18 Μαρτίου 2009

Ἰλιὰς Θ

Ὁμήρου Ἰλιὰς Θ

(ed. D. B. Monro and T. W. Allen. Oxford, 1920)

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,

Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος

ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·

αὐτὸς δέ σφ᾽ ἀγόρευε, θεοὶ δ᾽ ὑπὸ πάντες ἄκουον·

κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 5

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην

πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ᾽ ἅμα πάντες

αἰνεῖτ᾽, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 10

ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι

πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·

ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα

τῆλε μάλ᾽, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,

ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 15

τόσσον ἔνερθ᾽ Ἀΐδεω ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης·

γνώσετ᾽ ἔπειθ᾽ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

εἰ δ᾽ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·

σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες

πάντές τ᾽ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· 20

ἀλλ᾽ οὐκ ἂν ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίον δὲ

Ζῆν᾽ ὕπατον μήστωρ᾽, οὐδ᾽ εἰ μάλα πολλὰ κάμοιτε.

ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ·

σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 25

δησαίμην, τὰ δέ κ᾽ αὖτε μετήορα πάντα γένοιτο.

τόσσον ἐγὼ περί τ᾽ εἰμὶ θεῶν περί τ᾽ εἴμ᾽ ἀνθρώπων.

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.

ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 30

ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων

εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·

ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.

ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ ὡς σὺ κελεύεις· 35

βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,

ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

τὴν δ᾽ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·

θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ

πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. 40

ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω

ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,

χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ᾽ ἱμάσθλην

χρυσείην εὔτυκτον, ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,

μάστιξεν δ᾽ ἐλάαν· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην 45

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.

Ἴδην δ᾽ ἵκανεν πολυπίδακα μητέρα θηρῶν

Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.

ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε

λύσας ἐξ ὀχέων, κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν. 50

αὐτὸς δ᾽ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων

εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.

οἳ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

ῥίμφα κατὰ κλισίας, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.

Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο 55

παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι

χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.

πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι, ἐκ δ᾽ ἔσσυτο λαός,

πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο 60

σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν

χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

ἔπληντ᾽ ἀλλήλῃσι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.

ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν

ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ᾽ αἵματι γαῖα. 65

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.

ἦμος δ᾽ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,

καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·

ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο 70

Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,

ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶν.

αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ

ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·

αὐτὸς δ᾽ ἐξ Ἴδης μεγάλ᾽ ἔκτυπε, δαιόμενον δὲ 75

ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες

θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.

ἔνθ᾽ οὔτ᾽ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ᾽ Ἀγαμέμνων,

οὔτε δύ᾽ Αἴαντες μενέτην θεράποντες Ἄρηος·

Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 80

οὔ τι ἑκών, ἀλλ᾽ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ

δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο

ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων

κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.

ἀλγήσας δ᾽ ἀνέπαλτο, βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ, 85

σὺν δ᾽ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.

ὄφρ᾽ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε

φασγάνῳ ἀΐσσων, τόφρ᾽ Ἕκτορος ὠκέες ἵπποι

ἦλθον ἀν᾽ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες

Ἕκτορα· καί νύ κεν ἔνθ᾽ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 90

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·

σμερδαλέον δ᾽ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·

διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ

πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;

μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· 95

ἀλλὰ μέν᾽ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.

ὣς ἔφατ᾽, οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,

ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.

Τυδεΐδης δ᾽ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,

στῆ δὲ πρόσθ᾽ ἵππων Νηληϊάδαο γέροντος, 100

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,

σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,

ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.

ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο

κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,

οὕς ποτ᾽ ἀπ᾽ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.

τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ

Τρωσὶν ἐφ᾽ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 110

εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην

ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.

τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· 115

Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,

μάστιξεν δ᾽ ἵππους· τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.

τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὃ δ᾽ ἡνίοχον θεράποντα

υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 120

ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.

Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 125

κεῖσθαι, ὃ δ᾽ ἡνίοχον μέθεπε θρασύν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν

Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ᾽ ἵππων

ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.

ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 130

καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·

βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,

κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε·

δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135

τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι·

Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,

δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·

Τυδεΐδη ἄγε δ᾽ αὖτε φόβον δ᾽ ἔχε μώνυχας ἵππους.

ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή; 140

νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ᾽ ἐθέλῃσι,

δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

οὐδὲ μάλ᾽ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· 145

ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων·

Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

ὥς ποτ᾽ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. 150

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.

εἴ περ γάρ σ᾽ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

ἀλλ᾽ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155

τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

αὖτις ἀν᾽ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· 160

Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

νῦν δέ σ᾽ ἀτιμήσουσι· γυναικὸς ἄρ᾽ ἀντὶ τέτυξο.

ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας 165

ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν

ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

τρὶς δ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 170

σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

γιγνώσκω δ᾽ ὅτι μοι πρόφρων κατένευσε Κρονίων 175

νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·

νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

ἀβλήχρ᾽ οὐδενόσωρα· τὰ δ᾽ οὐ μένος ἁμὸν ἐρύξει·

ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

ἀλλ᾽ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 180

μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,

ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε 185

νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

οἶνόν τ᾽ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 190

ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

αὐτὰρ ἀπ᾽ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 195

εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς

αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

ὣς ἔφατ᾽ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

σείσατο δ᾽ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· 200

ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές, οὐδέ νυ σοί περ

ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ ἀνάγουσι

πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

εἴ περ γάρ κ᾽ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, 205

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

αὐτοῦ κ᾽ ἔνθ᾽ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 210

ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

τῶν δ᾽ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε

πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων

εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 215

Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.

καί νύ κ᾽ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,

εἰ μὴ ἐπὶ φρεσὶ θῆκ᾽ Ἀγαμέμνονι πότνια Ἥρη

αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.

βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 220

πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,

στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,

ἥ ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,

ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο

ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος, τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας 225

εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·

ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·

αἰδὼς Ἀργεῖοι, κάκ᾽ ἐλέγχεα, εἶδος ἀγητοί·

πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

ἃς ὁπότ᾽ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 230

ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων

πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

Τρώων ἄνθ᾽ ἑκατόν τε διηκοσίων τε ἕκαστος

στήσεσθ᾽ ἐν πολέμῳ· νῦν δ᾽ οὐδ᾽ ἑνὸς ἄξιοί εἰμεν

Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 235

Ζεῦ πάτερ, ἦ ῥά τιν᾽ ἤδη ὑπερμενέων βασιλήων

τῇδ᾽ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;

οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν

νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,

ἀλλ᾽ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί᾽ ἔκηα 240

ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.

ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·

αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,

μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.

ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 245

νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ᾽ ἀπολέσθαι.

αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,

νεβρὸν ἔχοντ᾽ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·

πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,

ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 250

οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ ὅ τ᾽ ἄρ᾽ ἐκ Διὸς ἤλυθεν ὄρνις,

μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.

ἔνθ᾽ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων

εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους

τάφρου τ᾽ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 255

ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν

Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδ᾽ ἔτραπεν ἵππους·

τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·

ἤριπε δ᾽ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ. 260

τὸν δὲ μετ᾽ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,

τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,

τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος

Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,

τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· 265

Τεῦκρος δ᾽ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,

στῆ δ᾽ ἄρ᾽ ὑπ᾽ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.

ἔνθ᾽ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ᾽ ἥρως

παπτήνας, ἐπεὶ ἄρ τιν᾽ ὀϊστεύσας ἐν ὁμίλῳ

βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 270

αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν

εἰς Αἴανθ᾽· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.

ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;

Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ᾽ Ὀφελέστην

Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 275

καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,

πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·

στῆ δὲ παρ᾽ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· 280

Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν

βάλλ᾽ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι

πατρί τε σῷ Τελαμῶνι, ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,

καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·

τὸν καὶ τηλόθ᾽ ἐόντα ἐϋκλείης ἐπίβησον. 285

σοὶ δ᾽ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·

αἴ κέν μοι δώῃ Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀθήνη

Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,

πρώτῳ τοι μετ᾽ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,

ἢ τρίποδ᾽ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν 290

ἠὲ γυναῖχ᾽, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.

τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·

Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν

ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι

παύομαι, ἀλλ᾽ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ᾽ αὐτοὺς 295

ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.

ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,

πάντες δ᾽ ἐν χροῂ πῆχθεν ἀρηϊθόων αᾇζηῶν·

τοῦτον δ᾽ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.

ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 300

Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·

καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρθ᾽, ὃ δ᾽ ἀμύμονα Γοργυθίωνα

υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ᾇῷ,

τόν ῥ᾽ ἐξ Αᾇσύμηθεν ὀπυιομένη τέκε μήτηρ

καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. 305

μήκων δ᾽ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ᾽ ἐνὶ κήπῳ

καρπῷ βριθομένη νοτίῃσί τε εᾇαρινῇσιν,

ὣς ἑτέρωσ᾽ ἤμυσε κάρη πήληκι βαρυνθέν.

Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν

Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 310

ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·

ἀλλ᾽ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα

ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·

ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι

ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε. 315

Ἕκτορα δ᾽ αᾇνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·

τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,

Κεβριόνην δ᾽ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα

ἵππων ἡνί᾽ ἑλεῖν· ὃ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.

αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 320

σμερδαλέα ᾇάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,

βῆ δ᾽ ᾇθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.

ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,

θῆκε δ᾽ ἐπὶ νευρῇ· τὸν δ᾽ αὖ κορυθαίολος Ἕκτωρ

αὐερύοντα παρ᾽ ὦμον, ὅθι κληῂς ἀποέργει 325

αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,

τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,

ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,

στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.

Αἴας δ᾽ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 330

ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.

τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι

Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ

νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.

ἂψ δ᾽ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· 335

οἳ δ᾽ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·

Ἕκτωρ δ᾽ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.

ὡς δ᾽ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος

ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων

ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 340

ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,

αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,

οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 345

ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι

χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος·

Ἕκτωρ δ᾽ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους

Γοργοῦς ὄμματ᾽ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.

τοὺς δὲ ἰδοῦσ᾽ ἐλέησε θεὰ λευκώλενος Ἥρη, 350

αἶψα δ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ

ὀλλυμένων Δαναῶν κεκαδησόμεθ᾽ ὑστάτιόν περ;

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται

ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ᾽ ἀνεκτῶς 355

Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.

τὴν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

καὶ λίην οὗτός γε μένος θυμόν τ᾽ ὀλέσειε

χερσὶν ὑπ᾽ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·

ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 360

σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·

οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν

τειρόμενον σώεσκον ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.

ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς

τῷ ἐπαλεξήσουσαν ἀπ᾽ οὐρανόθεν προΐαλλεν. 365

εἰ γὰρ ἐγὼ τάδε ᾔδε᾽ ἐνὶ φρεσὶ πευκαλίμῃσιν

εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν

ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,

οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.

νῦν δ᾽ ἐμὲ μὲν στυγέει, Θέτιδος δ᾽ ἐξήνυσε βουλάς, 370

ἥ οἱ γούνατ᾽ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,

λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.

ἔσται μὰν ὅτ᾽ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.

ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,

ὄφρ᾽ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 375

τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι

ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ

γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,

ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ᾽ οἰωνοὺς

δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 380

ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.

ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους

Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·

αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο

πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει 385

ποικίλον, ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,

ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο

τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.

ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ᾽ ἔγχος

βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 390

ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.

Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους·

αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,

τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε

ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι. 395

τῇ ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.

Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ᾽ ἄρ᾽ αἰνῶς,

Ἶριν δ᾽ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·

βάσκ᾽ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδ᾽ ἔα ἄντην

ἔρχεσθ᾽· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 400

ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

γυιώσω μέν σφωϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,

αὐτὰς δ᾽ ἐκ δίφρου βαλέω κατά θ᾽ ἅρματα ἄξω·

οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

ἕλκε᾽ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· 405

ὄφρα ἰδῇ γλαυκῶπις ὅτ᾽ ἂν ᾧ πατρὶ μάχηται.

Ἥρῃ δ᾽ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·

αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.

ὣς ἔφατ᾽, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,

βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 410

πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο

ἀντομένη κατέρυκε, Διὸς δέ σφ᾽ ἔννεπε μῦθον·

πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;

οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.

ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 415

γυιώσειν μὲν σφῶϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,

αὐτὰς δ᾽ ἐκ δίφρου βαλέειν κατά θ᾽ ἅρματα ἄξειν·

οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς

ἕλκε᾽ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·

ὄφρα ἰδῇς γλαυκῶπι ὅτ᾽ ἂν σῷ πατρὶ μάχηαι. 420

Ἥρῃ δ᾽ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·

αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·

ἀλλὰ σύ γ᾽ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε

τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.

ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις, 425

αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ᾽ ἔγωγε

νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·

τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,

ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 430

Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.

ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·

τῇσιν δ᾽ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,

καὶ τοὺς μὲν κατέδησαν ἐπ᾽ ἀμβροσίῃσι κάπῃσιν,

ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· 435

αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον

μίγδ᾽ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.

Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους

Οὔλυμπον δὲ δίωκε, θεῶν δ᾽ ἐξίκετο θώκους.

τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 440

ἅρματα δ᾽ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·

αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς

ἕζετο, τῷ δ᾽ ὑπὸ ποσσὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος.

αἳ δ᾽ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο· 445

αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·

τίφθ᾽ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;

οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ

ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.

πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, 450

οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ.

σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα

πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.

ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·

οὐκ ἂν ἐφ᾽ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 455

ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν᾽ ἀθανάτων ἕδος ἐστίν.

ὣς ἔφαθ᾽, αἳ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·

πλησίαι αἵ γ᾽ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.

ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε

σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· 460

Ἥρῃ δ᾽ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·

αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·

ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,

οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 465

ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽, εἰ σὺ κελεύεις·

βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,

ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 470

ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη

ὀλλύντ᾽ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ

πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,

ἤματι τῷ ὅτ᾽ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 475

στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·

ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω

χωομένης, οὐδ᾽ εἴ κε τὰ νείατα πείραθ᾽ ἵκηαι

γαίης καὶ πόντοιο, ἵν᾽ Ἰάπετός τε Κρόνος τε

ἥμενοι οὔτ᾽ αὐγῇς Ὑπερίονος Ἠελίοιο 480

τέρποντ᾽ οὔτ᾽ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·

οὐδ᾽ ἢν ἔνθ᾽ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε

σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.

ὣς φάτο, τὸν δ᾽ οὔ τι προσέφη λευκώλενος Ἥρη.

ἐν δ᾽ ἔπεσ᾽ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 485

ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.

Τρωσὶν μέν ῥ᾽ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς

ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.

Τρώων αὖτ᾽ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ

νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 490

ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.

ἐξ ἵππων δ᾽ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον

τόν ῥ᾽ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ᾽ ἄρα χειρὶ

ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς

αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 495

τῷ ὅ γ᾽ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·

κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·

νῦν ἐφάμην νῆάς τ᾽ ὀλέσας καὶ πάντας Ἀχαιοὺς

ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·

ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 500

Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.

ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ

δόρπά τ᾽ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους

λύσαθ᾽ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ᾽ ἐδωδήν·

ἐκ πόλιος δ᾽ ἄξεσθε βόας καὶ ἴφια μῆλα 505

καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε

σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,

ὥς κεν παννύχιοι μέσφ᾽ ἠοῦς ἠριγενείης

καίωμεν πυρὰ πολλά, σέλας δ᾽ εἰς οὐρανὸν ἵκῃ,

μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 510

φεύγειν ὁρμήσωνται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.

μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,

ἀλλ᾽ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ

βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι

νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 515

Τρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.

κήρυκες δ᾽ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων

παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας

λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·

θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη 520

πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω

μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.

ὧδ᾽ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·

μῦθος δ᾽ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,

τὸν δ᾽ ἠοῦς Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω. 525

ἔλπομαι εὐχόμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν

ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,

οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.

ἀλλ᾽ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,

πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες 530

νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.

εἴσομαι εἴ κέ μ᾽ ὁ Τυδεΐδης κρατερὸς Διομήδης

πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν

χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.

αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ᾽ ἐμὸν ἔγχος 535

μείνῃ ἐπερχόμενον· ἀλλ᾽ ἐν πρώτοισιν ὀΐω

κείσεται οὐτηθείς, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι

ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς

εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,

τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων, 540

ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.

ὣς Ἕκτωρ ἀγόρευ᾽, ἐπὶ δὲ Τρῶες κελάδησαν.

οἳ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,

δῆσαν δ᾽ ἱμάντεσσι παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος·

ἐκ πόλιος δ᾽ ἄξοντο βόας καὶ ἴφια μῆλα 545

καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,

σῖτόν τ᾽ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.

κνίσην δ᾽ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. 549

οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας 553

εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.

ὡς δ᾽ ὅτ᾽ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην 555

φαίνετ᾽ ἀριπρεπέα, ὅτε τ᾽ ἔπλετο νήνεμος αἰθήρ·

ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι

καὶ νάπαι· οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,

πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·

τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 560

Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.

χίλι᾽ ἄρ᾽ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ

εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.

ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας

ἑσταότες παρ᾽ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. 565

17 Μαρτίου 2009

Η σπηλιά του Πλάτωνα

Δες με τη φαντασία σου ανθρώπους που κατοικούν μέσα σε μια σπηλιά κάτω από τη γη, που έχει την είσοδό της ψηλά στην οροφή, προς το φως. Και μέσα στη σπηλιά να είναι άνθρωποι αλυσοδεμένοι στα πόδια και στον αυχένα από την παιδική τους ηλικία, έτσι ώστε να είναι καρφωμένοι στο ίδιο σημείο και να μπορούν να βλέπουν μόνο μπροστά τους και να μην είναι σε θέση, εξαιτίας των δεσμών, να στρέφουν τα κεφάλια τους ολόγυρα. Κι οι ανταύγειες της φωτιάς που καίει πίσω τους να είναι πάνω και μακριά από αυτούς. Και ανάμεσα στη φωτιά και στους δεσμώτες, προς τα πάνω, να υπάρχει ένας δρόμος που στο πλάι του να είναι χτισμένο ένα τοιχάκι, όπως τα παραπετάσματα που τοποθετούν οι θαυματοποιοί, και πάνω απ' αυτά επιδεικνύουν τα ταχυδακτυλουργικά τους.

- Βλέπω, είπε.

Φαντάσου λοιπόν κοντά σε τούτο το τοιχάκι, ανθρώπους να μεταφέρουν αντικείμενα κάθε είδους, που προεξέχουν από το τοιχάκι, καθώς και ανδριάντες και κάποια άλλα αγάλματα ζώων, πέτρινα και ξύλινα και κατασκευασμένα με κάθε είδους υλικό, και, όπως είναι φυσικό, από αυτούς που τα μεταφέρουν άλλοι μιλούν και άλλοι μένουν σιωπηλοί.

- Παράδοξη εικόνα περιγράφεις, και παράδοξους δεσμώτες, είπε.

Μα είναι όμοιοι με μας, και πρώτα και κύρια, νομίζεις πως αυτοί έχουν δει κάτι άλλο από τους εαυτούς τους και τους υπόλοιπους που είναι μαζί, εκτός από τις σκιές που δημιουργεί η φωτιά, και των αντανακλάσεών της στους απέναντι τοίχους ;

- Μα πως είναι δυνατόν, είπε, αφού είναι αναγκασμένοι να κρατάνε ακίνητα τα κεφάλια τους εφ' όρου ζωής ;

Κι από αυτά που μεταφέρονται ; Δεν θα έχουν δει ακριβώς το ίδιο;

Τι άλλο;

Κι αν θα μπορούσαν να συνομιλούν μεταξύ τους, δεν νομίζεις πως σ' αυτά που βλέπουν θεωρούν πως αναφέρονται οι ονομασίες που δίνουν;

Αναγκαστικά.

Τι θα συνέβαινε, αν το δεσμωτήριο τους έστελνε αντίλαλο από τον απέναντι τοίχο, κάθε φορά που κάποιος από τους περαστικούς μιλούσε, νομίζεις πως θα θεωρούσαν πως αυτός που μιλάει είναι τίποτε άλλο από τη φευγαλέα σκιά;

- Μα το Δία, όχι βέβαια, είπε.

Και σε κάθε περίπτωση, αυτοί δεν θα θεωρούν τίποτα άλλο σαν αληθινό, παρά τις σκιές των αντικειμένων.

- Απόλυτα σίγουρο, είπε.

Σκέψου όμως, είπα εγώ, ποια θα μπορούσε να είναι η λύτρωσή τους και η θεραπεία τους και από τα δεσμά κι από την αφροσύνη, αν τους συνέβαιναν τα εξής : Αν κάθε φορά, δηλαδή, που θα λυνόταν κάποιος και θ' αναγκαζόταν ξαφνικά να σταθεί και να βαδίσει και να γυρίσει τον αυχένα του και να δει προς το φως, κι όλ' αυτά θα τα έκανε με μεγάλους πόνους και μέσα από τα λαμπυρίσματα δεν θα μπορούσε να διακρίνει εκείνα, που μέχρι τότε έβλεπε τις σκιές τους, τι νομίζεις πως θ' απαντούσε αυτός, αν κάποιος του έλεγε πως τότε έβλεπε φλυαρίες, ενώ τώρα είναι κάπως πιο κοντά και πως έχει στραφεί προς όντα πραγματικά και βλέπει με σωστότερο τρόπο, και αν του έδειχνε το καθένα από αυτά που περνούσαν, ρωτώντας τον τι είναι και αναγκάζοντάς τον ν' αποκριθεί, δεν νομίζεις πως αυτός θ' απορούσε και θα νόμιζε πως αυτά που έβλεπε τότε ήταν πιο αληθινά από τα τωρινά που του δείχνουν;

- Και πολύ μάλιστα, είπε.

Κι αν λοιπόν τον ανάγκαζε να βλέπει προς το ίδιο το φως, δεν θα πονούσαν τα μάτια του και δεν θα έφευγε για να ξαναγυρίσει σ' εκείνα που μπορεί να δει καλά, και δεν θα νόμιζε πως εκείνα στην πραγματικότητα είναι πιο ευκρινή από αυτά που του δείχνουν;

- Έτσι, είπε.

Και αν, τον τραβούσε κανείς με τη βία από εκεί, μέσα από ένα δρόμο κακοτράχαλο κι ανηφορικό, έξω στο φως του ήλιου, δεν θα υπέφερε τάχα και δεν θα αγανακτούσε όταν τον έπαιρναν, κι αφού θα έφτανε στο φως, δεν θα πλημμύριζαν τα μάτια του από τη λάμψη και δεν θα του ήταν αδύνατο να δει ακόμα κι ένα απ' αυτά που τώρα ονομάζονται αληθινά;

- Όχι βέβαια, δεν θα μπορούσε έτσι ξαφνικά, είπε.

Έχω την εντύπωση πως θα χρειαζόταν να συνηθίσει, αν σκοπεύει να δει τα πράγματα που είναι πάνω. Και στην αρχή θα μπορούσε πολύ εύκολα να διακρίνει καλά τις σκιές, και μετά απ' αυτό, πάνω στην επιφάνεια του νερού τα είδωλα των ανθρώπων και των άλλων πραγμάτων, και κατόπιν αυτά τα ίδια. Και μετά από αυτά, τ' αντικείμενα που είναι στον ουρανό και τον ίδιο τον ουρανό θα μπορούσε να δει ευκολότερα τη νύχτα, βλέποντας το φως των άστρων και της σελήνης, παρά στη διάρκεια της μέρας, τον ήλιο και το ηλιόφως.

- Πως όχι;

Τελευταίο θα μπορούσε νομίζω να δει τον ήλιο, όχι στην επιφάνεια του νερού ούτε σε κάποια διαφορετική θέση τα είδωλά του, αλλά θα μπορούσε να δει καλά τον ήλιο καθαυτό στο δικό του τόπο και να παρατηρήσει προσεκτικά τι είδους είναι.

- Κατ' ανάγκη, είπε.

Και μετά θα συλλογιζόταν τότε για κείνον, πως αυτός είναι που ρυθμίζει τις εποχές και τους χρόνους και που κανονίζει τα πάντα στον ορατό κόσμο, καθώς και ο αίτιος, κατά κάποιο τρόπο, όλων εκείνων που έβλεπαν αυτοί.

- Είναι φανερό, είπε, πως αυτά θα συμπεράνει ύστερα από τα προηγούμενα.

Τι λες λοιπόν; Όταν αναλογίζεται την πρώτη του κατοικία και την εκεί σοφία που είχε αυτός και οι τότε συνδεσμώτες του, δεν νομίζεις πως θα καλοτυχίζει τον εαυτό του για τούτη την αλλαγή και θα οικτίρει τους άλλους;

- Και πολύ μάλιστα.

Κι αν υπήρχαν μεταξύ τους τότε κάποιες τιμές και έπαινοι και βραβεία γι' αυτόν που θα μπορούσε να διακρίνει πιο καθαρά αυτά που περνούσαν μπροστά από τα μάτια του και γι' αυτόν που θα μπορούσε να θυμηθεί περισσότερο ποια συνήθως περνούσαν πρώτα, ποια μετά και ποια ταυτόχρονα, και έτσι θα μπορεί να προβλέπει τι θα έρθει στο μέλλον, νομίζεις πως αυτός θα κατεχόταν από σφοδρή επιθυμία και θα ζήλευε τους τιμημένους από κείνους και τους μεταξύ εκείνων κυρίαρχους ή θα είχε πάθει αυτό που λέει ο Όμηρος, και πολύ θα επιθυμούσε "να ήταν ζωντανός στη γη κι ας δούλευε για άλλον, που είναι ο φτωχότερος" και θα προτιμούσε να έχει πάθει τα πάντα, παρά να νομίζει εκείνα που νόμιζε και να ζει έτσι εκεί;

- Έτσι νομίζω τουλάχιστον, είπε, πως θα προτιμούσε να πάθει οτιδήποτε παρά να ζει έτσι.

Και τώρα βάλε στο μυαλό σου το εξής, είπα εγώ. Αν κατέβει αυτός πάλι και καθίσει στον ίδιο θρόνο, δεν θα ξαναγεμίσουν τάχα τα μάτια του σκοτάδι, αφού ήρθε ξαφνικά από τον ήλιο;

- Και πολύ μάλιστα, είπε.

Αν χρειαζόταν ν' ανταγωνιστεί με κείνους τους παντοτινούς δεσμώτες, λέγοντας την άποψή του σχετικά με τις σκιές, καθόσον χρόνο η όρασή του είναι αμβλεία, πριν προσαρμοστούν τα μάτια του, και για να συνηθίσουν δεν θα χρειαζόταν και τόσο μικρός χρόνος, άραγε δεν θα προκαλούσε περιπαιχτικά γέλια και δεν θα έλεγαν γι' αυτόν πως με το ν' ανεβεί επάνω, γύρισε με καταστραμμένα τα μάτια του και πως δεν αξίζει ούτε να προσπαθήσουν καν να πάνε επάνω; Και αυτόν που θα επιχειρήσει να τους λύσει και να τους ανεβάσει, αν τους δινόταν κάπως η ευκαιρία να τον πιάσουν και να τον σκοτώσουν, δεν θα τον σκότωναν;



Πλάτωνας, Πολιτεία, Βιβλίο Έβδομο

15 Μαρτίου 2009

Ὀδύσσεια Ε

Ὁμήρου Ὀδύσσεια
Ραψωδία ε'


Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ᾽ ἄρα τοῖσι
Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος 5
μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
"Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι· 10
ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
ἀλλ᾽ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· 15
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
οἴκαδε νισόμενον· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν." 20
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
"τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ, 25
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
μνηστῆρες δ᾽ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται."
ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
"Ἑρμεία, σὺ γὰρ αὖτε τά τ᾽ ἄλλα περ ἄγγελός ἐσσι,
νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν, 30
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
ἀλλ᾽ ὅ γ᾽ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
ἤματί κ᾽ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, 35
οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
πέμψουσιν δ᾽ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν. 40
ὣς γάρ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν."
ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν 45
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
εἵλετο δὲ ῥάβδον, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει,
ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
Πιερίην δ᾽ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ· 50
σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ᾽ ἐοῦσαν, 55
ἔνθ᾽ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
ναῖεν ἐυπλόκαμος· τὴν δ᾽ ἔνδοθι τέτμεν ἐοῦσαν.
πῦρ μὲν ἐπ᾽ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ᾽ ὀδμὴ
κέδρου τ᾽ εὐκεάτοιο θύου τ᾽ ἀνὰ νῆσον ὀδώδει 60
δαιομένων· ἡ δ᾽ ἔνδον ἀοιδιάουσ᾽ ὀπὶ καλῇ
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ᾽ ὕφαινεν.
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
κλήθρη τ᾽ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
ἔνθα δέ τ᾽ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, 65
σκῶπές τ᾽ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
ἡ δ᾽ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, 70
πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
θήλεον. ἔνθα κ᾽ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. 75
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
αὐτίκ᾽ ἄρ᾽ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
οὐ γάρ τ᾽ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
ἀθάνατοι, οὐδ᾽ εἴ τις ἀπόπροθι δώματα ναίει. 80
οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
ἀλλ᾽ ὅ γ᾽ ἐπ᾽ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
Ἑρμείαν δ᾽ ἐρέεινε Καλυψώ, δῖα θεάων, 85
ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
"τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. 90
ἀλλ᾽ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω."
ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, 95
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
"εἰρωτᾷς μ᾽ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα·
τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ 100
ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
ἀλλὰ μάλ᾽ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι.
φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, 105
τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
οἴκαδ᾽· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
ἥ σφιν ἐπῶρσ᾽ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, 110
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
τὸν νῦν σ᾽ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
οὐ γάρ οἱ τῇδ᾽ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
ἀλλ᾽ ἔτι οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν." 115
ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
"σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
οἵ τε θεαῖς ἀγάασθε παρ᾽ ἀνδράσιν εὐνάζεσθαι
ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ᾽ ἀκοίτην. 120
ὣς μὲν ὅτ᾽ Ὠρίων᾽ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
ὣς δ᾽ ὁπότ᾽ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ, 125
ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος
Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
ὥς δ᾽ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα 130
οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον 135
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
ἀλλ᾽ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι,
ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
πόντον ἐπ᾽ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε· 140
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδ᾽ ἐπικεύσω,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται."
τὴν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 145
"οὕτω νῦν ἀπόπεμπε, Διὸς δ᾽ ἐποπίζεο μῆνιν,
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ."
ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·
ἡ δ᾽ ἐπ᾽ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
ἤι᾽, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. 150
τὸν δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτ᾽ ὄσσε
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
ἀλλ᾽ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
ἐν σπέσσι γλαφυροῖσι παρ᾽ οὐκ ἐθέλων ἐθελούσῃ· 155
ἤματα δ᾽ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχοῦ δ᾽ ἱσταμένη προσεφώνεε δῖα θεάων·
"κάμμορε, μή μοι ἔτ᾽ ἐνθάδ᾽ ὀδύρεο, μηδέ τοι αἰὼν 160
φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ᾽ ἀποπέμψω.
ἀλλ᾽ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπ᾽ αὐτῆς
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ᾽ ἠεροειδέα πόντον.
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν 165
ἐνθήσω μενοεικέ᾽, ἅ κέν τοι λιμὸν ἐρύκοι,
εἵματά τ᾽ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,
ὥς κε μάλ᾽ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
αἴ κε θεοί γ᾽ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε." 170
ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
"ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
δεινόν τ᾽ ἀργαλέον τε· τὸ δ᾽ οὐδ᾽ ἐπὶ νῆες ἐῖσαι 175
ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
οὐδ᾽ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο."
ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, 180
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
"ἦ δὴ ἀλιτρός γ᾽ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 185
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ᾽ ἂν ἐμοί περ
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ 190
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ᾽ ἐλεήμων."
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο δῖα θεάων
καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
καί ῥ᾽ ὁ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη 195
Ἑρμείας, νύμφη δ᾽ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·
αὐτὴ δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
τῇ δὲ παρ᾽ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 200
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·
"διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης. 205
εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
κήδε᾽ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἐνθάδε κ᾽ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
ἀθάνατός τ᾽ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
σὴν ἄλοχον, τῆς τ᾽ αἰὲν ἐέλδεαι ἤματα πάντα. 210
οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν."
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς 215
πάντα μάλ᾽, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
εἶδος ἀκιδνοτέρη μέγεθός τ᾽ εἰσάντα ἰδέσθαι·
ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ᾽ ἀθάνατος καὶ ἀγήρως.
ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. 220
εἰ δ᾽ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω."
ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· 225
ἐλθόντες δ᾽ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
τερπέσθην φιλότητι, παρ᾽ ἀλλήλοισι μένοντες.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς,
αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, 230
λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐφύπερθε καλύπτρην.
καὶ τότ᾽ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ 235
στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
δῶκε δ᾽ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δ᾽ ὁδοῖο
νήσου ἐπ᾽ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ᾽ αἴγειρός τ᾽, ἐλάτη τ᾽ ἦν οὐρανομήκης,
αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. 240
αὐτὰρ ἐπεὶ δὴ δεῖξ᾽, ὅθι δένδρεα μακρὰ πεφύκει,
ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ᾔνυτο ἔργον.
εἴκοσι δ᾽ ἔκβαλε πάντα, πελέκκησεν δ᾽ ἄρα χαλκῷ,
ξέσσε δ᾽ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. 245
τόφρα δ᾽ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
τέτρηνεν δ᾽ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
γόμφοισιν δ᾽ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
ὅσσον τίς τ᾽ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, 250
τόσσον ἔπ᾽ εὐρεῖαν σχεδίην ποιήσατ᾽ Ὀδυσσεύς.
ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
ἐν δ᾽ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
πρὸς δ᾽ ἄρα πηδάλιον ποιήσατο, ὄφρ᾽ ἰθύνοι. 255
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
κύματος εἶλαρ ἔμεν· πολλὴν δ᾽ ἐπεχεύατο ὕλην.
τόφρα δὲ φάρε᾽ ἔνεικε Καλυψώ, δῖα θεάων,
ἱστία ποιήσασθαι· ὁ δ᾽ εὖ τεχνήσατο καὶ τά.
ἐν δ᾽ ὑπέρας τε κάλους τε πόδας τ᾽ ἐνέδησεν ἐν αὐτῇ, 260
μοχλοῖσιν δ᾽ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
τῷ δ᾽ ἄρα πέμπτῳ πέμπ᾽ ἀπὸ νήσου δῖα Καλυψώ,
εἵματά τ᾽ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο 265
τὸν ἕτερον, ἕτερον δ᾽ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ᾽ οὔρῳ πέτασ᾽ ἱστία δῖος Ὀδυσσεύς.
αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως 270
ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
Πληιάδας τ᾽ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Ἄρκτον θ᾽, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο· 275
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
ποντοπορευέμεναι ἐπ᾽ ἀριστερὰ χειρὸς ἔχοντα.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
γαίης Φαιήκων, ὅθι τ᾽ ἄγχιστον πέλεν αὐτῷ· 280
εἴσατο δ᾽ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ
πόντον ἐπιπλώων. ὁ δ᾽ ἐχώσατο κηρόθι μᾶλλον,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· 285
"ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
ἀμφ᾽ Ὀδυσῆι ἐμεῖο μετ᾽ Αἰθιόπεσσιν ἐόντος,
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
ἀλλ᾽ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος." 290
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
χερσὶ τρίαιναν ἑλών· πάσας δ᾽ ὀρόθυνεν ἀέλλας
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
σὺν δ᾽ Εὖρός τε Νότος τ᾽ ἔπεσον Ζέφυρός τε δυσαὴς 295
καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
"ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, 300
ἥ μ᾽ ἔφατ᾽ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἄλγε᾽ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ᾽ ἄελλαι
παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. 305
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. 310
τῷ κ᾽ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι."
ὣς ἄρα μιν εἰπόντ᾽ ἔλασεν μέγα κῦμα κατ᾽ ἄκρης
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
τῆλε δ᾽ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ 315
ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
τὸν δ᾽ ἄρ᾽ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ᾽ ἐδυνάσθη
αἶψα μάλ᾽ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· 320
εἵματα γάρ ῥ᾽ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
ὀψὲ δὲ δή ῥ᾽ ἀνέδυ, στόματος δ᾽ ἐξέπτυσεν ἅλμην
πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ἀλλ᾽ οὐδ᾽ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ᾽ αὐτῆς, 325
ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
τὴν δ᾽ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· 330
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
ἄλλοτε δ᾽ αὖτ᾽ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
νῦν δ᾽ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. 335
ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐλέησεν ἀλώμενον, ἄλγε᾽ ἔχοντα,
αἰθυίῃ δ᾽ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
ἷζε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
"κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
ὠδύσατ᾽ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; 340
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
εἵματα ταῦτ᾽ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
κάλλιπ᾽, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
γαίης Φαιήκων, ὅθι τοι μοῖρ᾽ ἐστὶν ἀλύξαι. 345
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδ᾽ ἀπολέσθαι.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
πολλὸν ἀπ᾽ ἠπείρου, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι." 350
ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
αὐτὴ δ᾽ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 355
"ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
ἀλλὰ μάλ᾽ οὔ πω πείσομ᾽, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· 360
ὄφρ᾽ ἂν μέν κεν δούρατ᾽ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
τόφρ᾽ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
νήξομ᾽, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον."
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὦρσε δ᾽ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ᾽ ἀργαλέον τε, κατηρεφές, ἤλασε δ᾽ αὐτόν.
ὡς δ᾽ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασ᾽ ἄλλυδις ἄλλῃ·
ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽. αὐτὰρ Ὀδυσσεὺς 370
ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε, κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
εἵματα δ᾽ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, 375
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
"οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος."
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, 380
ἵκετο δ᾽ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.
αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
παύσασθαι δ᾽ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ᾽ ἔαξεν, 385
ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα κύματι πηγῷ
πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς, 390
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη· ὁ δ᾽ ἄρα σχεδὸν εἴσιδε γαῖαν
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων, 395
δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
ἀσπάσιον δ᾽ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, 400
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ·
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε· 405
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
"ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
ἔκβασις οὔ πῃ φαίνεθ᾽ ἁλὸς πολιοῖο θύραζε· 410
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
βέβρυχεν ῥόθιον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη,
ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
μή πώς μ᾽ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ 415
κῦμα μέγ᾽ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
εἰ δέ κ᾽ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
δείδω μή μ᾽ ἐξαῦτις ἀναρπάξασα θύελλα
πόντον ἐπ᾽ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, 420
ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος."
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ᾽ ἀκτήν. 425
ἔνθα κ᾽ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ᾽ ὀστέ᾽ ἀράχθη,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις 430
πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν. 435
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ᾽ Ὀδυσσεύς,
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
κύματος ἐξαναδύς, τά τ᾽ ἐρεύγεται ἤπειρόνδε,
νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. 440
ἀλλ᾽ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
"κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σ᾽ ἱκάνω, 445
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
αἰδοῖος μέν τ᾽ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
σόν τε ῥόον σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας.
ἀλλ᾽ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι." 450
ὣς φάθ᾽, ὁ δ᾽ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ᾽ ἐσάωσεν
ἐς ποταμοῦ προχοάς. ὁ δ᾽ ἄρ᾽ ἄμφω γούνατ᾽ ἔκαμψε
χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ 455
ἂν στόμα τε ῥῖνάς θ᾽· ὁ δ᾽ ἄρ᾽ ἄπνευστος καὶ ἄναυδος
κεῖτ᾽ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, 460
ἂψ δ᾽ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ᾽ ἄρ᾽ Ἰνὼ
δέξατο χερσὶ φίλῃσιν· ὁ δ᾽ ἐκ ποταμοῖο λιασθεὶς
σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
"ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; 465
εἰ μέν κ᾽ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
μή μ᾽ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
αὔρη δ᾽ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην 470
θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι."
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
βῆ ῥ᾽ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν 475
ἐν περιφαινομένῳ· δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους,
ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης.
τοὺς μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
οὔτε ποτ᾽ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
οὔτ᾽ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ 480
ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπ᾽ Ὀδυσσεὺς
δύσετ᾽. ἄφαρ δ᾽ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
ὅσσον τ᾽ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. 485
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
ἐν δ᾽ ἄρα μέσσῃ λέκτο, χύσιν δ᾽ ἐπεχεύατο φύλλων.
ὡς δ᾽ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
ἀγροῦ ἐπ᾽ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, 490
ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
ὕπνον ἐπ᾽ ὄμμασι χεῦ᾽, ἵνα μιν παύσειε τάχιστα
δυσπονέος καμάτοιο φίλα βλέφαρ᾽ ἀμφικαλύψας.