατήρ.

{Ορ.} ἦ καὶ μετ' αὐτοῦ μητέρ' ἂν τλαίης κτανεῖν;

{Ηλ.} ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.

{Ορ.} λέγω τάδ' αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;

{Ηλ.} θάνοιμι μητρὸς αἷμ' ἐπισφάξασ' ἐμῆς.

{Ορ.} φεῦ·

[282] εἴθ' ἦν Ὀρέστης πλησίον κλύων τάδε.

{Ηλ.} ἀλλ', ὦ ξέν', οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.

{Ορ.} νέα γάρ, οὐδὲν θαῦμ', ἀπεζεύχθης νέου.

{Ηλ.} εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.

{Ορ.} ἆρ' ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;

{Ηλ.} πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.

{Ορ.} ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;

{Ηλ.} ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.

{Ορ.} οἴμοι, τόδ' οἷον εἶπας· . . . αἴσθησις γὰρ οὖν

κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.

λέξον δ', ἵν' εἰδὼς σῷ κασιγνήτῳ φέρω

λόγους ἀτερπεῖς, ἀλλ' ἀναγκαίους κλύειν.

ἔνεστι δ' οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,

σοφοῖσι δ' ἀνδρῶν· καὶ γὰρ οὐδ' ἀζήμιον

γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

{Χο.} κἀγὼ τὸν αὐτὸν τῷδ' ἔρον ψυχῆς ἔχω.

πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ

οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.

{Ηλ.} λέγοιμ' ἄν, εἰ χρή-χρὴ δὲ πρὸς φίλον λέγειν-

τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.

ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,

ἄγγελλ' Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,

πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,

πίνῳ θ' ὅσῳ βέβριθ', ὑπὸ στέγαισί τε

οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,

αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,

ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,

αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,

ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.

ἀναίνομαι γυναῖκας οὖσα παρθένος,

ἀναίνομαι δὲ Κάστορ', ᾧ πρὶν ἐς θεοὺς

ἐλθεῖν ἔμ' ἐμνήστευον, οὖσαν ἐγγενῆ.

μήτηρ δ' ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν

θρόνῳ κάθηται, πρὸς δ' ἕδραισιν Ἀσίδες

δμωαὶ στατίζουσ', ἃς ἔπερσ' ἐμὸς πατήρ,

Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι

πόρπαισιν. αἷμα δ' ἔτι πατρὸς κατὰ στέγας

μέλαν σέσηπεν, ὃς δ' ἐκεῖνον ἔκτανεν,

ἐς ταὐτὰ βαίνων ἅρματ' ἐκφοιτᾷ πατρί,

καὶ σκῆπτρ' ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει

μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.

Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος

οὔπω χοάς ποτ' οὐδὲ κλῶνα μυρσίνης

[325] ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.

μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις

ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ

πέτροις τε λεύει μνῆμα λάινον πατρός,

καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·

Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς

παρὼν ἀμύνει; -ταῦτ' ἀπὼν ὑβρίζεται.

ἀλλ', ὦ ξέν', ἱκετεύω σ', ἀπάγγειλον τάδε.

πολλοὶ δ' ἐπιστέλλουσιν, ἑρμηνεὺς δ' ἐγώ,

αἱ χεῖρες ἡ γλῶσσ' ἡ ταλαίπωρός τε φρήν,

κάρα τ' ἐμὸν ξυρῆκες, ὅ τ' ἐκεῖνον τεκών.

αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,

ὁ δ' ἄνδρ' ἕν' εἷς ὢν οὐ δυνήσεται κτανεῖν,

νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

{Χο.} καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,

λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.

{Αυ.} ἔα· τίνας τούσδ' ἐν πύλαις ὁρῶ ξένους;

τίνος δ' ἕκατι τάσδ' ἐπ' ἀγραύλους πύλας

προσῆλθον; ἦ 'μοῦ δεόμενοι; γυναικί τοι

αἰσχρὸν μετ' ἀνδρῶν ἑστάναι νεανιῶν.

{Ηλ.} ὦ φίλτατ', εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·

τὸν ὄντα δ' εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι

ἥκουσ' Ὀρέστου πρός με κήρυκες λόγων.

ἀλλ', ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

{Αυ.} τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;

{Ηλ.} ἔστιν λόγῳ γοῦν, φασὶ δ' οὐκ ἄπιστ' ἐμοί.

{Αυ.} ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;

{Ηλ.} ἐν ἐλπίσιν ταῦτ'· ἀσθενὴς φεύγων ἀνήρ.

{Αυ.} ἦλθον δ' Ὀρέστου τίν' ἀγορεύοντες λόγον;

{Ηλ.} σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.

{Αυ.} οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.

{Ηλ.} ἴσασιν, οὐδὲν τῶνδ' ἔχουσιν ἐνδεές.

{Αυ.} οὐκοῦν πάλαι χρῆν τοῖσδ' ἀνεπτύχθαι πύλας;

χωρεῖτ' ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων

ξενίων κυρήσεθ', οἷ' ἐμὸς κεύθει δόμος.

αἴρεσθ', ὀπαδοί, τῶνδ' ἔσω τεύχη δόμων.

καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι

μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,

οὔτοι τό γ' ἦθος δυσγενὲς παρέξομαι.

{Ορ.} πρὸς θεῶν, ὅδ' ἁνὴρ ὃς συνεκκλέπτει γάμους

τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;

{Ηλ.} οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.

{Ορ.} φεῦ·

[367] οὐκ ἔστ' ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·

ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.

ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς

τὸ μηδὲν ὄντα, χρηστά τ' ἐκ κακῶν τέκνα,

λιμόν τ' ἐν ἀνδρὸς πλουσίου φρονήματι,

γνώμην τε μεγάλην ἐν πένητι σώματι.

πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;

πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.

ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ' ἔχει νόσον

πενία, διδάσκει δ' ἄνδρα τῇ χρείᾳ κακόν.

ἀλλ' εἰς ὅπλ' ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων

μάρτυς γένοιτ' ἂν ὅστις ἐστὶν ἁγαθός;

κράτιστον εἰκῇ ταῦτ' ἐᾶν ἀφειμένα.

οὗτος γὰρ ἁνὴρ οὔτ' ἐν Ἀργείοις μέγας

οὔτ' αὖ δοκήσει δωμάτων ὠγκωμένος,

ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.

οὐ μὴ φρονήσεθ', οἳ κενῶν δοξασμάτων

πλήρεις πλανᾶσθε, τῇ δ' ὁμιλίᾳ βροτοὺς

κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;

οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ

καὶ δώμαθ'· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν

ἀγάλματ' ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ

μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·

ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.

ἀλλ'-ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ' οὐ παρὼν

Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ' ἥκομεν-

δεξώμεθ' οἴκων καταλύσεις. χωρεῖν χρεών,

δμῶες, δόμων τῶνδ' ἐντός. ὡς ἐμοὶ πένης

εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.

αἰνῶ μὲν οὖν τοῦδ' ἀνδρὸς ἐσδοχὰς δόμων,

ἐβουλόμην δ' ἄν, εἰ κασίγνητός με σὸς

ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.

ἴσως δ' ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι

χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.

{Χο.} νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ

θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν

μόλις προβαίνουσ' ἡ τύχη σταίη καλῶς.

{Ηλ.} ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν

τί τούσδ' ἐδέξω μείζονας σαυτοῦ ξένους;

{Αυ.} τί δ'; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,

οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ' ὁμῶς;

{Ηλ.} ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,

ἔλθ' ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,

ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους

τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς

ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·

κέλευε δ' αὐτὸν τῶνδ' ἐμοὐσαφιγμένων

ἐλθεῖν, ξένων τ' ἐς δαῖτα πορσῦναί τινα.

ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,

ζῶντ' εἰσακούσας παῖδ' ὃν ἐκσῴζει ποτέ.

οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα

λάβοιμεν ἄν τι· πικρὰ δ' ἀγγείλαιμεν ἄν,

εἰ ζῶντ' Ὀρέστην ἡ τάλαιν' αἴσθοιτ' ἔτι.

{Αυ.} ἀλλ', εἰ δοκεῖ σοι, τούσδ' ἀπαγγελῶ λόγους

γέροντι· χώρει δ' ἐς δόμους ὅσον τάχος

καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ

χρῄζουσ' ἂν εὕροι δαιτὶ προσφορήματα.

ἔστιν δὲ δὴ τοσαῦτά γ' ἐν δόμοις ἔτι,

ὥσθ' ἕν γ' ἐπ' ἦμαρ τούσδε πληρῶσαι βορᾶς.

ἐν τοῖς τοιούτοις δ' ἡνίκ' ἂν γνώμης πέσω,

σκοπῶ τὰ χρήμαθ' ὡς ἔχει μέγα σθένος,

ξένοις τε δοῦναι σῶμά τ' ἐς νόσους πεσὸν

δαπάναισι σῷσαι· τῆς δ' ἐφ' ἡμέραν βορᾶς

ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ

ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.

[431]

{Χο.} κλειναὶ νᾶες, αἵ ποτ' ἔβατε Τροίαν {[στρ.}

τοῖς ἀμετρήτοις ἐρετμοῖς

πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,

ἵν' ὁ φίλαυλος ἔπαλλε δελ-

φὶς πρῴραις κυανεμβόλοι-

σιν εἱλισσόμενος,

πορεύων τὸν τᾶς Θέτιδος

κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ

σὺν Ἀγαμέμνονι Τρωίας

ἐπὶ Σιμουντίδας ἀκτάς.

[441]

Νηρῇδες δ' Εὐβοῖδας ἄκρας λιποῦσαι {[ἀντ.}

μόχθους ἀσπιστὰς ἀκμόνων

Ἡφαίστου χρυσέων ἔφερον τευχέων,

ἀνά τε Πήλιον ἀνά τε πρυ-

μνὰς Ὄσσας ἱερᾶς νάπας

† Νυμφαίας σκοπιὰς

κόρας μάτευσ', † ἔνθα πατὴρ

ἱππότας τρέφεν Ἑλλάδι φῶς

Θέτιδος εἰνάλιον γόνον

ταχύπορον πόδ' Ἀτρείδαις.

Ἰλιόθεν δ' ἔκλυόν τινος ἐν λιμέσιν {[στρ.}

Ναυπλίοισι βεβῶτος

τᾶς σᾶς, ὦ Θέτιδος παῖ,

κλεινᾶς ἀσπίδος ἐν κύκλῳ

τοιάδε σήματα, δείματα

Φρύγια, τετύχθαι·

περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ

Περσέα λαιμοτόμαν ὑπὲρ

ἁλὸς ποτανοῖσι πεδί-

λοισι φυὰν Γοργόνος ἴ-

σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-

μᾷ, τῷ Μαί-

[463] ας ἀγροτῆρι κούρῳ·

[463]

ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων {[ἀντ.}

κύκλος ἀελίοιο

ἵπποις ἂμ πτεροέσσαις

ἄστρων τ' αἰθέριοι χοροί,

Πλειάδες, Ὑάδες, Ἕκτορος

ὄμμασι τροπαῖοι·

ἐπὶ δὲ χρυσοτύπῳ κράνει

Σφίγγες ὄνυξιν ἀοίδιμον

ἄγραν φέρουσαι· περιπλεύ-

ρῳ δὲ κύτει πύρπνοος ἔ-

σπευδε δρόμῳ λέαινα χαλ-

[474] αῖς Πειρη-

ναῖον ὁρῶσα πῶλον.

[475]

ἄορι δ' ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-

λον, κελαινὰ δ' ἀμφὶ νῶθ' ἵετο κόνις.

[479] τοιῶνδ' ἄνακτα δοριπόνων

ἔκανεν ἀνδρῶν, Τυνδαρίς,

σὰ λέχεα, κακόφρων κούρα.

[483] τοιγάρ σέ ποτ' οὐρανίδαι

πέμψουσιν θανάτοις· ἦ σὰν

ἔτ' ἔτι φόνιον ὑπὸ δέραν

ὄψομαι αἷμα χυθὲν σιδάρῳ.

[486]

{
ΠΡΕΣΒΥΣ}

[487] ποῦ ποῦ νεᾶνις πότνι' ἐμὴ δέσποινά τε,

Ἀγαμέμνονος παῖς, ὅν ποτ' ἐξέθρεψ' ἐγώ;

ὡς πρόσβασιν τῶνδ' ὀρθίαν οἴκων ἔχει

ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.

ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον

διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

ὦ θύγατερ-ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ-

ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων

ποίμνης νεογνὸν θρέμμ' ὑποσπάσας τόδε

[496] στεφάνους τε τευχέων τ' ἐξελὼν τυρεύματα,

παλαιόν τε θησαύρισμα Διονύσου τόδε

ὀσμῇ κατῆρες, μικρόν, ἀλλ' ἐπεσβαλεῖν

ἡδὺ σκύφον τοῦδ' ἀσθενεστέρῳ ποτῷ.

ἴτω φέρων τις τοῖς ξένοις τάδ' ἐς δόμους·

ἐγὼ δὲ τρύχει τῷδ' ἐμῶν πέπλων κόρας

δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

{Ηλ.} τί δ', ὦ γεραιέ, διάβροχον τόδ' ὄμμ' ἔχεις;

μῶν τἀμὰ διὰ χρόνου σ' ἀνέμνησεν κακά;

ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις

καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ' ἐν χεροῖν ἔχων

ἀνόνητ' ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;

{Πρ.} ἀνόνηθ'· ὅμως δ' οὖν τοῦτό γ' οὐκ ἠνεσχόμην.

ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ' ὁδοῦ

καὶ προσπεσὼν ἔκλαυσ' ἐρημίας τυχών,

σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,

ἔσπεισα, τύμβῳ δ' ἀμφέθηκα μυρσίνας.

πυρᾶς δ' ἐπ' αὐτῆς οἶν μελάγχιμον πόκῳ

σφάγιον ἐσεῖδον αἷμά τ' οὐ πάλαι χυθὲν

ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.

κἀθαύμασ', ὦ παῖ, τίς ποτ' ἀνθρώπων ἔτλη

πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.

ἀλλ' ἦλθ' ἴσως που σὸς κασίγνητος λάθρᾳ,

μολὼν δ' ἐθαύμασ' ἄθλιον τύμβον πατρός.

σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,

εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·

φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός,

τὰ πόλλ' ὅμοια σώματος πεφυκέναι.

{Ηλ.} οὐκ ἄξι' ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

εἰ κρυπτὸν ἐς γῆν τήνδ' ἂν Αἰγίσθου φόβῳ

δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.

ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,

ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,

ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ' ἀμήχανον.

πολλοῖς δ' ἂν εὕροις βοστρύχους ὁμοπτέρους

καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

{Πρ.} σὺ δ' εἰς ἴχνος βᾶσ' ἀρβύλης σκέψαι βάσιν

εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.

{Ηλ.} πῶς δ' ἂν γένοιτ' ἂν ἐν κραταιλέῳ πέδῳ

γαίας ποδῶν ἔκμακτρον; εἰ δ' ἔστιν τόδε,

δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ' ἴσος

ἀνδρός τε καὶ γυναικός, ἀλλ' ἅρσην κρατεῖ.

{Πρ.} οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,

[538] . . . . . . .

κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς,

ἐν ᾧ ποτ' αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;

{Ηλ.} οὐκ οἶσθ', Ὀρέστης ἡνίκ' ἐκπίπτει χθονός,

νέαν μ' ἔτ' οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,

πῶς ἂν τότ' ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,

εἰ μὴ ξυναύξοινθ' οἱ πέπλοι τῷ σώματι;

ἀλλ' ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος

† ἐκείρατ', ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς † . . .

{Πρ.} οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.

{Ηλ.} οἵδ' ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.

{Πρ.} ἀλλ' εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε·

πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.

ὅμως δέ. -χαίρειν τοὺς ξένους προσεννέπω.

{Ορ.} χαῖρ', ὦ γεραιέ. -τοῦ ποτ', Ἠλέκτρα, τόδε

παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

{Ηλ.} οὗτος τὸν ἁμὸν πατέρ' ἔθρεψεν, ὦ ξένε.

{Ορ.} τί φῄς; ὅδ' ὃς σὸν ἐξέκλεψε σύγγονον;

{Ηλ.} ὅδ' ἔσθ' ὁ σώσας κεῖνον, εἴπερ ἔστ' ἔτι.

{Ορ.} ἔα·

[558] τί μ' ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν

λαμπρὸν χαρακτῆρ'; ἢ προσεικάζει μέ τῳ;

{Ηλ.} ἴσως Ὀρέστου σ' ἥλιχ' ἥδεται βλέπων.

{Ορ.} φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

{Ηλ.} καὐτὴ τόδ' εἰσορῶσα θαυμάζω, ξένε.

{Πρ.} ὦ πότνι', εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

{Ηλ.} τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;

{Πρ.} λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

{Ηλ.} ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;

{Πρ.} βλέψον νυν ἐς τόνδ', ὦ τέκνον, τὸν φίλτατον.

{Ηλ.} πάλαι δέδορκα, μὴ σύ γ' οὐκέτ' εὖ φρονῇς.

{Πρ.} οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;

{Ηλ.} πῶς εἶπας, ὦ γεραί', ἀνέλπιστον λόγον;

{Πρ.} ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

{Ηλ.} ποῖον χαρακτῆρ' εἰσιδών, ᾧ πείσομαι;

{Πρ.} οὐλὴν παρ' ὀφρύν, ἥν ποτ' ἐν πατρὸς δόμοις

νεβρὸν διώκων σοῦ μέθ' ᾑμάχθη πεσών.

{Ηλ.} πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.

{Πρ.} ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

{Ηλ.} ἀλλ' οὐκέτ', ὦ γεραιέ· συμβόλοισι γὰρ

τοῖς σοῖς πέπεισμαι θυμόν. -ὦ χρόνῳ φανείς,

ἔχω σ' ἀέλπτως . . . {Ορ.} κἀξ ἐμοῦ γ' ἔχῃ χρόνῳ.

{Ηλ.} οὐδέποτε δόξασα. {Ορ.} οὐδ' ἐγὼ γὰρ ἤλπισα.

{Ηλ.} ἐκεῖνος εἶ σύ; {Ορ.} σύμμαχός γέ σοι μόνος.

ἢν δ' ἀνσπάσωμαί γ' ὃν μετέρχομαι βόλον . . .

πέποιθα δ'· ἢ χρὴ μηκέθ' ἡγεῖσθαι θεούς,

εἰ τἄδικ' ἔσται τῆς δίκης ὑπέρτερα.

{Χο.} ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,

κατέλαμψας, ἔδειξας ἐμφανῆ

πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ

πατρίων ἀπὸ δωμάτων τάλας

ἀλαίνων ἔβα.

θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει

νίκαν, ὦ φίλα.

[594] ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς

[594] ἐς θεούς, τύχᾳ σοι τύχᾳ

κασίγνητον ἐμβατεῦσαι πόλιν.

{Ορ.} εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.

σὺ δ', ὦ γεραιέ-καίριος γὰρ ἤλυθες-

λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;

[μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;]

ἔστιν τί μοι κατ' Ἄργος εὐμενὲς φίλων;

ἢ πάντ' ἀνεσκευάσμεθ', ὥσπερ αἱ τύχαι;

τῷ ξυγγένωμαι; νύχιος ἢ καθ' ἡμέραν;

ποίαν ὁδὸν τραπώμεθ' εἰς ἐχθροὺς ἐμούς;

{Πρ.} ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.

εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,

κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.

σὺ δ'-ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις

οὐδ' ἐλλέλοιπας ἐλπίδ'-ἴσθι μου κλύων,

ἐν χειρὶ τῇ σῇ πάντ' ἔχεις καὶ τῇ τύχῃ,

πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

{Ορ.} τί δῆτα δρῶντες τοῦδ' ἂν ἐξικοίμεθα;

{Πρ.} κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

{Ορ.} ἥκω 'πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;

{Πρ.} τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ' ἂν εἰ θέλοις.

{Ορ.} φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

{Πρ.} ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

{Ορ.} εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

{Πρ.} κἀμοῦ γ' ἄκουσον· ἄρτι γάρ μ' ἐσῆλθέ τι.

{Ορ.} ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ' ἐγώ.

{Πρ.} Αἴγισθον εἶδον, ἡνίχ' εἷρπον ἐνθάδε.

{Ορ.} προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

{Πρ.} ἀγρῶν πέλας τῶνδ' ἱπποφορβίων ἔπι.

{Ορ.} τί δρῶνθ'; ὁρῶ γὰρ ἐλπίδ' ἐξ ἀμηχάνων.

{Πρ.} Νύμφαις ἐπόρσυν' ἔροτιν, ὡς ἔδοξέ μοι.

{Ορ.} τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;

{Πρ.} οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.

{Ορ.} πόσων μετ' ἀνδρῶν; ἢ μόνος δμώων μέτα;

{Πρ.} οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

{Ορ.} οὔ πού τις ὅστις γνωριεῖ μ' ἰδών, γέρον;

{Πρ.} δμῶες μέν εἰσιν, οἳ σέ γ' οὐκ εἶδόν ποτε.

{Ορ.} ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

{Πρ.} δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

{Ορ.} πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;

{Πρ.} στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

{Ορ.} ὁδὸν παρ' αὐτήν, ὡς ἔοικ', ἀγροὺς ἔχει;

{Πρ.} ὅθεν γ' ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

{Ορ.} πικρόν γε συνθοινάτορ', ἢν θεὸς θέλῃ.

{Πρ.} τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

{Ορ.} καλῶς ἔλεξας. -ἡ τεκοῦσα δ' ἐστὶ ποῦ;

{Πρ.} Ἄργει· παρέσται δ' οὖν πόσει θοίνην ἔπι.

{Ορ.} τί δ' οὐχ ἅμ' ἐξωρμᾶτ' ἐμὴ μήτηρ πόσει;

[643] {Πρ.} ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

{Ορ.} ξυνῆχ'· ὕποπτος οὖσα γιγνώσκει πόλει.

{Πρ.} τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.

{Ορ.} πῶς οὖν ἐκείνην τόνδε τ' ἐν ταὐτῷ κτενῶ;

{Ηλ.} ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

{Ορ.} καὶ μὴν ἐκεῖνά γ' ἡ τύχη θήσει καλῶς.

{Ηλ.} ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.

{Πρ.} ἔσται τάδ'· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;

{Ηλ.} λέγ', ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·

λεχώ μ' ἀπάγγελλ' οὖσαν ἄρσενος τόκῳ.

{Πρ.} πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;

{Ηλ.} δέχ' ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.

{Πρ.} καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;

{Ηλ.} ἥξει κλύουσα λόχιά μου νοσήματα.

{Πρ.} πόθεν; τί δ' αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;

{Ηλ.} ναί· καὶ δακρύσει γ' ἀξίωμ' ἐμῶν τόκων.

{Πρ.} ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.

{Ηλ.} ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.

{Πρ.} καὶ μὴν ἐπ' αὐτάς γ' εἶσι σῶν δόμων πύλας.

{Ηλ.} οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;

{Πρ.} εἰ γὰρ θάνοιμι τοῦτ' ἰδὼν ἐγώ ποτε.

{Ηλ.} πρώτιστα μέν νυν τῷδ' ὑφήγησαι, γέρον . . .

{Πρ.} Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;

{Ηλ.} ἔπειτ' ἀπαντῶν μητρὶ τἀπ' ἐμοῦ φράσον.

{Πρ.} ὥστ' αὐτά γ' ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.

{Ηλ.} σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.

{Ορ.} στείχοιμ' ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ' ὁδοῦ.

{Πρ.} καὶ μὴν ἐγὼ πέμποιμ' ἂν οὐκ ἀκουσίως.

{Ορ.} ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ' ἐχθρῶν γενοῦ . . .

{Ηλ.} οἴκτιρέ θ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν . . .

{Πρ.} οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.

{Ηλ.} Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς . . .

{Ορ.} νίκην δὸς ἡμῖν, εἰ δίκαι' αἰτούμεθα.

{Πρ.} δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.

{Ορ.} σύ τ', ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ . . .

{Ηλ.} καὶ Γαῖ' ἄνασσα, χεῖρας ᾗ δίδωμ' ἐμὰς . . .

{Πρ.} ἄμυν' ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.

{Ορ.} νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.

{Ηλ.} οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ . . .

[683] {Πρ.} χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.

[682] {Ηλ.} ἤκουσας, ὦ δείν' ἐξ ἐμῆς μητρὸς παθών;

[684] {Πρ.} πάντ', οἶδ', ἀκούει τάδε πατήρ· στείχειν δ' ἀκμή.

{Ηλ.} καί σοι προφωνῶ πρὸς τάδ' Αἴγισθον θανεῖν·

ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,

τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·

παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.

δόμων ἔσω βᾶσ' εὐτρεπὲς ποήσομαι.

ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,

ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου

τἀναντί' ἔσται τῶνδε· ταῦτά σοι λέγω.

{Ορ.} πάντ' οἶδα. {Ηλ.} πρὸς τάδ' ἄνδρα γίγνεσθαί σε χρή.

ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε

κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ' ἐγὼ

πρόχειρον ἔγχος χειρὶ βαστάζουσ' ἐμῇ.

οὐ γάρ ποτ' ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη

δίκην ὑφέξω, σῶμ' ἐμὸν καθυβρίσαι.

[698]

{Χο.} ἀταλᾶς ὑπὸ ματρὸς <ἄρν'> {[στρ.}

[699] Ἀργείων

ὀρέων ποτὲ κληδὼν ἐν

πολιαῖσι μένει φήμαις

εὐαρμόστοις ἐν καλάμοις

Πᾶνα μοῦσαν ἡδύθροον

πνέοντ', ἀγρῶν ταμίαν,

χρυσέαν καλλιπλόκαμον

πορεῦσαι. πετρίνοις δ' ἐπι-

στὰς κᾶρυξ ἰάχει βάθροις·

Ἀγορὰν ἀγοράν, Μυκη-

ναῖοι, στείχετε μακαρίων

ὀψόμενοι τυράννων

φάσματα † δείματα. . . . χοροὶ δ' Ἀτρει-

δᾶν † ἐγέραιρον οἴκους·

[712]

θυμέλαι δ' ἐπίτναντο χρυ- {[ἀντ.}

[713] σήλατοι,

σελαγεῖτο δ' ἀν' ἄστυ πῦρ

ἐπιβώμιον Ἀργείων·

λωτὸς δὲ φθόγγον κελάδει

κάλλιστον, Μουσᾶν θεράπων·

μολπαὶ δ' ηὔξοντ' ἐραταί,

χρυσέας ἀρνὸς ἐπίλογοι,

Θυέστου· κρυφίαις γὰρ εὐ-

[720] ναῖς πείσας ἄλοχον φίλαν

Ἀτρέως, τέρας ἐκκομί-

ζει πρὸς δώματα· νεόμενος δ'

εἰς ἀγόρους ἀυτεῖ

τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-

λον κατὰ δῶμα ποίμναν.

[725]

τότε δὴ τότε φαεν- {[στρ.}

νὰς ἄστρων μετέβασ' ὁδοὺς

Ζεὺς καὶ φέγγος ἀελίου

[730] λευκόν τε πρόσωπον ἀ-

οῦς, τὰ δ' ἕσπερα νῶτ' ἐλαύ-

νει θερμᾷ φλογὶ θεοπύρῳ,

νεφέλαι δ' ἔνυδροι πρὸς ἄρ-

κτον, ξηραί τ' Ἀμμωνίδες ἕ-

δραι φθίνουσ' ἀπειρόδροσοι,

καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.

[736]

λέγεται, τὰν δὲ πί- {[ἀντ.}

στιν σμικρὰν παρ' ἔμοιγ' ἔχει,

στρέψαι θερμὰν ἀέλιον

χρυσωπὸν ἕδραν ἀλλά-

ξαντα δυστυχίᾳ βροτεί-

ῳ θνατᾶς ἕνεκεν δίκας.

φοβεροὶ δὲ βροτοῖσι μῦ-

θοι κέρδος πρὸς θεῶν θεραπεί-

αν. ὧν οὐ μνασθεῖσα πόσιν

κτείνεις, κλεινῶν συγγενέτειρ' ἀδελφῶν.

[746]

{-} ἔα ἔα·

[747] φίλαι, βοῆς ἠκούσατ'-ἢ δοκὼ κενὴ

ὑπῆλθέ μ'; -ὥστε νερτέρα βροντὴ Διός;

ἰδού, τάδ' οὐκ ἄσημα πνεύματ' αἴρεται·

δέσποιν', ἄμειψον δώματ', Ἠλέκτρα, τάδε.

{Ηλ.} φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;

{Χο.} οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.

{Ηλ.} ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ' ὅμως.

{Χο.} μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.

{Ηλ.} Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;

{Χο.} οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.

{Ηλ.} σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;

{Χο.} ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.

{Ηλ.} οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;

{Χο.} ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.

{
ΑΓΓΕΛΟΣ}

[761] ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,

νικῶντ' Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,

Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ

Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

{Ηλ.} τίς δ' εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;

{Αγ.} οὐκ οἶσθ' ἀδελφοῦ μ' εἰσορῶσα πρόσπολον;

{Ηλ.} ὦ φίλτατ', ἔκ τοι δείματος δυσγνωσίαν

εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.

τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

{Αγ.} τέθνηκε· δίς σοι ταὔθ', ἃ γοῦν βούλῃ, λέγω.

{Ηλ.} ὦ θεοί, Δίκη τε πάνθ' ὁρῶσ', ἦλθές ποτε.

ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου

κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

{Αγ.} ἐπεὶ μελάθρων τῶνδ' ἀπήραμεν πόδα,

ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν

ἔνθ' ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.

κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,

δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·

ἰδών τ' ἀυτεῖ· Χαίρετ', ὦ ξένοι· τίνες

πόθεν πορεύεσθ'; ἔστε τ' ἐκ ποίας χθονός;

ὁ δ' εἶπ' Ὀρέστης· Θεσσαλοί· πρὸς δ' Ἀλφεὸν

θύσοντες ἐρχόμεσθ' Ὀλυμπίῳ Διί.

κλύων δὲ ταῦτ' Αἴγισθος ἐννέπει τάδε·

Νῦν μὲν παρ' ἡμῖν χρὴ συνεστίους ἐμοὶ

θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν

Νύμφαις· ἑῷοι δ' ἐξαναστάντες λέχους

ἐς ταὐτὸν ἥξετ'. ἀλλ' ἴωμεν ἐς δόμους-

καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ χερὸς λαβὼν

παρῆγεν ἡμᾶς-οὐδ' ἀπαρνεῖσθαι χρεών·

[ἐπεὶ δ' ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·]

λούτρ' ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,

ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.

ἀλλ' εἶπ' Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα

λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.

εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,

Αἴγισθ', ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ', ἄναξ.

τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·

λόγχας δὲ θέντες δεσπότου φρουρήματα

δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·

οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ' ᾖρον κανᾶ,

ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ' ἐσχάρας

λέβητας ὤρθουν· πᾶσα δ' ἐκτύπει στέγη.

λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν

[804] ἔβαλλε βωμούς, τοιάδ' ἐννέπων ἔπη·

Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν

καὶ τὴν κατ' οἴκους Τυνδαρίδα δάμαρτ' ἐμὴν

πράσσοντας ὡς νῦν, τοὺς δ' ἐμοὺς ἐχθροὺς κακῶς

-λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ' ἐμὸς

τἀναντί' ηὔχετ', οὐ γεγωνίσκων λόγους,

λαβεῖν πατρῷα δώματ'. ἐκ κανοῦ δ' ἑλὼν

Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα

τεμὼν ἐφ' ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,

κἄσφαξ' ἐπ' ὤμων μόσχον ὡς ἦραν χεροῖν

δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·

Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς

εἶναι τόδ', ὅστις ταῦρον ἀρταμεῖ καλῶς

ἵππους τ' ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,

δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.

ὁ δ' εὐκρότητον Δωρίδ' ἁρπάσας χεροῖν,

ῥίψας ἀπ' ὤμων εὐπρεπῆ πορπάματα,

Πυλάδην μὲν εἵλετ' ἐν πόνοις ὑπηρέτην,

δμῶας δ' ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,

λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·

θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς

δισσοὺς διαύλους ἵππιος διήνυσε,

κἀνεῖτο λαγόνας. ἱερὰ δ' ἐς χεῖρας λαβὼν

Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν

σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας

κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.

χὣ μὲν σκυθράζει, δεσπότης δ' ἀνιστορεῖ·

Τί χρῆμ' ἀθυμεῖς; -Ὦ ξέν', ὀρρωδῶ τινα

δόλον θυραῖον. ἔστι δ' ἔχθιστος βροτῶν

Ἀγαμέμνονος παῖς πολέμιός τ' ἐμοῖς δόμοις·

ὃ δ' εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,

πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια

θοινασόμεσθα, Φθιάδ' ἀντὶ Δωρικῆς

οἴσει τις ἡμῖν κοπίδ', ἀπορρήξω χέλυν;

λαβὼν δὲ κόπτει. σπλάγχνα δ' Αἴγισθος λαβὼν

ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω

ὄνυχας ἐπ' ἄκρους στὰς κασίγνητος σέθεν

ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ

ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ' ἄνω κάτω

ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.

δμῶες δ' ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,

πολλοὶ μάχεσθαι πρὸς δύ'· ἀνδρείας δ' ὕπο

ἔστησαν ἀντίπρῳρα σείοντες βέλη

Πυλάδης Ὀρέστης τ'. εἶπε δ'· Οὐχὶ δυσμενὴς

ἥκω πόλει τῇδ' οὐδ' ἐμοῖς ὀπάοσιν,

φονέα δὲ πατρὸς ἀντετιμωρησάμην

τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,

πατρὸς παλαιοὶ δμῶες. οἳ δ', ἐπεὶ λόγων

ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ' ὑπὸ

γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.

στέφουσι δ' εὐθὺς σοῦ κασιγνήτου κάρα

χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ

κάρα 'πιδείξων οὐχὶ Γοργόνος φέρων,

ἀλλ' ὃν στυγεῖς Αἴγισθον· αἷμα δ' αἵματος

πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.

[858]

{Χο.} θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, {[στρ.}

ὡς νεβρὸς οὐράνιον

πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.

νικᾷ στεφαναφορίαν

† κρείσσω τοῖς † παρ' Ἀλφειοῦ ῥεέθροισι τελέσσας

κασίγνητος σέθεν· ἀλλ' ἐπάειδε

καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.

[865]

{Ηλ.} ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,

νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ' ἐλεύθεροι,

ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.

φέρ', οἷα δὴ '´χω καὶ δόμοι κεύθουσί μου

κόμης ἀγάλματ' ἐξενέγκωμαι, φίλαι,

στέψω τ' ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.

[872]

{Χο.} σὺ μέν νυν ἀγάλματ' ἄειρε {[ἀντ.}

κρατί· τὸ δ' ἁμέτερον

χωρήσεται Μούσαισι χόρευμα φίλον.

νῦν οἱ πάρος ἁμέτεροι

γαίας τυραννεύσουσι φίλοι βασιλῆες,

δικαίως . . . τοὺς δ' ἀδίκως καθελόντες.

ἀλλ' ἴτω ξύναυλος βοὰ χαρᾷ.

{Ηλ.} ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου

γεγώς, Ὀρέστα, τῆς ὑπ' Ἰλίῳ μάχης,

δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.

ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν

ἀγῶν' ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν

Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.

σύ τ', ὦ παρασπίστ', ἀνδρὸς εὐσεβεστάτου

παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς

δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδ' ἴσον μέρος

ἀγῶνος· αἰεὶ δ' εὐτυχεῖς φαίνοισθέ μοι.

{Ορ.} θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης

ἀρχηγέτας τῆσδ', εἶτα κἄμ' ἐπαίνεσον

τὸν τῶν θεῶν τε τῆς τύχης θ' ὑπηρέτην.

ἥκω γὰρ οὐ λόγοισιν ἀλλ' ἔργοις κτανὼν

Αἴγισθον· ὡς δὲ τῷ σάφ' εἰδέναι τάδε

προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,

ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,

ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,

πήξασ' ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν

[δοῦλος, πάροιθε δεσπότης κεκλημένος.]

{Ηλ.} αἰσχύνομαι μέν, βούλομαι δ' εἰπεῖν ὅμως.

{Ορ.} τί χρῆμα; λέξον· ὡς φόβου γ' ἔξωθεν εἶ.

{Ηλ.} νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.

{Ορ.} οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.

{Ηλ.} δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

{Ορ.} λέγ', εἴ τι χρῄζεις, σύγγον'· ἀσπόνδοισι γὰρ

νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

{Ηλ.} εἶἑν· τίν' ἀρχὴν πρῶτά σ' ἐξείπω κακῶν,

ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;

καὶ μὴν δι' ὄρθρων γ' οὔποτ' ἐξελίμπανον

θρυλοῦσ' ἅ γ' εἰπεῖν ἤθελον κατ' ὄμμα σόν,

εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα

τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι

ἐκεῖν' ἅ σε ζῶντ' ἤθελον λέξαι κακά.

ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς

καὶ τόνδ' ἔθηκας, οὐδὲν ἠδικημένος,

κἄγημας αἰσχρῶς μητέρ' ἄνδρα τ' ἔκτανες

στρατηλατοῦνθ' Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.

ἐς τοῦτο δ' ἦλθες ἀμαθίας ὥστ' ἤλπισας

ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ' οὐχ ἕξοις κακὴν

γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.

ἴστω δ', ὅταν τις διολέσας δάμαρτά του

κρυπταῖσιν εὐναῖς εἶτ' ἀναγκασθῇ λαβεῖν,

δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν

ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ' οἷ δ' ἔχειν.

ἄλγιστα δ' ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·

ᾔδησθα γὰρ δῆτ' ἀνόσιον γήμας γάμον,

μήτηρ δὲ σ' ἄνδρα δυσσεβῆ κεκτημένη.

ἄμφω πονηρὼ δ' ὄντ' ἀφαιρεῖσθον τύχην

† κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. †

πᾶσιν δ' ἐν Ἀργείοισιν ἤκουες τάδε·

Ὁ τῆς γυναικός-οὐχὶ τἀνδρὸς ἡ γυνή.

καίτοι τόδ' αἰσχρόν, προστατεῖν γε δωμάτων

γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ

τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς

οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.

ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη

τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.

ὃ δ' ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,

ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·

τὰ δ' οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.

ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.

ἣ μὲν γὰρ αἰεὶ παραμένουσ' αἴρει κακά·

ὁ δ' ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν

ἐξέπτατ' οἴκων, σμικρὸν ἀνθήσας χρόνον.

ἃ δ' ἐς γυναῖκας-παρθένῳ γὰρ οὐ καλὸν

λέγειν-σιωπῶ, γνωρίμως δ' αἰνίξομαι.

ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους

κάλλει τ' ἀραρώς. ἀλλ' ἔμοιγ' εἴη πόσις

μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.

τὰ γὰρ τέκν' αὐτῶν Ἄρεος ἐκκρεμάννυται,

τὰ δ' εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.

ἔρρ', οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ

δίκην δέδωκας. -ὧδέ τις κακοῦργος ὢν

μή μοι τὸ πρῶτον βῆμ' ἐὰν δράμῃ καλῶς,

νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας

γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.

{Χο.} ἔπραξε δεινά, δεινὰ δ' ἀντέδωκε σοὶ

καὶ τῷδ'· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.

{Ηλ.} εἶἑν· κομίζειν τοῦδε σῶμ' ἔσω χρεὼν

σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ

μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.

{Ορ.} ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.

{Ηλ.} τί δ'; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;

[964] {Ορ.} οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ' ἐγείνατο.

{Ηλ.} καλῶς ἄρ' ἄρκυν ἐς μέσην πορεύεται . . .

καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.

{Ορ.} τί δῆτα δρῶμεν μητέρ'; ἦ φονεύσομεν;

{Ηλ.} μῶν σ' οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;

{Ορ.} φεῦ·

[969] πῶς γὰρ κτάνω νιν, ἥ μ' ἔθρεψε κἄτεκεν;

{Ηλ.} ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.

{Ορ.} ὦ Φοῖβε, πολλήν γ' ἀμαθίαν ἐθέσπισας . . .

{Ηλ.} ὅπου δ' Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;

{Ορ.} ὅστις μ' ἔχρησας μητέρ', ἣν οὐ χρῆν, κτανεῖν.

{Ηλ.} βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;

{Ορ.} μητροκτόνος νῦν φεύξομαι, τόθ' ἁγνὸς ὤν.

{Ηλ.} καὶ μή γ' ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.

{Ορ.} ἐγὼ δὲ μητρὸς-; τῷ φόνου δώσω δίκας;

{Ηλ.} τῷ δ' ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;

{Ορ.} ἆρ' αὔτ' ἀλάστωρ εἶπ' ἀπεικασθεὶς θεῷ;

{Ηλ.} ἱερὸν καθίζων τρίποδ'; ἐγὼ μὲν οὐ δοκῶ.

{Ορ.} οὐδ' ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.

{Ηλ.} οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.

{Ορ.} ἀλλ' ἦ τὸν αὐτὸν τῇδ' ὑποστήσω δόλον;

{Ηλ.} ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.

{Ορ.} ἔσειμι· δεινοῦ δ' ἄρχομαι προβλήματος

καὶ δεινὰ δράσω γε-εἰ θεοῖς δοκεῖ τάδε,

ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.

[987]

{Χο.} [ἰώ,]

[988] βασίλεια γύναι χθονὸς Ἀργείας,

παῖ Τυνδάρεω,

καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν

Διός, οἳ φλογερὰν αἰθέρ' ἐν ἄστροις

ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις

τιμὰς σωτῆρας ἔχοντες·

χαῖρε, σεβίζω σ' ἴσα καὶ μάκαρας

πλούτου μεγάλης τ' εὐδαιμονίας.

τὰς σὰς δὲ τύχας θεραπεύεσθαι

καιρός. <χαῖρ',> ὦ βασίλεια.

{
ΚΛΥΤΑΙΜΗΣΤΡΑ}

[998] ἔκβητ' ἀπήνης, Τρῳάδες, χειρὸς δ' ἐμῆς

λάβεσθ', ἵν' ἔξω τοῦδ' ὄχου στήσω πόδα.

σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι

Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς

ἐξαίρετ', ἀντὶ παιδὸς ἣν ἀπώλεσα

σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

{Ηλ.} οὔκουν ἐγώ-δούλη γὰρ ἐκβεβλημένη

δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους-

μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

{Κλ.} δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.

{Ηλ.} τί δ'; αἰχμάλωτόν τοί μ' ἀπῴκισας δόμων,

ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,

ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.

{Κλ.} τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα

ἐς οὓς ἐχρῆν ἥκιστ' ἐβούλευσεν φίλων.

λέξω δὲ . . . καίτοι δόξ' ὅταν λάβῃ κακὴ

γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.

ὡς μὲν παρ' ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ

μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃς,

στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;

ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,

οὐχ ὥστε θνῄσκειν, οὐδ' ἃ γειναίμην ἐγώ.

κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως

λέκτροισι πείσας ᾤχετ' ἐκ δόμων ἄγων

πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνας πυρᾶς

λευκὴν διήμησ' Ἰφιγόνης παρηΐδα.

κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,

ἢ δῶμ' ὀνήσων τἄλλα τ' ἐκσῴζων τέκνα,

ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν·

νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν

ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,

τούτων ἕκατι παῖδ' ἐμὴν διώλεσεν.

ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη

οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν·

ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην

λέκτροις τ' ἐπεισέφρηκε, καὶ νύμφα δύο

ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.

μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·

ὅταν δ', ὑπόντος τοῦδ', ἁμαρτάνῃ πόσις

τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει

γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.

κἄπειτ' ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,

οἱ δ' αἴτιοι τῶνδ' οὐ κλύουσ' ἄνδρες κακῶς.

εἰ δ' ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,

κτανεῖν μ' Ὀρέστην χρῆν, κασιγνήτης πόσιν

Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ

ἠνέσχετ' ἂν ταῦτ'; εἶτα τὸν μὲν οὐ θανεῖν

κτείνοντα χρῆν τἄμ', ἐμὲ δὲ πρὸς κείνου παθεῖν;

ἔκτειν', ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον

πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν

τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;

λέγ', εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,

ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.

{Χο.} δίκαι' ἔλεξας· ἡ δίκη δ' αἰσχρῶς ἔχει.

γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,

ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,

οὐδ' εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

{Ηλ.} μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους

λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.

{Κλ.} καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.

{Ηλ.} † ἆρα † κλύουσα, μῆτερ, εἶτ' ἔρξεις κακῶς;

{Κλ.} οὐκ ἔστι, τῇ σῇ δ' ἡδὺ προσθήσω φρενί.

{Ηλ.} λέγοιμ' ἄν· ἀρχὴ δ' ἥδε μοι προοιμίου·

εἴθ' εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.

τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν

Ἑλένης τε καὶ σοῦ, δύο δ' ἔφυτε συγγόνω,

ἄμφω ματαίω Κάστορός τ' οὐκ ἀξίω.

ἣ μὲν γὰρ ἁρπασθεῖσ' ἑκοῦσ' ἀπώλετο,

σὺ δ' ἄνδρ' ἄριστον Ἑλλάδος διώλεσας,

σκῆψιν προτείνουσ', ὡς ὑπὲρ τέκνου πόσιν

ἔκτεινας· οὐ γάρ σ' ὡς ἔγωγ' ἴσασιν εὖ.

ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,

νέον τ' ἀπ' οἴκων ἀνδρὸς ἐξωρμημένου,

ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.

γυνὴ δ', ἀπόντος ἀνδρός, ἥτις ἐκ δόμων

ἐς κάλλος ἀσκεῖ, διάγραφ' ὡς οὖσαν κακήν.

οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς

φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.

μόνη δὲ πασῶν οἶδ' ἐγὼ σ' Ἑλληνίδων,

εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,

εἰ δ' ἥσσον' εἴη, συννεφοῦσαν ὄμματα,

Ἀγαμέμνον' οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.

καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·

ἄνδρ' εἶχες οὐ κακίον' Αἰγίσθου πόσιν,

ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·

Ἑλένης δ' ἀδελφῆς τοιάδ' ἐξειργασμένης

ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ

παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ' ἔχει.

εἰ δ', ὡς λέγεις, σὴν θυγατέρ' ἔκτεινεν πατήρ,

ἐγὼ τί σ' ἠδίκησ' ἐμός τε σύγγονος;

πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους

ἡμῖν προσῆψας, ἀλλ' ἐπηνέγκω λέχει

τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;

κοὔτ' ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,

οὔτ' ἀντ' ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ

κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ' ἀμείψεται

φόνον δικάζων φόνος, ἀποκτενῶ σ' ἐγὼ

καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·

εἰ γὰρ δίκαι' ἐκεῖνα, καὶ τάδ' ἔνδικα.

[ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν

γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ

μεγάλων ἀμείνω σώφρον' ἐν δόμοις λέχη.

{Χο.} τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,

τὰ δ' οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]

{Κλ.} ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·

ἔστιν δὲ καὶ τόδ'· οἳ μέν εἰσιν ἀρσένων,

οἳ δ' αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.

συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν

χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.

σὺ δ' ὧδ' ἄλουτος καὶ δυσείματος χρόα

λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;

οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·

ὡς μᾶλλον ἢ χρῆν ἤλασ' εἰς ὀργὴν πόσιν.

{Ηλ.} ὀψὲ στενάζεις, ἡνίκ' οὐκ ἔχεις ἄκη.

πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ' ἔξω χθονὸς

πῶς οὐ κομίζῃ παῖδ' ἀλητεύοντα σόν;

{Κλ.} δέδοικα· τοὐμὸν δ', οὐχὶ τοὐκείνου, σκοπῶ.

πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.

{Ηλ.} τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;

[1117] {Κλ.} τρόποι τοιοῦτοι· καὶ σὺ δ' αὐθάδης ἔφυς.

{Ηλ.} ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.

{Κλ.} καὶ μὴν ἐκεῖνος οὐκέτ' ἔσται σοι βαρύς.

{Ηλ.} φρονεῖ μέγ'· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.

{Κλ.} ὁρᾷς; ἀν' αὖ σὺ ζωπυρεῖς νείκη νέα.

{Ηλ.} σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ' ἐγώ.

{Κλ.} παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ' ἐκάλεις, τέκνον;

{Ηλ.} ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·

τούτων ὕπερ μοι θῦσον-οὐ γὰρ οἶδ' ἐγώ-

δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·

τρίβων γὰρ οὐκ εἴμ', ἄτοκος οὖσ' ἐν τῷ πάρος.

{Κλ.} ἄλλης τόδ' ἔργον, ἥ σ' ἔλυσεν ἐκ τόκων.

{Ηλ.} αὐτὴ 'λόχευον κἄτεκον μόνη βρέφος.

{Κλ.} οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;

{Ηλ.} πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.

{Κλ.} ἀλλ' εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον

θύσω θεοῖσι· σοὶ δ' ὅταν πράξω χάριν

τήνδ', εἶμ' ἐπ' ἀγρὸν οὗ πόσις θυηπολεῖ

Νύμφαισιν. ἀλλὰ τούσδ' ὄχους, ὀπάονες,

φάτναις ἄγοντες πρόσθεθ'· ἡνίκ' ἂν δέ με

δοκῆτε θυσίας τῆσδ' ἀπηλλάχθαι θεοῖς,

πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

{Ηλ.} χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι

μή σ' αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.

θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.

κανοῦν δ' ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,

ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ

πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις

ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ' ἐγὼ

δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.

[1146]

{Χο.} ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- {[στρ.}

σιν αὖραι δόμων. τότε μὲν <ἐν> λουτροῖς

ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,

ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων,

τάδ' ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν

πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ' ἐμάν;

{-} . . . . . . . .

. . . . . . . .

παλίρρους δὲ τάνδ' ὑπάγεται δίκαν {[ἀντ.}

διαδρόμου λέχους μέλεον, ἃ πόσιν

χρόνιον ἱκόμενον εἰς οἴκους

[1158-1159] Κυκλώπειά τ' οὐράνια τείχε' ὀξυθήκτου βέλους

[1160] ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ'· ἆ τλάμων

πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν;

{-} ὀρεία τις ὡς λέαιν' ὀργάδων

δρύοχα νεμομένα, τάδε κατήνυσεν.

{Κλ.} {<ἔσωθεν>}

ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.

{Χο.} κλύεις ὑπώροφον βοάν;

{Κλ.} ἰώ μοί μοι.

{Χο.} ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.

{-} νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·

σχέτλια μὲν ἔπαθες, ἀνόσια δ' εἰργάσω,

τάλαιν', εὐνέταν.

[1171]

{-} ἀλλ' οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι

πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,

τροπαῖα δείγματ' ἀθλίων προσφθεγμάτων.

οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος

τῶν Τανταλείων οὐδ' ἔφυ ποτ' ἐκγόνων.

[1176]

{Ορ.} ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα {[στρ.}

βροτῶν, ἴδετε τάδ' ἔργα φόνι-

α μυσαρά, δίγονα σώματ' ἐν

χθονὶ κείμενα πλαγᾷ

χερὸς ὑπ' ἐμᾶς, ἄποιν' ἐμῶν

[1181] πημάτων. . . .

[1181] . . . . .

{Ηλ.} δακρύτ' ἄγαν, ὦ σύγγον', αἰτία δ' ἐγώ.

διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδ',

ἅ μ' ἔτικτε κούραν.

{Χο.} ἰὼ τύχας, σᾶς τύχας,

μᾶτερ τεκοῦσ' <ἄλαστα>,

ἄλαστα μέλεα καὶ πέρα

παθοῦσα σῶν τέκνων ὑπαί.

πατρὸς δ' ἔτεισας φόνον δικαίως.

[1189]

{Ορ.} ἰὼ Φοῖβ', ἀνύμνησας δίκαι' {[ἀντ.}

ἄφαντα, φανερὰ δ' ἐξέπρα-

ξας ἄχεα, φόνια δ' ὤπασας

λάχε' ἀπὸ γᾶς [τᾶς] Ἑλλανίδος.

τίνα δ' ἑτέραν μόλω πόλιν;

τίς ξένος, τίς εὐσεβὴς

ἐμὸν κάρα προσόψεται

ματέρα κτανόντος;

{Ηλ.} ἰὼ ἰώ μοι. ποῖ δ' ἐγώ, τίν' ἐς χορόν,

τίνα γάμον εἶμι; τίς πόσις με δέξεται

νυμφικὰς ἐς εὐνάς;

{Χο.} πάλιν, πάλιν φρόνημα σὸν

μετεστάθη πρὸς αὔραν·

φρονεῖς γὰρ ὅσια νῦν, τότ' οὐ

φρονοῦσα, δεινὰ δ' εἰργάσω,

φίλα, κασίγνητον οὐ θέλοντα.

[1205]

{Ορ.} κατεῖδες, οἷον ἁ τάλαιν' ἔξω πέπλων {[στρ.}

ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,

ἰώ μοι, πρὸς πέδῳ

τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ' ἐγὼ . . .

{Χο.} σάφ' οἶδα, δι' ὀδύνας ἔβας,

ἰήιον κλύων γόον

[1211] ματρός, ἅ σ' ἔτικτε.

[1211]

[1214] {Ορ.} βοὰν δ' ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν {[ἀντ.}

τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·

παρῄδων τ' ἐξ ἐμᾶν

ἐκρίμναθ', ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.

{Χο.} τάλαινα· πῶς ἔτλας φόνον

δι' ὀμμάτων ἰδεῖν σέθεν

ματρὸς ἐκπνεούσας;

{Ορ.} ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς {[στρ.}

φασγάνῳ κατηρξάμαν

ματέρος ἔσω δέρας μεθείς.

{Ηλ.} ἐγὼ δ' ἐπεγκέλευσά σοι

ξίφους τ' ἐφηψάμαν ἅμα.

{Χο.} δεινότατον παθέων ἔρεξας.

[1226]

{Ορ.} λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις {[ἀντ.}

<καὶ> καθάρμοσον σφαγάς.

φονέας ἔτικτες ἆρά σοι.

{Ηλ.} ἰδού, φίλᾳ τε κοὐ φίλᾳ

φάρεα τάδ' ἀμφιβάλλομεν.

{Χο.} τέρμα κακῶν μεγάλων δόμοισιν.

[1232]

{-} ἀλλ' οἵδε δόμων ὑπὲρ ἀκροτάτων

φαίνουσι τίνες-δαίμονες ἢ θεῶν

τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ'

ἥδε κέλευθος· τί ποτ' ἐς φανερὰν

ὄψιν βαίνουσι βροτοῖσιν;

{
ΔΙΟΣΚΟΥΡΟΙ}

[1238] Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε

καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,

Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.

δεινὸν δὲ ναὸς ἀρτίως πόντου σάλον

παύσαντ' ἀφίγμεθ' Ἄργος, ὡς ἐσείδομεν

σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.

δίκαια μέν νυν ἥδ' ἔχει, σὺ δ' οὐχὶ δρᾷς·

Φοῖβός τε, Φοῖβος-ἀλλ' ἄναξ γάρ ἐστ' ἐμός,

σιγῶ· σοφὸς δ' ὢν οὐκ ἔχρησέ σοι σοφά.

αἰνεῖν δ' ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ

πράσσειν ἃ Μοῖρα Ζεύς τ' ἔκρανε σοῦ πέρι.

Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,

σὺ δ' Ἄργος ἔκλιπ'· οὐ γὰρ ἔστι σοι πόλιν

τήνδ' ἐμβατεύειν, μητέρα κτείναντι σήν.

δειναὶ δὲ κῆρές <σ'> αἱ κυνώπιδες θεαὶ

τροχηλατήσουσ' ἐμμανῆ πλανώμενον.

ἐλθὼν δ' Ἀθήνας Παλλάδος σεμνὸν βρέτας

πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας

δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,

γοργῶφ' ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.

ἔστιν δ' Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ

ἕζοντ' ἐπὶ ψήφοισιν αἵματος πέρι,

Ἁλιρρόθιον ὅτ' ἔκταν' ὠμόφρων Ἄρης,

μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,

πόντου κρέοντος παῖδ', ἵν' εὐσεβεστάτη

ψῆφος βεβαία τ' ἐστὶν † ἔκ τε τοῦ † θεοῖς.

ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.

ἴσαι δέ σ' ἐκσῴζουσι μὴ θανεῖν δίκῃ

ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν

ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.

καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,

νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ' ἀεί.

δειναὶ μὲν οὖν θεαὶ τῷδ' ἄχει πεπληγμέναι

πάγον παρ' αὐτὸν χάσμα δύσονται χθονός,

σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·

σὲ δ' Ἀρκάδων χρὴ πόλιν ἐπ' Ἀλφειοῦ ῥοαῖς

οἰκεῖν Λυκαίου πλησίον σηκώματος·

ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.

σοὶ μὲν τάδ' εἶπον· τόνδε δ' Αἰγίσθου νέκυν

Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.

μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν

Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,

Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων

ἥκει λιποῦσ' Αἴγυπτον οὐδ' ἦλθεν Φρύγας·

Ζεὺς δ', ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,

εἴδωλον Ἑλένης ἐξέπεμψ' ἐς Ἴλιον.

Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ' ἔχων

[1285] Ἀχαιίδος γῆς οἴκαδ' ἐσπορευέτω,

καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω

Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·

σὺ δ' Ἰσθμίας γῆς αὐχέν' ἐμβαίνω ποδὶ

χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.

πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου

εὐδαιμονήσεις τῶνδ' ἀπαλλαχθεὶς πόνων.

[1291]

{Χο.} ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς

τὰς ὑμετέρας ἡμῖν πελάθειν;

{Δι.} θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.

{Ηλ.} κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;

{Δι.} καὶ σοί· Φοίβῳ τήνδ' ἀναθήσω

πρᾶξιν φονίαν.

{Χο.} πῶς ὄντε θεὼ τῆσδέ τ' ἀδελφὼ

τῆς καπφθιμένης

οὐκ ἠρκέσατον κῆρας μελάθροις;

{Δι.} μοῖρά τ' ἀνάγκης ἦγ' ᾗ τὸ χρεών,

Φοίβου τ' ἄσοφοι γλώσσης ἐνοπαί.

{Ηλ.} τίς δ' ἔμ' Ἀπόλλων, ποῖοι χρησμοὶ

φονίαν ἔδοσαν μητρὶ γενέσθαι;

{Δι.} κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,

μία δ' ἀμφοτέρους

ἄτη πατέρων διέκναισεν.

{Ορ.} ὦ σύγγονέ μοι, χρονίαν σ' ἐσιδὼν

τῶν σῶν εὐθὺς φίλτρων στέρομαι

καὶ σ' ἀπολείψω σοῦ λειπόμενος.

{Δι.} πόσις ἔστ' αὐτῇ καὶ δόμος· οὐχ ἥδ'

οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει

πόλιν Ἀργείων.

{Ηλ.} καὶ τίνες ἄλλαι στοναχαὶ μείζους

ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;

{Ορ.} ἀλλ' ἐγὼ οἴκων ἔξειμι πατρὸς

καὶ ἐπ' ἀλλοτρίαις ψήφοισι φόνον

μητρὸς ὑφέξω.

{Δι.} θάρσει· Παλλάδος

ὁσίαν ἥξεις πόλιν· ἀλλ' ἀνέχου.

{Ηλ.} περί μοι στέρνοις στέρνα πρόσαψον,

σύγγονε φίλτατε·

διὰ γὰρ ζευγνῦσ' ἡμᾶς πατρίων

μελάθρων μητρὸς φόνιοι κατάραι.

{Ορ.} βάλε, πρόσπτυξον σῶμα· θανόντος δ'

ὡς ἐπὶ τύμβῳ καταθρήνησον.

{Δι.} φεῦ φεῦ· δεινὸν τόδ' ἐγηρύσω

καὶ θεοῖσι κλύειν.

ἔνι γὰρ κἀμοὶ τοῖς τ' οὐρανίδαις

οἶκτοι θνητῶν πολυμόχθων.

{Ορ.} οὐκέτι σ' ὄψομαι.

{Ηλ.} οὐδ' ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.

{Ορ.} τάδε λοίσθιά μοι προσφθέγματά σου.

{Ηλ.} ὦ χαῖρε, πόλις·

χαίρετε δ' ὑμεῖς πολλά, πολίτιδες.

{Ορ.} ὦ πιστοτάτη, στείχεις ἤδη;

{Ηλ.} στείχω βλέφαρον τέγγουσ' ἁπαλόν.

[1340] {Ορ.} Πυλάδη, χαίρων ἴθι, νυμφεύου

δέμας Ἠλέκτρας.

[1341]

{Δι.} τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας

τάσδ' ὑποφεύγων στεῖχ' ἐπ' Ἀθηνῶν·

δεινὸν γὰρ ἴχνος βάλλουσ' ἐπὶ σοὶ

χειροδράκοντες χρῶτα κελαιναί,

δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·

νὼ δ' ἐπὶ πόντον Σικελὸν σπουδῇ

σῴσοντε νεῶν πρῴρας ἐνάλους.

διὰ δ' αἰθερίας στείχοντε πλακὸς

τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,

οἷσιν δ' ὅσιον καὶ τὸ δίκαιον

φίλον ἐν βιότῳ, τούτους χαλεπῶν

ἐκλύοντες μόχθων σῴζομεν.

οὕτως ἀδικεῖν μηδεὶς θελέτω

μηδ' ἐπιόρκων μέτα συμπλείτω·

θεὸς ὢν θνητοῖς ἀγορεύω.

{Χο.} χαίρετε· χαίρειν δ' ὅστις δύναται

καὶ ξυντυχίᾳ μή τινι κάμνει

θνητῶν, εὐδαίμονα πράσσει.