Εὐριπίδης
Βάκχαι
(ed. Gilbert Murray, Oxford. 1913)
Διόνυσος
ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
Διόνυσος, ὃν τίκτει ποθ᾽ ἡ Κάδμου κόρη
Σεμέλη λοχευθεῖσ᾽ ἀστραπηφόρῳ πυρί·
μορφὴν δ᾽ ἀμείψας ἐκ θεοῦ βροτησίαν
πάρειμι Δίρκης νάματ᾽ Ἰσμηνοῦ θ᾽ ὕδωρ. 5
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
τόδ᾽ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
ἀθάνατον Ἥρας μητέρ᾽ εἰς ἐμὴν ὕβριν.
αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε 10
τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
πέριξ ἐγὼ ᾽κάλυψα βοτρυώδει χλόῃ.
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
Φρυγῶν τε, Περσῶν θ᾽ ἡλιοβλήτους πλάκας
Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα 15
Μήδων ἐπελθὼν Ἀραβίαν τ᾽ εὐδαίμονα
Ἀσίαν τε πᾶσαν, ἣ παρ᾽ ἁλμυρὰν ἅλα
κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ᾽ ὁμοῦ
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, 20
τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
τελετάς, ἵν᾽ εἴην ἐμφανὴς δαίμων βροτοῖς.
πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
ἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸς
θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· 25
ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
ἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
Κάδμου σοφίσμαθ᾽, ὧν νιν οὕνεκα κτανεῖν 30
Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο.
τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼ
μανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν·
σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν,
καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι 35
γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
χλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, 40
Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερ
φανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί.
Διόνυσος
Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄπο 45
ὠθεῖ μ᾽, ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει.
ὧν οὕνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
πᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα,
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις 50
ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
ὧν οὕνεκ᾽ εἶδος θνητὸν ἀλλάξας ἔχω
μορφήν τ᾽ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
ἀλλ᾽, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, 55
θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
αἴρεσθε τἀπιχώρι᾽ ἐν πόλει Φρυγῶν
τύμπανα, ῾Ρέας τε μητρὸς ἐμά θ᾽ εὑρήματα,
βασίλειά τ᾽ ἀμφὶ δώματ᾽ ἐλθοῦσαι τάδε 60
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
ἐλθὼν ἵν᾽ εἰσί, συμμετασχήσω χορῶν.
Χορός
Ἀσίας ἀπὸ γᾶς
ἱερὸν Τμῶλον ἀμείψασα θοάζω 65
Βρομίῳ πόνον ἡδὺν
κάματόν τ᾽ εὐκάματον, Βάκ-
χιον εὐαζομένα.
τίς ὁδῷ τίς ὁδῷ; τίς;
μελάθροις ἔκτοπος ἔστω, στόμα τ᾽ εὔφη-
μον ἅπας ἐξοσιούσθω· 70
τὰ νομισθέντα γὰρ αᾇεὶ
Διόνυσον ὑμνήσω.
ὦ
μάκαρ, ὅστις εὐδαίμων 73b
τελετὰς θεῶν εἰδὼς
βιοτὰν ἁγιστεύει καὶ 74b
θιασεύεται ψυχὰν 75
ἐν ὄρεσσι βακχεύων
ὁσίοις καθαρμοῖσιν,
τά τε ματρὸς μεγάλας ὄρ-
για Κυβέλας θεμιτεύων,
ἀνὰ θύρσον τε τινάσσων, 80
κισσῷ τε στεφανωθεὶς
Διόνυσον θεραπεύει.
ἴτε βάκχαι, ἴτε βάκχαι,
Βρόμιον παῖδα θεὸν θεοῦ
Διόνυσον κατάγουσαι 85
Φρυγίων ἐξ ὀρέων Ἑλ-
λάδος εἰς εὐρυχόρους ἀ-
γυιάς, τὸν Βρόμιον· 87b
ὅν
ποτ᾽ ἔχουσ᾽ ἐν ὠδίνων 88b
λοχίαις ἀνάγκαισι
πταμένας Διὸς βροντᾶς νη- 90
δύος ἔκβολον μάτηρ
ἔτεκεν, λιποῦσ᾽ αᾇῶ-
να κεραυνίῳ πληγᾷ·
λοχίοις δ᾽ αὐτίκα νιν δέ-
ξατο θαλάμαις Κρονίδας Ζεύς, 95
κατὰ μηρῷ δὲ καλύψας
χρυσέαισιν συνερείδει
περόναις κρυπτὸν ἀφ᾽ Ἥρας.
ἔτεκεν δ᾽, ἁνίκα Μοῖραι
τέλεσαν, ταυρόκερων θεὸν 100
στεφάνωσέν τε δρακόντων
στεφάνοις, ἔνθεν ἄγραν θη-
ροτρόφον μαινάδες ἀμφι-
βάλλονται πλοκάμοις.
ὦ Σεμέλας τροφοὶ Θῆ- 105
βαι, στεφανοῦσθε κισσῷ·
βρύετε βρύετε χλοήρει
μίλακι καλλικάρπῳ
καὶ καταβακχιοῦσθε δρυὸς
ἢ ἐλάτας κλάδοισι, 110
στικτῶν τ᾽ ἐνδυτὰ νεβρίδων
στέφετε λευκοτρίχων πλοκάμων
μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
ὁσιοῦσθ᾽· αὐτίκα γᾶ πᾶσα χορεύσει--
Βρόμιος ὅστις ἄγῃ θιάσους-- 115
εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
θηλυγενὴς ὄχλος
ἀφ᾽ ἱστῶν παρὰ κερκίδων τ᾽
οἰστρηθεὶς Διονύσῳ.
ὦ θαλάμευμα Κουρή- 120
των ζάθεοί τε Κρήτας
Διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα τόδε
μοι Κορύβαντες ηὗρον· 125
βακχείᾳ δ᾽ ἀνὰ συντόνῳ
κέρασαν ἁδυβόᾳ Φρυγίων
αὐλῶν πνεύματι ματρός τε ῾Ρέας ἐς
χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·
παρὰ δὲ μαινόμενοι Σάτυροι 130
ματέρος ἐξανύσαντο θεᾶς,
ἐς δὲ χορεύματα
συνῆψαν τριετηρίδων,
αἷς χαίρει Διόνυσος.
ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- 135
ων πέσῃ πεδόσε, νε-
βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων 138
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-
νος ἐς ὄρεα Φρύγια, Λύδι᾽, ὁ δ᾽ ἔξαρχος Βρόμιος, 140
εὐοἷ.
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ᾽ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
νέκταρι.
Συρίας δ᾽ ὡς λιβάνου κα-
πνὸν ὁ Βακχεὺς ἀνέχων 145
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀίσσει
δρόμῳ καὶ χοροῖσιν
πλανάτας ἐρεθίζων
ἰαχαῖς τ᾽ ἀναπάλλων,
τρυφερόν <τε> πλόκαμον εἰς αἰθέρα ῥίπτων. 150
ἅμα δ᾽ εὐάσμασι τοιάδ᾽ ἐπιβρέμει·
Ὦ ἴτε βάκχαι,
[ὦ] ἴτε βάκχαι,
Τμώλου χρυσορόου χλιδᾷ
μέλπετε τὸν Διόνυσον 155
βαρυβρόμων ὑπὸ τυμπάνων, 157
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
λωτὸς ὅταν εὐκέλαδος 160
ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα 164
φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- 165
να δ᾽ ἄρα, πῶλος ὅπως ἅμα ματέρι
φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα. 169
Τειρεσίας
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, 170
Ἀγήνορος παῖδ᾽, ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσ᾽ ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν· οἶδε δ᾽ αὐτὸς ὧν ἥκω πέρι
ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, 175
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
Κάδμος
ὦ φίλταθ᾽, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
σοφὴν σοφοῦ παρ᾽ ἀνδρός, ἐν δόμοισιν ὤν·
ἥκω δ᾽ ἕτοιμος τήνδ᾽ ἔχων σκευὴν θεοῦ· 180
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]
ὅσον καθ᾽ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι 185
γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμ᾽ ἂν οὔτε νύκτ᾽ οὔθ᾽ ἡμέραν
θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθ᾽ ἡδέως
γέροντες ὄντες.
Τειρεσίας
ταὔτ᾽ ἐμοὶ πάσχεις ἄρα·
κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. 190
Κάδμος
οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσίας
ἀλλ᾽ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κάδμος
γέρων γέροντα παιδαγωγήσω σ᾽ ἐγώ.
Τειρεσίας
ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Κάδμος
μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; 195
Τειρεσίας
μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ᾽ ἄλλοι κακῶς.
Κάδμος
μακρὸν τὸ μέλλειν· ἀλλ᾽ ἐμῆς ἔχου χερός.
Τειρεσίας
ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Κάδμος
οὐ καταφρονῶ ᾽γὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσίας
οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. 200
πατρίους παραδοχάς, ἅς θ᾽ ὁμήλικας χρόνῳ
κεκτήμεθ᾽, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ᾽ εἰ δι᾽ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; 205
οὐ γὰρ διῄρηχ᾽ ὁ θεός, οὔτε τὸν νέον
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
ἀλλ᾽ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, διαριθμῶν δ᾽ οὐδέν᾽ αὔξεσθαι θέλει.
Κάδμος
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ᾽ οὐχ ὁρᾷς, 210
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται· τί ποτ᾽ ἐρεῖ νεώτερον;
Πενθεύς
ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός, 215
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· 220
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου. 225
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
ὅσαι δ᾽ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
[Ἰνώ τ᾽ Ἀγαύην θ᾽, ἥ μ᾽ ἔτικτ᾽ Ἐχίονι,
Ἀκταίονός τε μητέρ᾽, Αὐτονόην λέγω.] 230
καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.
λέγουσι δ᾽ ὥς τις εἰσελήλυθε ξένος,
γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, 235
οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ᾽ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε 240
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῷ ποτ᾽ ἐρράφθαι Διός,
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο. 245
ταῦτ᾽ οὐχὶ δεινῆς ἀγχόνης ἔστ᾽ ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα, τὸν τερασκόπον
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
πατέρα τε μητρὸς τῆς ἐμῆς--πολὺν γέλων-- 250
νάρθηκι βακχεύοντ᾽· ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ;
σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία· τόνδ᾽ αὖ θέλεις 255
τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ᾽ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ 260
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χορός
τῆς δυσσεβείας. ὦ ξέν᾽, οὐκ αἰδῇ θεοὺς
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
Ἐχίονος δ᾽ ὢν παῖς καταισχύνεις γένος; 265
Τειρεσίας
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν·
σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες.
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ 270
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ᾽ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι· Δημήτηρ θεά-- 275
γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ᾽ ἦλθ᾽ ἔπειτ᾽, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ᾽ ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς 280
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ᾽ ἡμέραν κακῶν
δίδωσιν, οὐδ᾽ ἔστ᾽ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθ᾽ ἀνθρώπους ἔχειν. 285
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σ᾽ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ᾽ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ᾽ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελ᾽ ἐκβαλεῖν ἀπ᾽ οὐρανοῦ· 290
Ζεὺς δ᾽ ἀντεμηχανήσαθ᾽ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν᾽ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδ᾽ ὅμηρον ἐκδιδούς,
*
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, 295
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ᾽ ὡμήρευσε, συνθέντες λόγον.
Τειρεσίας
μάντις δ᾽ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ᾽ ἔλθῃ πολύς, 300
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
μανία δὲ καὶ τοῦτ᾽ ἐστὶ Διονύσου πάρα. 305
ἔτ᾽ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τ᾽ ἀν᾽ Ἑλλάδα. ἀλλ᾽ ἐμοί, Πενθεῦ, πιθοῦ·
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, 310
μηδ᾽, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι· τὸν θεὸν δ᾽ ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ᾽ ἐν τῇ φύσει 315
[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί]
τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
πολλοί, τὸ Πενθέως δ᾽ ὄνομα μεγαλύνῃ πόλις· 320
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
κισσῷ τ᾽ ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ᾽ ὅμως χορευτέον,
κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. 325
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ᾽ ἄνευ τούτων νοσεῖς.
Χορός
ὦ πρέσβυ, Φοῖβόν τ᾽ οὐ καταισχύνεις λόγοις,
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Κάδμος
ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. 330
οἴκει μεθ᾽ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
ὡς ἔστι, Σεμέλη θ᾽ ἵνα δοκῇ θεὸν τεκεῖν, 335
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον᾽ ἐν κυναγίαις
Ἀρτέμιδος εἶναι κομπάσαντ᾽, ἐν ὀργάσιν. 340
ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
κισσῷ· μεθ᾽ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ᾽ ἰών,
μηδ᾽ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
τῆς σῆς <δ᾽> ἀνοίας τόνδε τὸν διδάσκαλον 345
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
ἐλθὼν δὲ θάκους τοῦδ᾽ ἵν᾽ οἰωνοσκοπεῖ
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
καὶ στέμματ᾽ ἀνέμοις καὶ θυέλλαισιν μέθες. 350
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
οἳ δ᾽ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
κἄνπερ λάβητε, δέσμιον πορεύσατε 355
δεῦρ᾽ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
ὦ σχέτλι᾽, ὡς οὐκ οἶσθα ποῦ ποτ᾽ εἶ λόγων.
μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα 360
ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
δρᾶν. ἀλλ᾽ ἕπου μοι κισσίνου βάκτρου μέτα,
πειρῶ δ᾽ ἀνορθοῦν σῶμ᾽ ἐμόν, κἀγὼ τὸ σόν·
γέροντε δ᾽ αἰσχρὸν δύο πεσεῖν· ἴτω δ᾽ ὅμως, 365
τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
Πενθεὺς δ᾽ ὅπως μὴ πένθος εἰσοίσει δόμοις
τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,
τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
Χορός
Ὁσία πότνα θεῶν, 370
Ὁσία δ᾽ ἃ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
ὕβριν ἐς τὸν Βρόμιον, τὸν 375
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδ᾽ ἔχει,
θιασεύειν τε χοροῖς
μετά τ᾽ αὐλοῦ γελάσαι 380
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δ᾽ ἐν θαλίαις ἀν-
δράσι κρατὴρ ὕπνον ἀμ- 385
φιβάλλῃ. 385b
ἀχαλίνων στομάτων
ἀνόμου τ᾽ ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν 390
ἀσάλευτόν τε μένει καὶ
συνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
τὸ σοφὸν δ᾽ οὐ σοφία 395
τό τε μὴ θνητὰ φρονεῖν.
βραχὺς αἰών· ἐπὶ τούτῳ
δέ τις ἂν μεγάλα διώκων
τὰ παρόντ᾽ οὐχὶ φέροι. μαι-
νομένων οἵδε τρόποι καὶ 400
κακοβούλων παρ᾽ ἔμοι-
γε φωτῶν. 401b
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵν᾽ οἱ θελξίφρονες νέμον-
ται θνατοῖσιν Ἔρωτες, 405
Πάφον θ᾽ ἃν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ δ᾽ ἁ καλλιστευομένα
Πιερία μούσειος ἕδρα, 410
σεμνὰ κλιτὺς Ὀλύμπου,
ἐκεῖσ᾽ ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχ᾽ εὔιε δαῖμον.
ἐκεῖ Χάριτες,
ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- 415
χαις θέμις ὀργιάζειν.
ὁ δαίμων ὁ Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δ᾽ ὀλβοδότειραν Εᾇ-
ρήναν, κουροτρόφον θεάν. 420
ἴσαν δ᾽ ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκ᾽ ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δ᾽ ᾧ μὴ ταῦτα μέλει,
κατὰ φάος νύκτας τε φίλας 425
εὐαίωνα διαζῆν,
σοφὰν δ᾽ ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
τὸ πλῆθος ὅ τι 430
τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδ᾽ ἂν δεχοίμαν.
Θεράπων
Πενθεῦ, πάρεσμεν τήνδ᾽ ἄγραν ἠγρευκότες
ἐφ᾽ ἣν ἔπεμψας, οὐδ᾽ ἄκρανθ᾽ ὡρμήσαμεν. 435
ὁ θὴρ δ᾽ ὅδ᾽ ἡμῖν πρᾶος οὐδ᾽ ὑπέσπασεν
φυγῇ πόδ᾽, ἀλλ᾽ ἔδωκεν οὐκ ἄκων χέρας
οὐδ᾽ ὠχρός, οὐδ᾽ ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. 440
κἀγὼ δι᾽ αἰδοῦς εἶπον· Ὦ ξέν᾽, οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ᾽ ὅς μ᾽ ἔπεμψ᾽ ἐπιστολαῖς.
ἃς δ᾽ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
φροῦδαί γ᾽ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας 445
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δ᾽ αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τ᾽ ἀνῆκαν θύρετρ᾽ ἄνευ θνητῆς χερός.
πολλῶν δ᾽ ὅδ᾽ ἁνὴρ θαυμάτων ἥκει πλέως
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. 450
Πενθεύς
μέθεσθε χειρῶν τοῦδ᾽· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ᾽ ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμ᾽ οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ᾽ ὅπερ ἐς Θήβας πάρει·
πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, 455
γένυν παρ᾽ αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλ᾽ ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. 460
Διόνυσος
οὐ κόμπος οὐδείς· ῥᾴδιον δ᾽ εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθεύς
οἶδ᾽, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διόνυσος
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθεύς
πόθεν δὲ τελετὰς τάσδ᾽ ἄγεις ἐς Ἑλλάδα; 465
Διόνυσος
Διόνυσος ἡμᾶς εἰσέβησ᾽, ὁ τοῦ Διός.
Πενθεύς
Ζεὺς δ᾽ ἔστ᾽ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διόνυσος
οὔκ, ἀλλ᾽ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθεύς
πότερα δὲ νύκτωρ σ᾽ ἢ κατ᾽ ὄμμ᾽ ἠνάγκασεν;
Διόνυσος
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. 470
Πενθεύς
τὰ δ᾽ ὄργι᾽ ἐστὶ τίν᾽ ἰδέαν ἔχοντά σοι;
Διόνυσος
ἄρρητ᾽ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθεύς
ἔχει δ᾽ ὄνησιν τοῖσι θύουσιν τίνα;
Διόνυσος
οὐ θέμις ἀκοῦσαί σ᾽, ἔστι δ᾽ ἄξι᾽ εἰδέναι.
Πενθεύς
εὖ τοῦτ᾽ ἐκιβδήλευσας, ἵν᾽ ἀκοῦσαι θέλω. 475
Διόνυσος
ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελ᾽· οὐκ ἐγὼ ᾽τασσον τόδε.
Πενθεύς
τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. 480
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδ᾽ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
τὰ δ᾽ ἱερὰ νύκτωρ ἢ μεθ᾽ ἡμέραν τελεῖς; 485
Διόνυσος
νύκτωρ τὰ πολλά· σεμνότητ᾽ ἔχει σκότος.
Πενθεύς
τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
σὲ δ᾽ ἀμαθίας γε κἀσεβοῦντ᾽ ἐς τὸν θεόν. 490
Πενθεύς
ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
εἴφ᾽ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ᾽ αὐτὸν τρέφω.
Πενθεύς
ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. 495
Διόνυσος
αὐτός μ᾽ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
Πενθεύς
εἱρκταῖσί τ᾽ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
λύσει μ᾽ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. 500
Πενθεύς
καὶ ποῦ ᾽στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾽ ἐμοῖς.
Διόνυσος
παρ᾽ ἐμοί· σὺ δ᾽ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. 505
Διόνυσος
οὐκ οἶσθ᾽ ὅ τι ζῇς, οὐδ᾽ ὃ δρᾷς, οὐδ᾽ ὅστις εἶ.
Πενθεύς
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ᾽ Ἐχίονος.
Διόνυσος
ἐνδυστυχῆσαι τοὔνομ᾽ ἐπιτήδειος εἶ.
Πενθεύς
χώρει· καθείρξατ᾽ αὐτὸν ἱππικαῖς πέλας
φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. 510
ἐκεῖ χόρευε· τάσδε δ᾽ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφ᾽ ἱστοῖς δμωίδας κεκτήσομαι.
Διόνυσος
στείχοιμ᾽ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν 515
παθεῖν. ἀτάρ τοι τῶνδ᾽ ἄποιν᾽ ὑβρισμάτων
μέτεισι Διόνυσός σ᾽, ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
Χορός
*
Ἀχελῴου θύγατερ,
πότνι᾽ εὐπάρθενε Δίρκα, 520
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
πασέ νιν, τάδ᾽ ἀναβοάσας· 525
Ἴθι, Διθύραμβ᾽, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδ᾽, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
σὺ δέ μ᾽, ὦ μάκαιρα Δίρκα, 530
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μ᾽ ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
Διονύσου χάριν οἴνας, 535
ἔτι σοι τοῦ Βρομίου μελήσει.
οἵαν οἵαν ὀργὰν
ἀναφαίνει χθόνιον
γἑνος ἐκφύς τε δράκοντός
ποτε Πενθεύς, ὃν Ἐχίων 540
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τἑρας, οὐ φῶ-
τα βρότειον, φόνιον δ᾽ ὥσ-
τε γίγαντ᾽ ἀντίπαλον θεοῖς·
ὃς ὰμ᾽ ἐν βρόχοισι τὰν τοῦ 545
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δ᾽ ἐντὸς ὰχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
ἐσορᾷς τάδ᾽, ὦ Διὸς παῖ 550
Διόνυσε, σοὺς προφἀτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσῶπα τινάσσων,
ἄνα, θύρσον κατ᾽ Ὄλυμπον,
φονίου δ᾽ ἀνδρὸς ὕβριν κατάσχες. 555
πόθι Νύσας ἄρα τᾶς θη-
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσ᾽, ἢ
κορυφαῖς Κωρυκίαις;
τάχα δ᾽ ἐν ταῖς πολυδένδρεσ- 560
σιν Ὀλύμπου θαλάμαις, ἔν-
θα ποτ᾽ Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώτας.
μάκαρ ὦ Πιερία, 565
σέβεταί σ᾽ Εὔιος, ἥξει
τε χορεύσων ἅμα βακχεύ-
μασι, τόν τ᾽ ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
σομένας Μαινάδας ἄξει, 570
Λυδίαν πατέρα τε, τὸν
τᾶς εὐδαιμονίας βροτοῖς
ὀλβοδόταν, τὸν ἔκλυον
εὔιππον χώραν ὕδασιν
καλλίστοισι λιπαίνειν. 575
Διόνυσος
ἰώ,
κλύετ᾽ ἐμᾶς κλύετ᾽ αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χορός
τίς ὅδε, τίς <ὅδε> πόθεν ὁ κέλαδος
ἀνά μ᾽ ἐκάλεσεν Εὐίου;
Διόνυσος
ἰὼ ἰώ, πάλιν αὐδῶ, 580
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Χορός
ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
Διόνυσος
<σεῖε> πέδον χθονὸς Ἔννοσι πότνια. 585
Χορός
ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
--ὁ Διόνυσος ἀνὰ μέλαθρα·
σέβετέ νιν. 590
--σέβομεν ὤ.
--εἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε; Βρόμιος <ὅδ᾽> ἀλα-
λάζεται στέγας ἔσω.
Διόνυσος
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
σύμφλεγε σύμφλεγε δώματα Πενθέος. 595
Χορός
ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδ᾽ αὐγάζῃ,
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
ποτε κεραυνόβολος ἔλιπε φλόγα
Δίου βροντᾶς;
δίκετε πεδόσε τρομερὰ σώματα 600
δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
Διόνυσος
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
πρὸς πέδῳ πεπτώκατ᾽; ᾔσθησθ᾽, ὡς ἔοικε, Βακχίου 605
διατινάξαντος ‘δῶμα Πενθέως· ἀλλ᾽ ἐξανίστατε’
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορός
ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ᾽ ἔχουσ᾽ ἐρημίαν.
Διόνυσος
εἰς ἀθυμίαν ἀφίκεσθ᾽, ἡνίκ᾽ εἰσεπεμπόμην, 610
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορός
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Διόνυσος
αὐτὸς ἐξέσῳσ᾽ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Χορός
οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις; 615
Διόνυσος
ταῦτα καὶ καθύβρισ᾽ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτ᾽ ἔθιγεν οὔθ᾽ ἥψαθ᾽ ἡμῶν, ἐλπίσιν δ᾽ ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ᾽ ἡμᾶς ἄγων,
τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, 620
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ᾽ ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
ἀνετίναξ᾽ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
πῦρ ἀνῆψ᾽· ὃ δ᾽ ὡς ἐσεῖδε, δώματ᾽ αἴθεσθαι δοκῶν,
ᾖσσ᾽ ἐκεῖσε κᾆτ᾽ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν 625
ἐννέπων, ἅπας δ᾽ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κᾆθ᾽ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
φάσμ᾽ ἐποίησεν κατ᾽ αὐλήν· ὃ δ᾽ ἐπὶ τοῦθ᾽ ὡρμημένος 630
ᾖσσε κἀκέντει φαεννὸν <αἰθέρ᾽>, ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδ᾽ αὐτῷ τάδ᾽ ἄλλα Βάκχιος λυμαίνεται·
δώματ᾽ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δ᾽ ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ᾽ ὕπο
διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ 635
ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ᾽ ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖ--ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω--
ἐς προνώπι᾽ αὐτίχ᾽ ἥξει. τί ποτ᾽ ἄρ᾽ ἐκ τούτων ἐρεῖ;
ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. 640
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον᾽ εὐοργησίαν.
Πενθεύς
πέπονθα δεινά· διαπέφευγέ μ᾽ ὁ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα·
ὅδ᾽ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος 645
φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
στῆσον πόδ᾽, ὀργῇ δ᾽ ὑπόθες ἥσυχον πόδα.
Πενθεύς
πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διόνυσος
οὐκ εἶπον--ἢ οὐκ ἤκουσας--ὅτι λύσει μέ τις;
Πενθεύς
τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. 650
Διόνυσος
ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
Πενθεύς
*
Διόνυσος
ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθεύς
κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διόνυσος
τί δ᾽; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθεύς
σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σ᾽ εἶναι σοφόν. 655
Διόνυσος
ἃ δεῖ μάλιστα, ταῦτ᾽ ἔγωγ᾽ ἔφυν σοφός.
κείνου δ᾽ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Ἄγγελος
Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, 660
ἥκω Κιθαιρῶν᾽ ἐκλιπών, ἵν᾽ οὔποτε
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθεύς
ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Ἄγγελος
βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, 665
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δ᾽ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ᾽, ἄναξ, 670
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθεύς
λέγ᾽, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
ὅσῳ δ᾽ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας 675
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Ἄγγελος
ἀγελαῖα μὲν βοσκήματ᾽ ἄρτι πρὸς λέπας
μόσχων ὑπεξήκριζον, ἡνίχ᾽ ἥλιος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, 680
ὧν ἦρχ᾽ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
μήτηρ Ἀγαύη σή, τρίτου δ᾽ Ἰνὼ χοροῦ.
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
αἳ μὲν πρὸς ἐλάτης νῶτ᾽ ἐρείσασαι φόβην,
αἳ δ᾽ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα 685
εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
θηρᾶν καθ᾽ ὕλην Κύπριν ἠρημωμένας.
ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, 690
μυκήμαθ᾽ ὡς ἤκουσε κεροφόρων βοῶν.
αἳ δ᾽ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
ἀνῇξαν ὀρθαί, θαῦμ᾽ ἰδεῖν εὐκοσμίας,
νέαι παλαιαὶ παρθένοι τ᾽ ἔτ᾽ ἄζυγες.
καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας 695
νεβρίδας τ᾽ ἀνεστείλανθ᾽ ὅσαισιν ἁμμάτων
σύνδεσμ᾽ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
αἳ δ᾽ ἀγκάλαισι δορκάδ᾽ ἢ σκύμνους λύκων
ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, 700
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
βρέφη λιπούσαις· ἐπὶ δ᾽ ἔθεντο κισσίνους
στεφάνους δρυός τε μίλακός τ᾽ ἀνθεσφόρου.
θύρσον δέ τις λαβοῦσ᾽ ἔπαισεν ἐς πέτραν,
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· 705
ἄλλη δὲ νάρθηκ᾽ ἐς πέδον καθῆκε γῆς,
καὶ τῇδε κρήνην ἐξανῆκ᾽ οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων 710
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστ᾽, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν 715
ὡς δεινὰ δρῶσι θαυμάτων τ᾽ ἐπάξια·
καί τις πλάνης κατ᾽ ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
Πενθέως Ἀγαύην μητέρ᾽ ἐκ βακχευμάτων 720
χάριν τ᾽ ἄνακτι θώμεθα; εὖ δ᾽ ἡμῖν λέγειν
ἔδοξε, θάμνων δ᾽ ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον 725
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ᾽ ὄρος
καὶ θῆρες, οὐδὲν δ᾽ ἦν ἀκίνητον δρόμῳ.
Ἄγγελος
κυρεῖ δ᾽ Ἀγαύη πλησίον θρῴσκουσά μου·
κἀγὼ ᾽ξεπήδησ᾽ ὡς συναρπάσαι θέλων,
λόχμην κενώσας ἔνθ᾽ ἐκρυπτόμην δέμας. 730
ἣ δ᾽ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
θηρώμεθ᾽ ἀνδρῶν τῶνδ᾽ ὕπ᾽· ἀλλ᾽ ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην 735
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
εἶδες δ᾽ ἂν ἢ πλεύρ᾽ ἢ δίχηλον ἔμβασιν 740
ῥιπτόμεν᾽ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζ᾽ ὑπ᾽ ἐλάταις ἀναπεφυρμέν᾽ αἵματι.
ταῦροι δ᾽ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. 745
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δ᾽ ὥστ᾽ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρ᾽ Ἀσωποῦ ῥοαῖς
εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· 750
Ὑσιάς τ᾽ Ἐρυθράς θ᾽, αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
ἐπεσπεσοῦσαι πάντ᾽ ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·
ὁπόσα δ᾽ ἐπ᾽ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο 755
προσείχετ᾽ οὐδ᾽ ἔπιπτεν ἐς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις
πῦρ ἔφερον, οὐδ᾽ ἔκαιεν. οἳ δ᾽ ὀργῆς ὕπο
ἐς ὅπλ᾽ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·
οὗπερ τὸ δεινὸν ἦν θέαμ᾽ ἰδεῖν, ἄναξ. 760
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
πάλιν δ᾽ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, 765
κρήνας ἐπ᾽ αὐτὰς ἃς ἀνῆκ᾽ αὐταῖς θεός.
νίψαντο δ᾽ αἷμα, σταγόνα δ᾽ ἐκ παρηίδων
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
τὸν δαίμον᾽ οὖν τόνδ᾽ ὅστις ἔστ᾽, ὦ δέσποτα,
δέχου πόλει τῇδ᾽· ὡς τά τ᾽ ἄλλ᾽ ἐστὶν μέγας, 770
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορός
ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους 775
πρὸς τὸν τύραννον, ἀλλ᾽ ὅμως εἰρήσεται·
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθεύς
ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
ἀλλ᾽ οὐκ ὀκνεῖν δεῖ· στεῖχ᾽ ἐπ᾽ Ἠλέκτρας ἰὼν 780
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ᾽ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ᾽ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
βάκχαισιν· οὐ γὰρ ἀλλ᾽ ὑπερβάλλει τάδε, 785
εἰ πρὸς γυναικῶν πεισόμεσθ᾽ ἃ πάσχομεν.
Διόνυσος
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ᾽ ὅπλ᾽ ἐπαίρεσθαι θεῷ,
ἀλλ᾽ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται 790
κινοῦντα βάκχας <σ᾽> εὐίων ὀρῶν ἄπο.
Πενθεύς
οὐ μὴ φρενώσεις μ᾽, ἀλλὰ δέσμιος φυγὼν
σῴσῃ τόδ᾽; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;
Διόνυσος
θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. 795
Πενθεύς
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διόνυσος
φεύξεσθε πάντες· καὶ τόδ᾽ αἰσχρόν, ἀσπίδας
θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθεύς
ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, 800
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διόνυσος
ὦ τᾶν, ἔτ᾽ ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθεύς
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διόνυσος
ἐγὼ γυναῖκας δεῦρ᾽ ὅπλων ἄξω δίχα.
Πενθεύς
οἴμοι· τόδ᾽ ἤδη δόλιον ἔς με μηχανᾷ. 805
Διόνυσος
ποῖόν τι, σῷσαί σ᾽ εἰ θέλω τέχναις ἐμαῖς;
Πενθεύς
ξυνέθεσθε κοινῇ τάδ᾽, ἵνα βακχεύητ᾽ ἀεί.
Διόνυσος
καὶ μὴν ξυνεθέμην--τοῦτό γ᾽ ἔστι--τῷ θεῷ.
Πενθεύς
ἐκφέρετέ μοι δεῦρ᾽ ὅπλα, σὺ δὲ παῦσαι λέγων.
Διόνυσος
ἆ. 810
βούλῃ σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθεύς
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διόνυσος
τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθεύς
λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξῳνωμένας.
Διόνυσος
ὅμως δ᾽ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; 815
Πενθεύς
σάφ᾽ ἴσθι, σιγῇ γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος.
Διόνυσος
ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
ἀλλ᾽ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. 820
Διόνυσος
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διόνυσος
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
εὖ γ᾽ εἶπας αὖ τόδ᾽· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. 825
Πενθεύς
πῶς οὖν γένοιτ᾽ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
τίνα στολήν; ἦ θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει.
Διόνυσος
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν; 830
Διόνυσος
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα.
Πενθεύς
ἦ καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. 835
Πενθεύς
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διόνυσος
σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
Πενθεύς
καὶ πῶς δι᾽ ἄστεως εἶμι Καδμείους λαθών; 840
Διόνυσος
ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ᾽ ἡγήσομαι.
Πενθεύς
πᾶν κρεῖσσον ὥστε μὴ ᾽γγελᾶν βάκχας ἐμοί.
ἐλθόντ᾽ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι.
Διόνυσος
ἔξεστι· πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα.
Πενθεύς
στείχοιμ᾽ ἄν· ἢ γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι 845
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διόνυσος
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, 848
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. 847
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· 849
τεισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν, 850
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως 855
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, 860
δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.
Χορός
ἆρ᾽ ἐν παννυχίοις χοροῖς
θήσω ποτὲ λευκὸν
πόδ᾽ ἀναβακχεύουσα, δέραν
εἰς αἰθέρα δροσερὸν ῥίπτουσ᾽, 865
ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
ζουσα λείμακος ἡδοναῖς,
ἡνίκ᾽ ἂν φοβερὰν φύγῃ
θήραν ἔξω φυλακᾶς
εὐπλέκτων ὑπὲρ ἀρκύων, 870
θωΰσσων δὲ κυναγέτας
συντείνῃ δράμημα κυνῶν·
μόχθοις τ᾽ ὠκυδρόμοις τ᾽ ἀέλ-
λαις θρῴσκει πεδίον
παραποτάμιον, ἡδομένα
βροτῶν ἐρημίαις σκιαρο- 875
κόμοιό τ᾽ ἔρνεσιν ὕλας.
τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν; 880
ὅ τι καλὸν φίλον ἀεί.
ὁρμᾶται μόλις, ἀλλ᾽ ὅμως
πιστόν <τι> τὸ θεῖον
σθένος· ἀπευθύνει δὲ βροτῶν
τούς τ᾽ ἀγνωμοσύναν τιμῶν- 885
τας καὶ μὴ τὰ θεῶν αὔξον-
τας σὺν μαινομένᾳ δόξᾳ.
κρυπτεύουσι δὲ ποικίλως
δαρὸν χρόνου πόδα καὶ
θηρῶσιν τὸν ἄσεπτον. οὐ 890
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
κούφα γὰρ δαπάνα νομί-
ζειν ᾇσχὺν τόδ᾽ ἔχειν,
ὅ τι ποτ᾽ ἄρα τὸ δαιμόνιον,
τό τ᾽ ἐν χρόνῳ μακρῷ νόμιμον 895
ἀεὶ φύσει τε πεφυκός.
τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν; 900
ὅ τι καλὸν φίλον ἀεί.
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
ἔφυγε χεῖμα, λιμένα δ᾽ ἔκιχεν·
εὐδαίμων δ᾽ ὃς ὕπερθε μόχθων
ἐγένεθ᾽· ἑτέρᾳ δ᾽ ἕτερος ἕτερον 905
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
μυρίαι δ᾽ ἔτι μυρίοις
εἰσὶν ἐλπίδες· αἳ μὲν
τελευτῶσιν ἐν ὄλβῳ
βροτοῖς, αἳ δ᾽ ἀπέβησαν·
τὸ δὲ κατ᾽ ἦμαρ ὅτῳ βίοτος 910
εὐδαίμων, μακαρίζω.
Διόνυσος
σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, 915
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
Πενθεύς
καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον·
καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς 920
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Διόνυσος
ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
ἔνσπονδος ἡμῖν· νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν.
Πενθεύς
τί φαίνομαι δῆτ᾽; οὐχὶ τὴν Ἰνοῦς στάσιν 925
ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ᾽ ἐμῆς;
Διόνυσος
αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ᾽ ὁρῶν.
ἀλλ᾽ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ᾽ ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
Πενθεύς
ἔνδον προσείων αὐτὸν ἀνασείων τ᾽ ἐγὼ 930
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
Διόνυσος
ἀλλ᾽ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν· ἀλλ᾽ ὄρθου κάρα.
Πενθεύς
ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
Διόνυσος
ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων 935
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πενθεύς
κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
τἀνθένδε δ᾽ ὀρθῶς παρὰ τένοντ᾽ ἔχει πέπλος.
Διόνυσος
ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. 940
Πενθεύς
πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διόνυσος
ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ
αἴρειν νιν· αἰνῶ δ᾽ ὅτι μεθέστηκας φρενῶν.
Πενθεύς
ἆρ᾽ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς 945
αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Διόνυσος
δύναι᾽ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας
οὐκ εἶχες ὑγιεῖς, νῦν δ᾽ ἔχεις οἵας σε δεῖ.
Πενθεύς
μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω
κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; 950
Διόνυσος
μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
καὶ Πανὸς ἕδρας ἔνθ᾽ ἔχει συρίγματα.
Πενθεύς
καλῶς ἔλεξας· οὐ σθένει νικητέον
γυναῖκας· ἐλάταισιν δ᾽ ἐμὸν κρύψω δέμας.
Διόνυσος
κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, 955
ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
Πενθεύς
καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
Διόνυσος
οὐκοῦν ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀποστέλλῃ φύλαξ·
λήψῃ δ᾽ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. 960
Πενθεύς
κόμιζε διὰ μέσης με Θηβαίας χθονός·
μόνος γὰρ αὐτῶν εἰμ᾽ ἀνὴρ τολμῶν τόδε.
Διόνυσος
μόνος σὺ πόλεως τῆσδ᾽ ὑπερκάμνεις, μόνος·
τοιγάρ σ᾽ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
ἕπου δέ· πομπὸς [δ᾽] εἶμ᾽ ἐγὼ σωτήριος, 965
κεῖθεν δ᾽ ἀπάξει σ᾽ ἄλλος.
Πενθεύς
ἡ τεκοῦσά γε.
Διόνυσος
ἐπίσημον ὄντα πᾶσιν.
Πενθεύς
ἐπὶ τόδ᾽ ἔρχομαι.
Διόνυσος
φερόμενος ἥξεις . . .
Πενθεύς
ἁβρότητ᾽ ἐμὴν λέγεις.
Διόνυσος
ἐν χερσὶ μητρός.
Πενθεύς
καὶ τρυφᾶν μ᾽ ἀναγκάσεις.
Διόνυσος
τρυφάς γε τοιάσδε. 970
Πενθεύς
ἀξίων μὲν ἅπτομαι.
Διόνυσος
δεινὸς σὺ δεινὸς κἀπὶ δείν᾽ ἔρχῃ πάθη,
ὥστ᾽ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
ἔκτειν᾽, Ἀγαύη, χεῖρας αἵ θ᾽ ὁμόσποροι
Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω
τόνδ᾽ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ᾽ ἐγὼ 975
καὶ Βρόμιος ἔσται. τἄλλα δ᾽ αὐτὸ σημανεῖ.
Χορός
ἴτε θοαὶ Λύσσας κύνες ἴτ᾽ εἰς ὄρος,
θίασον ἔνθ᾽ ἔχουσι Κάδμου κόραι,
ἀνοιστρήσατέ νιν
ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ 980
λυσσώδη κατάσκοπον μαινάδων.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
ἢ σκόλοπος ὄψεται
δοκεύοντα, μαινάσιν δ᾽ ἀπύσει·
Τίς ὅδ᾽ ὀρειδρόμων 985
μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ᾽
ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος
γυναικῶν ἔφυ, λεαίνας δέ τινος
ὅδ᾽ ἢ Γοργόνων Λιβυσσᾶν γένος. 990
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 992
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 995
γόνον γηγενῆ.
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ᾽ ὀργᾷ
περὶ <σὰ> Βάκχι᾽, ὄργια ματρός τε σᾶς
μανείσᾳ πραπίδι
παρακόπῳ τε λήματι στέλλεται, 1000
τἀνίκατον ὡς κρατήσων βίᾳ,
γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-
στος ἐς τὰ θεῶν ἔφυ·
βροτείως τ᾽ ἔχειν ἄλυπος βίος.
τὸ σοφὸν οὐ φθονῶ· 1005
χαίρω θηρεύουσα· τὰ δ᾽ ἕτερα μεγάλα
φανερά τ᾽· ὤ, νάει<ν> ἐπὶ τὰ καλὰ βίον,
ἦμαρ ἐς νύκτα τ᾽ εὐ-
αγοῦντ᾽ εὐσεβεῖν, τὰ δ᾽ ἔξω νόμιμα
δίκας ἐκβαλόντα τιμᾶν θεούς. 1010
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος 1013
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος 1015
τόκον γηγενῆ.
φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν 1018
δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.
ἴθ᾽, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν 1020
γελῶντι προσώπῳ περίβαλε βρόχον
θανάσιμον ὑπ᾽ ἀγέλαν πεσόν-
τι τὰν μαινάδων.
Ἄγγελος Β
ὦ δῶμ᾽ ὃ πρίν ποτ᾽ εὐτύχεις ἀν᾽ Ἑλλάδα,
Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς 1025
δράκοντος ἔσπειρ᾽ Ὄφεος ἐν γαίᾳ θέρος,
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ᾽ ὅμως
[χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].
Χορός
τί δ᾽ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος
Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. 1030
Χορός
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
πῶς φῄς; τί τοῦτ᾽ ἔλεξας; ἦ ᾽πὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
εὐάζω ξένα μέλεσι βαρβάροις·
οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. 1035
Ἄγγελος
Θήβας δ᾽ ἀνάνδρους ὧδ᾽ ἄγεις . . .
*
Χορός
ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
κράτος ἔχουσ᾽ ἐμόν.
Ἄγγελος
συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις
κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. 1040
Χορός
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ;
Ἄγγελος
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
λέπας Κιθαιρώνειον εἰσεβάλλομεν 1045
Πενθεύς τε κἀγώ--δεσπότῃ γὰρ εἱπόμην--
ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. 1050
ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
κισσῷ κομήτην αὖθις ἐξανέστεφον, 1055
αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά,
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δ᾽ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδ᾽· Ὦ ξέν᾽, οὗ μὲν ἕσταμεν,
οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· 1060
ὄχθων δ᾽ ἔπ᾽, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
ἴδοιμ᾽ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
τοὐντεῦθεν ἤδη τοῦ ξένου <τὸ> θαῦμ᾽ ὁρῶ·
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· 1065
κυκλοῦτο δ᾽ ὥστε τόξον ἢ κυρτὸς τροχὸς
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·
ὣς κλῶν᾽ ὄρειον ὁ ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν.
Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, 1070
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο,
ἔχουσα νώτοις δεσπότην ἐφήμενον·
ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. 1075
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν,
ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια 1080
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη
φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν. 1085
αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
ὃ δ᾽ αὖθις ἐπεκέλευσεν· ὡς δ᾽ ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες 1090
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι
πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, 1095
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
ὄζοισί τ᾽ ἐλατίνοισιν ἠκοντίζετο.
ἄλλαι δὲ θύρσους ἵεσαν δι᾽ αἰθέρος
Πενθέως, στόχον δύστηνον· ἀλλ᾽ οὐκ ἤνυτον. 1100
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθ᾽ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
ἐπεὶ δὲ μόχθων τέρματ᾽ οὐκ ἐξήνυτον, 1105
ἔλεξ᾽ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
θῆρ᾽ ὡς ἕλωμεν, μηδ᾽ ἀπαγγείλῃ θεοῦ
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· 1110
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο 1115
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
οἴκτιρε δ᾽ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς 1120
ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
ἣ δ᾽ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
κόρας ἑλίσσουσ᾽, οὐ φρονοῦσ᾽ ἃ χρὴ φρονεῖν,
ἐκ Βακχίου κατείχετ᾽, οὐδ᾽ ἔπειθέ νιν.
λαβοῦσα δ᾽ ὠλένης ἀριστερὰν χέρα, 1125
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
ἀλλ᾽ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο,
ῥηγνῦσα σάρκας, Αὐτονόη τ᾽ ὄχλος τε πᾶς 1130
ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσ᾽ ὁμοῦ βοή,
ὃ μὲν στενάζων ὅσον ἐτύγχαν᾽ ἐμπνέων,
αἳ δ᾽ ἠλάλαζον. ἔφερε δ᾽ ἣ μὲν ὠλένην,
ἣ δ᾽ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
πλευραὶ σπαραγμοῖς· πᾶσα δ᾽ ᾑματωμένη 1135
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
πέτραις, τὸ δ᾽ ὕλης ἐν βαθυξύλῳ φόβῃ,
οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δ᾽ ἄθλιον,
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, 1140
πήξασ᾽ ἐπ᾽ ἄκρον θύρσον ὡς ὀρεστέρου
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
λιποῦσ᾽ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
τειχέων ἔσω τῶνδ᾽, ἀνακαλοῦσα Βάκχιον 1145
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
ἐγὼ μὲν οὖν <τῇδ᾽> ἐκποδὼν τῇ ξυμφορᾷ
ἄπειμ᾽, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν 1150
κάλλιστον· οἶμαι δ᾽ αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Χορός
ἀναχορεύσωμεν Βάκχιον,
ἀναβοάσωμεν ξυμφορὰν
τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· 1155
ὃς τὰν θηλυγενῆ στολὰν
νάρθηκά τε, πιστὸν Ἅιδαν,
ἔλαβεν εὔθυρσον,
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
βάκχαι Καδμεῖαι, 1160
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
ἐς στόνον, ἐς δάκρυα.
καλὸς ἀγών, χέρ᾽ αἵματι στάζουσαν
περιβαλεῖν τέκνου.
ἀλλ᾽, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην 1165
Πενθέως Ἀγαύην μητέρ᾽ ἐν διαστρόφοις
ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
Ἀγαύη
Ἀσιάδες βάκχαι--
Χορός
τί μ᾽ ὀροθύνεις, ὤ;
Ἀγαύη
φέρομεν ἐξ ὀρέων
ἕλικα νεότομον ἐπὶ μέλαθρα, 1170
μακάριον θήραν.
Χορός
ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
ἔμαρψα τόνδ᾽ ἄνευ βρόχων
<λέοντος ἀγροτέρου> νέον ἶνιν·
ὡς ὁρᾶν πάρα. 1175
Χορός
πόθεν ἐρημίας;
Ἀγαύη
Κιθαιρὼν . . .
Χορός
Κιθαιρών;
Ἀγαύη
κατεφόνευσέ νιν.
Χορός
τίς ἁ βαλοῦσα;
Ἀγαύη
πρῶτον ἐμὸν τὸ γέρας.
μάκαιρ᾽ Ἀγαύη κλῃζόμεθ᾽ ἐν θιάσοις. 1180
Χορός
τίς ἄλλα;
Ἀγαύη
τὰ Κάδμου . . .
Χορός
τί Κάδμου;
Ἀγαύη
γένεθλα
μετ᾽ ἐμὲ μετ᾽ ἐμὲ τοῦδ᾽ 1182b
ἔθιγε θηρός· εὐτυχής γ᾽ ἅδ᾽ ἄγρα.
Χορός
*
Ἀγαύη
μέτεχέ νυν θοίνας.
Χορός
τί; μετέχω, τλᾶμον;
Ἀγαύη
νέος ὁ μόσχος ἄρ- 1185
τι γένυν ὑπὸ κόρυθ᾽ ἁπαλότριχα
κατάκομον θάλλει.
Χορός
πρέπει γ᾽ ὥστε θὴρ ἄγραυλος φόβῃ.
Ἀγαύη
ὁ Βάκχιος κυναγέτας
σοφὸς σοφῶς ἀνέπηλ᾽ ἐπὶ θῆρα 1190
τόνδε μαινάδας.
Χορός
ὁ γὰρ ἄναξ ἀγρεύς.
Ἀγαύη
ἐπαινεῖς;
Χορός
ἐπαινῶ.
Ἀγαύη
τάχα δὲ Καδμεῖοι . . .
Χορός
καὶ παῖς γε Πενθεὺς . . . 1195
Ἀγαύη
ματέρ᾽ ἐπαινέσεται,
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.
Χορός
περισσάν.
Ἀγαύη
περισσῶς.
Χορός
ἀγάλλῃ;
Ἀγαύη
γέγηθα,
μεγάλα μεγάλα καὶ 1198b
φανερὰ τᾷδ᾽ ἄγρᾳ κατειργασμένα.
Χορός
δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον 1200
ἀστοῖσιν ἄγραν ἣν φέρουσ᾽ ἐλήλυθας.
Ἀγαύη
ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
ναίοντες, ἔλθεθ᾽ ὡς ἴδητε τήνδ᾽ ἄγραν,
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, 1205
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
ἡμεῖς δέ γ᾽ αὐτῇ χειρὶ τόνδε θ᾽ εἵλομεν,
χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. 1210
ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
Πενθεύς τ᾽ ἐμὸς παῖς ποῦ ᾽στιν; αἰρέσθω λαβὼν
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
λέοντος ὃν πάρειμι θηράσασ᾽ ἐγώ. 1215
Κάδμος
ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
φέρω τόδ᾽, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ 1220
λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.
ἤκουσα γάρ του θυγατέρων τολμήματα,
ἤδη κατ᾽ ἄστυ τειχέων ἔσω βεβὼς
σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι 1225
τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
καὶ τὴν μὲν Ἀκτέων᾽ Ἀρισταίῳ ποτὲ
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ᾽ ἅμα
ἔτ᾽ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
τὴν δ᾽ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ 1230
στείχειν Ἀγαύην, οὐδ᾽ ἄκραντ᾽ ἠκούσαμεν·
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Ἀγαύη
πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ᾽ ἐμέ, 1235
ἣ τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μείζον᾽ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ᾽ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· 1240
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ᾽ ἐξειργασμένων.
Κάδμος
ὦ πένθος οὐ μετρητὸν οὐδ᾽ οἷόν τ᾽ ἰδεῖν,
φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. 1245
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ᾽ ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ᾽ ἄγαν,
Βρόμιος ἄναξ ἀπώλεσ᾽ οἰκεῖος γεγώς. 1250
Ἀγαύη
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ᾽ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτ᾽ ἐν νεανίαισι Θηβαίοις ἅμα
θηρῶν ὀριγνῷτ᾽· ἀλλὰ θεομαχεῖν μόνον 1255
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους 1260
ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
τί δ᾽ οὐ καλῶς τῶνδ᾽ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες.
Ἀγαύη
ἰδού· τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν; 1265
Κάδμος
ἔθ᾽ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. 1270
Κάδμος
κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς;
Ἀγαύη
ὡς ἐκλέλησμαί γ᾽ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
Σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι.
Κάδμος
τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; 1275
Ἀγαύη
Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
Ἀγαύη
ἔα, τί λεύσσω; τί φέρομαι τόδ᾽ ἐν χεροῖν; 1280
Κάδμος
ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Ἀγαύη
ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾽ ἐγώ.
Κάδμος
μῶν σοι λέοντι φαίνεται προσεικέναι;
Ἀγαύη
οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν᾽ ἔχω κάρα.
Κάδμος
ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. 1285
Ἀγαύη
τίς ἔκτανέν νιν; --πῶς ἐμὰς ἦλθεν χέρας;
Κάδμος
δύστην᾽ ἀλήθει᾽, ὡς ἐν οὐ καιρῷ πάρει.
Ἀγαύη
λέγ᾽, ὡς τὸ μέλλον καρδία πήδημ᾽ ἔχει.
Κάδμος
σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
Ἀγαύη
ποῦ δ᾽ ὤλετ᾽; ἦ κατ᾽ οἶκον; ἢ ποίοις τόποις; 1290
Κάδμος
οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
Ἀγαύη
τί δ᾽ ἐς Κιθαιρῶν᾽ ἦλθε δυσδαίμων ὅδε;
Κάδμος
ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
Ἀγαύη
ἡμεῖς δ᾽ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
Κάδμος
ἐμάνητε, πᾶσά τ᾽ ἐξεβακχεύθη πόλις. 1295
Ἀγαύη
Διόνυσος ἡμᾶς ὤλεσ᾽, ἄρτι μανθάνω.
Κάδμος
ὕβριν <γ᾽> ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Ἀγαύη
τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Κάδμος
ἐγὼ μόλις τόδ᾽ ἐξερευνήσας φέρω.
Ἀγαύη
ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; 1300
Κάδμος
*
Ἀγαύη
Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ᾽ ἐμῆς;
Κάδμος
ὑμῖν ἐγένεθ᾽ ὅμοιος, οὐ σέβων θεόν.
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
ὑμᾶς τε τόνδε θ᾽, ὥστε διολέσαι δόμους
κἄμ᾽, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς 1305
τῆς σῆς τόδ᾽ ἔρνος, ὦ τάλαινα, νηδύος
αἴσχιστα καὶ κάκιστα κατθανόνθ᾽ ὁρῶ,
ᾧ δῶμ᾽ ἀνέβλεφ᾽--ὃς συνεῖχες, ὦ τέκνον,
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ 1310
οὐδεὶς ὑβρίζειν ἤθελ᾽ εἰσορῶν τὸ σὸν
κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
νῦν δ᾽ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. 1315
ὦ φίλτατ᾽ ἀνδρῶν--καὶ γὰρ οὐκέτ᾽ ὢν ὅμως
τῶν φιλτάτων ἔμοιγ᾽ ἀριθμήσῃ, τέκνον--
οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
τὸν <μητρὸς> αὐδῶν <πατέρα> προσπτύξῃ, τέκνον,
λέγων· Τίς ἀδικεῖ, τίς σ᾽ ἀτιμάζει, γέρον; 1320
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
λέγ᾽, ὡς κολάζω τὸν ἀδικοῦντά σ᾽, ὦ πάτερ.
νῦν δ᾽ ἄθλιος μέν εἰμ᾽ ἐγώ, τλήμων δὲ σύ.
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
εἰ δ᾽ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, 1325
ἐς τοῦδ᾽ ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορός
τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ᾽ ἔχει δίκην
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Ἀγαύη
ὦ πάτερ, ὁρᾷς γὰρ τἄμ᾽ ὅσῳ μετεστράφη ...
*
Διόνυσος
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ 1330
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι 1335
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι· σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω 1340
Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
εὐδαιμονεῖτ᾽ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν.
Διόνυσος
ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. 1345
Κάδμος
ἐγνώκαμεν ταῦτ᾽· ἀλλ᾽ ἐπεξέρχῃ λίαν.
Διόνυσος
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κάδμος
ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διόνυσος
πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Ἀγαύη
αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. 1350
Διόνυσος
τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
<πάντες,> σύ θ᾽ ἡ τάλαινα σύγγονοί τε σαί,
ἐγώ θ᾽ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον 1355
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,
δράκων δρακαίνης <φύσιν> ἔχουσαν ἀγρίαν
ἄξω ᾽πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι 1360
κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Ἀγαύη
ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κάδμος
τί μ᾽ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; 1365
Ἀγαύη
ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κάδμος
οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
Ἀγαύη
χαῖρ᾽, ὦ μέλαθρον, χαῖρ᾽, ὦ πατρία
πόλις· ἐκλείπω σ᾽ ἐπὶ δυστυχίᾳ
φυγὰς ἐκ θαλάμων. 1370
Κάδμος
στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου ...
*
Ἀγαύη
στένομαί σε, πάτερ.
Κάδμος
κἀγὼ <σέ>, τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
δεινῶς γὰρ τάνδ᾽ αἰκείαν
Διόνυσος ἄναξ τοὺς σοὺς εἰς 1375
οἴκους ἔφερεν.
Διόνυσος
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
ἀγέραστον ἔχων ὄνομ᾽ ἐν Θήβαις.
Ἀγαύη
χαῖρε, πάτερ, μοι.
Κάδμος
χαῖρ᾽, ὦ μελέα
θύγατερ. χαλεπῶς <δ᾽> ἐς τόδ᾽ ἂν ἥκοις. 1380
Ἀγαύη
ἄγετ᾽, ὦ πομποί, με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ᾽ οἰκτράς.
ἔλθοιμι δ᾽ ὅπου
μήτε Κιθαιρὼν <ἔμ᾽ ἴδοι> μιαρὸς
μήτε Κιθαιρῶν᾽ ὄσσοισιν ἐγώ, 1385
μήθ᾽ ὅθι θύρσου μνῆμ᾽ ἀνάκειται·
Βάκχαις δ᾽ ἄλλαισι μέλοιεν.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ᾽ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ᾽ οὐκ ἐτελέσθη, 1390
τῶν δ᾽ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ᾽ ἀπέβη τόδε πρᾶγμα.
3 Νοεμβρίου 2008
31 Οκτωβρίου 2008
Ἀλκιβιάδης
Ἀλκιβιάδης
<1.1> Τὸ Ἀλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τὸν Αἴαντος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς Ἀλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ δὲ Ἀλκιβιάδου Περικλῆς καὶ Ἀρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον. <1.2> λέγεται δ᾽ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλ[ανθρωπ]ίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν γενομένων κατ᾽ αὐτόν, οὐδενὸς οὐδ᾽ ἡ μήτηρ ὀνόματος τετύχηκεν, Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν, Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.
<1.3> περὶ μὲν οὖν τοῦ κάλλους Ἀλκιβιάδου οὐδὲν ἴσως δεῖ λέγειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν [τῇ] ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν. οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο Ἀλκιβιάδῃ μετ᾽ ὀλίγων ἄλλων δι᾽ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε. <1.4> τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. μέμνηται δὲ καὶ Ἀριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον·
εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας·
"ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει."
ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν.
Αριστοφάνη Σφήκες 44-6
καὶ Ἄρχιππος τὸν υἱὸν τοῦ Ἀλκιβιάδου σκώπτων· "βαδίζει," φησί, "διακεχλιδώς, θοἰμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι,
κλασαυχενεύεταί τε καὶ τραυλίζεται."
Kock, Com. Att. Frag., i. p. 688
<2.1> Τὸ δ᾽ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ, τὸ φιλόνεικον ἰσχυρότατον ἦν καὶ τὸ φιλόπρωτον, ὡς δῆλόν ἐστι τοῖς παιδικοῖς ἀπομνημονεύμασιν.
<2.2> ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος, οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. ἀφέντος δὲ τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· "δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες," "οὐκ ἔγωγε," εἶπεν, "ἀλλ᾽ ὡς οἱ λέοντες."
ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν ἅμαξα φορτίων ἐπῄει. <2.3> πρῶτον μὲν οὖν ἐκέλευε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· μὴ πειθομένου δὲ δι᾽ ἀγροικίαν, ἀλλ᾽ ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δ᾽ Ἀλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρατείνας ἑαυτόν, ἐκέλευεν οὕτως, εἰ βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δ᾽ ἰδόντας ἐκπλαγῆναι καὶ μετὰ βοῆς συνδραμεῖν πρὸς αὐτόν.
ἐπεὶ δὲ εἰς τὸ μανθάνειν ἧκε, <2.4> τοῖς μὲν ἄλλοις ὑπήκουε διδασκάλοις ἐπιεικῶς, τὸ δ᾽ αὐλεῖν ἔφευγεν ὡς ἀγεννὲς καὶ ἀνελεύθερον· πλήκτρου μὲν γὰρ καὶ λύρας χρῆσιν οὐδὲν οὔτε σχήματος οὔτε μορφῆς ἐλευθέρῳ πρεπούσης διαφθείρειν, αὐλοὺς δὲ φυσῶντος ἀνθρώπου στόματι καὶ τοὺς συνήθεις ἂν πάνυ μόλις διαγνῶναι τὸ πρόσωπον. <2.5> ἔτι δὲ τὴν μὲν λύραν τῷ χρωμένῳ συμφθέγγεσθαι καὶ συνᾴδειν, τὸν δ᾽ αὐλὸν ἐπιστομίζειν καὶ ἀποφράττειν ἕκαστον τήν τε φωνὴν καὶ τὸν λόγον ἀφαιρούμενον. "αὐλείτωσαν οὖν," ἔφη, "Θηβαίων παῖδες· οὐ γὰρ ἴσασι διαλέγεσθαι· ἡμῖν δὲ τοῖς Ἀθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Ἀθηνᾶ καὶ πατρῷος Ἀπόλλων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν ἐξέδειρεν." <2.6> τοιαῦτα παίζων ἅμα καὶ σπουδάζων ὁ Ἁλκιβιάδης αὑτόν τε τοῦ μαθήματος ἀπέστησε καὶ τοὺς ἄλλους. ταχὺ γὰρ διῆλθε λόγος εἰς τοὺς παῖδας ὡς εὖ ποιῶν ὁ Ἀλκιβιάδης βδελύττοιτο τὴν αὐλητικὴν καὶ χλευάζοι τοὺς μανθάνοντας. ὅθεν ἐξέπεσε κομιδῇ τῶν ἐλευθέρων διατριβῶν καὶ προεπηλακίσθη παντάπασιν ὁ αὐλός.
<3.1> Ἐν δὲ ταῖς Ἀντιφῶντος λοιδορίαις γέγραπται ὅτι παῖς ὤν, ἐκ τῆς οἰκίας ἀπέδρα πρὸς Δημοκράτη τινὰ τῶν ἐραστῶν· βουλομένου δ᾽ αὐτὸν ἀποκηρύττειν Ἀρίφρονος, Περικλῆς οὐκ εἴασεν, εἰπών· εἰ μὲν τέθνηκεν, ἡμέρᾳ μιᾷ διὰ τὸ κήρυγμα φανεῖσθαι πρότερον, εἰ δὲ σῶς ἐστιν, ἄσωστον αὐτῷ τὸν λοιπὸν βίον ἔσεσθαι· καὶ ὅτι τῶν ἀκολουθούντων τινὰ κτείνειεν ἐν τῇ Σιβυρτίου παλαίστρᾳ ξύλῳ πατάξας. ἀλλὰ τούτοις μὲν οὐκ ἄξιον ἴσως πιστεύειν, ἅ γε λοιδορεῖσθαί τις αὐτῷ δι᾽ ἔχθραν ὁμολογῶν εἶπεν.
<4.1> Ἤδη δὲ πολλῶν καὶ γενναίων ἀθροιζομένων καὶ περιεπόντων, οἱ μὲν ἄλλοι καταφανεῖς ἦσαν τὴν λαμπρότητα τῆς ὥρας ἐκπεπληγμένοι καὶ θεραπεύοντες, ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον ἦν τῆς ἀρετῆς καὶ εὐφυΐας τοῦ παιδός, ἣν ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν, φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν καὶ μὴ περιορᾶν ὡς φυτὸν ἐν ἄνθει τὸν οἰκεῖον καρπὸν ἀποβάλλον καὶ διαφθεῖρον.
<4.2> οὐδένα γὰρ ἡ τύχη περιέσχεν ἔξωθεν καὶ περιέφραξε τοῖς λεγομένοις ἀγαθοῖς τοσοῦτον ὥστ᾽ ἄτρωτον ὑπὸ φιλοσοφίας γενέσθαι, καὶ λόγοις ἀπρόσιτον παρρησίαν καὶ δηγμὸν ἔχουσιν· ὡς Ἀλκιβιάδης εὐθὺς ἐξ ἀρχῆς θρυπτόμενος καὶ ἀποκλειόμενος ὑπὸ τῶν πρὸς χάριν ἐξομιλούντων εἰσακοῦσαι τοῦ νουθετοῦντος καὶ παιδεύοντος, ὅμως ὑπ᾽ εὐφυΐας ἐγνώρισε Σωκράτη καὶ προσήκατο, διασχὼν τοὺς πλουσίους καὶ ἐνδόξους ἐραστάς.
<4.3> ταχὺ δὲ ποιησάμενος συνήθη, καὶ λόγων ἀκούσας οὐχ ἡδονὴν ἄνανδρον ἐραστοῦ θηρεύοντος, οὐδὲ φιλημάτων καὶ ψαύσεως προσαιτοῦντος, ἀλλ᾽ ἐλέγχοντος τὸ σαθρὸν τῆς ψυχῆς αὐτοῦ καὶ πιεζοῦντος τὸν κενὸν καὶ ἀνόητον τῦφον,
ἔπτηξ᾽ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν.
Φρύνιχος
καὶ τὸ μὲν Σωκράτους ἡγήσατο πρᾶγμα τῷ ὄντι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν εἶναι καὶ σωτηρίαν· καταφρονῶν δ᾽ αὐτὸς ἑαυτοῦ, <4.4> θαυμάζων δ᾽ ἐκεῖνον, ἀγαπῶν δὲ τὴν φιλοφροσύνην, αἰσχυνόμενος δὲ τὴν ἀρετήν, ἐλάνθανεν εἴδωλον ἔρωτος, ὥς φησιν ὁ Πλάτων, ἀντέρωτα κτώμενος, ὥστε θαυμάζειν ἅπαντας ὁρῶντας αὐτὸν Σωκράτει μὲν συνδειπνοῦντα καὶ συμπαλαίοντα καὶ συσκηνοῦντα, τοῖς δ᾽ ἄλλοις ἐρασταῖς χαλεπὸν ὄντα καὶ δυσχείρωτον, ἐνίοις δὲ καὶ παντάπασι σοβαρῶς προσφερόμενον, ὥσπερ Ἀνύτῳ τῷ Ἀνθεμίωνος.
ἐτύγχανε μὲν γὰρ ἐρῶν τοῦ Ἀλκιβιάδου, <4.5> ξένους δε τινας ἑστιῶν ἐκάλει κἀκεῖνον ἐπὶ τὸ δεῖπνον. ὁ δὲ τὴν μὲν κλῆσιν ἀπείπατο, μεθυσθεὶς δ᾽ οἴκοι μετὰ τῶν ἑταίρων ἐκώμασε πρὸς τὸν Ἄνυτον, καὶ ταῖς θύραις ἐπιστὰς τοῦ ἀνδρῶνος καὶ θεασάμενος ἀργυρῶν ἐκπωμάτων καὶ χρυσῶν πλήρεις τὰς τραπέζας, ἐκέλευσε τοὺς παῖδας τὰ ἡμίση λαβόντας οἴκαδε κομίζειν πρὸς αὐτόν, εἰσελθεῖν δ᾽ οὐκ ἠξίωσεν, ἀλλὰ ταῦτα πράξας ἀπῆλθε. τῶν οὖν ξένων δυσχεραινόντων καὶ λεγόντων ὡς ὑβριστικῶς καὶ ὑπερηφάνως εἴη τῷ Ἀνύτῳ κεχρημένος ὁ Ἀλκιβιάδης, "ἐπιεικῶς μὲν οὖν," ὁ Ἄνοτος ἔφη, "καὶ φιλανθρώπως· ἃ γὰρ ἐξῆν αὐτῷ λαβεῖν ἅπαντα, τούτων ἡμῖν τὰ μέρη καταλέλοιπεν."
<5.1> Οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο· πλὴν ἕν μετοικικὸν ἄνθρωπον, ὥς φασιν, οὐ πολλὰ κεκτημένον, ἀποδόμενον δὲ πάντα καὶ τὸ συναχθὲν εἰς ἑκατὸν στατῆρας τῷ Ἀλκιβιάδῃ προσφέροντα καὶ δεόμενον λαβεῖν, γελάσας καὶ ἡσθεὶς ἐκάλεσεν ἐπὶ δεῖπνον. ἑστιάσας δὲ καὶ φιλοφρονηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ, καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τὰ τέλη τὰ δημόσια ταῖς τιμαῖς ὑπερβάλλειν ἀντωνούμενον.
<5.2> παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἕωθεν οὖν προελθὼν ὁ μέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. ἐπεὶ δ᾽ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνομάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος, θορυβουμένου τοῦ ἀνθρώπου καὶ ἀναχωροῦντος, ἑστὼς ὁ Ἀλκιβιάδης ἄπωθεν πρὸς τοὺς ἄρχοντας, "ἐμὲ γράψατ᾽," ἔφη, "ἐμὸς φίλος ἐστίν, <5.3> ἐγγυῶμαι." ταῦτ᾽ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν. εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας, οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες· ὁ δ᾽ Ἀλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάντου. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν.
<6.1> Ὁ δὲ Σωκράτους ἔρως πολλοὺς ἔχων καὶ μεγάλους ἀνταγωνιστὰς πῇ μὲν ἐκράτει τοῦ Ἀλκιβιάδου, δι᾽ εὐφυΐαν ἁπτομένων τῶν λόγων αὐτοῦ καὶ τὴν καρδίαν στρεφόντων καὶ δάκρυα ἐκχεόντων, ἔστι δ᾽ ὅτε καὶ τοῖς κόλαξι πολλὰς ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθαινε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο, πρὸς μόνον ἐκεῖνον ἔχων τὸ αἰδεῖσθαι καὶ τὸ φοβεῖσθαι, τῶν δ᾽ ἄλλων ὑπερορῶν.
<6.2> ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφ᾽ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δ᾽ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν· Ἀλκιβιάδης δ᾽ ἦν μὲν ἀμέλει καὶ πρὸς ἡδονὰς ἀγώγιμος· ἡ γὰρ ὑπὸ Θουκυδίδου λεγομένη παρανομία εἰς τὸ σῶμα τῆς διαίτης ὑποψίαν τοιαύτην δίδωσιν. <6.3> οὐ μὴν ἀλλὰ μᾶλλον αὐτοῦ τῆς φιλοτιμίας ἐπιλαμβανόμενοι καὶ τῆς φιλοδοξίας οἱ διαφθείροντες ἐνέβαλλον οὐ καθ᾽ ὥραν εἰς μεγαλοπραγμοσύνην, ἀναπείθοντες ὡς, ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν, οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημαγωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον. <6.4> ὥσπερ οὖν ὁ σίδηρος ἐν τῷ πυρὶ μαλασσόμενος αὖθις ὑπὸ τοῦ ψυχροῦ πυκνοῦται καὶ σύνεισι τοῖς μορίοις εἰς αὑτόν, οὕτως ἐκεῖνον ὁ Σωκράτης θρύψεως διάπλεων καὶ χαυνότητος ὁσάκις ἂν λάβοι, πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα.
<7.1> Τὴν δὲ παιδικὴν ἡλικίαν παραλλάσσων ἐπέστη γραμματοδιδασκάλῳ καὶ βιβλίον ᾔτησεν Ὁμηρικόν. εἰπόντος δὲ τοῦ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου, κονδύλῳ καθικόμενος αὐτοῦ παρῆλθεν. ἑτέρου δὲ φήσαντος ἔχειν Ὅμηρον ὑφ᾽ αὑτοῦ διωρθωμένον, "εἶτ᾽," ἔφη, "γράμματα διδάσκεις, Ὅμηρον ἐπανορθοῦν ἱκανὸς ὤν; οὐχὶ τοὺς νέους παιδεύεις;" <7.2> Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐτοῦ. πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθ᾽ ἑαυτὸν ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης, "εἶτα," ἔφη, "βέλτιον οὐκ ἦν σκοπεῖν αὐτὸν ὅπως οὐκ ἀποδώσει [λόγον Ἀθηναίοις];"
ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν τοῖς ἀγῶσιν. <7.3> ἰσχυρᾶς δὲ γενομένης μάχης ἠρίστευσαν μὲν ἀμφότεροι, τοῦ δ᾽ Ἀλκιβιάδου τραύματι περιπεσόντος ὁ Σωκράτης προέστη καὶ ἤμυνε καὶ μάλιστα δὴ προδήλως ἔσωσεν αὐτὸν μετὰ τῶν ὅπλων. ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον· ἐπεὶ δ᾽ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ Ἀλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι τὴν δόξαν, ὁ Σωκράτης βουλόμενος αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ πρῶτος ἐμαρτύρει καὶ παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ διδόναι τὴν πανοπλίαν. <7.4> ἔτι δὲ τῆς ἐπὶ Δηλίῳ μάχης γενομένης καὶ φευγόντων Ἀθηναίων, ἔχων ἵππον ὁ Ἀλκιβιάδης, τοῦ δὲ Σωκράτους πεζῇ μετ᾽ ὀλίγων ἀποχωροῦντος, οὐ παρήλασεν ἰδών, ἀλλὰ παρέπεμψε καὶ περιήμυνεν, ἐπικειμένων τῶν πολεμίων καὶ πολλοὺς ἀναιρούντων. καὶ ταῦτα μὲν ὕστερον ἐπράχθη.
<8.1> Ἱππονίκῳ δὲ τῷ Καλλιου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε κόνδυλον, οὐχ ὑπ᾽ ὀργῆς ἢ διαφορᾶς τινος προαχθείς, ἀλλ᾽ ἐπὶ γέλωτι, συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοήτου δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης καὶ συναγανακτούντων, ὥσπερ εἰκός, ἁπάντων, ἅμ᾽ ἡμέρᾳ παρῆν ὁ Ἀλκιβιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας εἰσῆλθε πρὸς αὐτὸν καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων. <8.2> ὁ δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον.
ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις· εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν Ἀλκιβιάδην, ὡς τοῦτο συνθέμενον εἰ γένοιντο παῖδες. ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν.
εὔτακτος δ᾽ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, <8.3> λυπουμένη δ᾽ ὑπ᾽ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δ᾽ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ δι᾽ ἑτέρων, <8.4> ἀλλ᾽ αὐτὴν παροῦσαν. ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε δι᾽ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδ᾽ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρ᾽ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετ᾽ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος.
<8.5> αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδ᾽ ἀπάνθρωπος εἶναι· καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.
<9.1> Ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας, "γίνεται τοίνυν," εἶπεν, "ὃ βούλομαι· βούλομαι γὰρ Ἀθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι."
<10.1> Πρώτην δ᾽ αὐτῷ πάροδον εἰς τὸ δημόσιον γενέσθαι λέγουσι μετὰ χρημάτων ἐπιδόσεως, οὐκ ἐκ παρασκευῆς, ἀλλὰ παριόντα θορυβούντων Ἀθηναίων ἐρέσθαι τὴν αἰτίαν τοῦ θορύβου, πυθόμενον δὲ χρημάτων ἐπίδοσιν γίνεσθαι παρελθεῖν καὶ ἐπιδοῦναι· τοῦ δὲ δήμου κροτοῦντος καὶ βοῶντος ὑφ᾽ ἡδονῆς, ἐπιλαθέσθαι τοῦ ὄρτυγος ὃν ἐτύγχανεν ἔχων ἐν τῷ ἱματίῳ· πτοηθέντος οὖν καὶ διαφυγόντος ἔτι μᾶλλον ἐκβοῆσαι τοὺς Ἀθηναίους, πολλοὺς δὲ συνθηρᾶν ἀναστάντας, λαβεῖν δ᾽ αὐτὸν Ἀντίοχον τὸν κυβερνήτην καὶ ἀποδοῦναι· διὸ προσφιλέστατον τῷ Ἀλκιβιάδῃ γενέσθαι.
<10.2> Μεγάλας δ᾽ αὐτῷ κλεισιάδας ἐπὶ τὴν πολιτείαν ἀνοίγοντος τοῦ τε γένους καὶ τοῦ πλούτου τῆς τε περὶ τὰς μάχας ἀνδραγαθίας, φίλων τε πολλῶν καὶ οἰκείων ὑπαρχόντων, ἀπ᾽ οὐδενὸς ἠξίου μᾶλλον ἢ τῆς τοῦ λόγου χάριτος ἰσχύειν ἐν τοῖς πολλοῖς. καὶ ὅτι μὲν δυνατὸς ἦν εἰπεῖν, οἵ τε κωμικοὶ μαρτυροῦσι καὶ τῶν ῥητόρων ὁ δυνατώτατος ἐν τῷ κατὰ Μειδίου, λέγων τὸν Ἀλκιβιάδην καὶ δεινότατον εἰπεῖν γενέσθαι πρὸς τοῖς ἄλλοις. εἰ δὲ Θεοφράστῳ πιστεύομεν, <10.3> ἀνδρὶ φιληκόῳ καὶ ἱστορικῷ παρ᾽ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν, ἀλλὰ καὶ ὡς δεῖ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δέ, πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτόν, ἀναλαμβάνων καὶ διασκοπούμενος.
<11.1> Αἱ δ᾽ ἱπποτροφίαι περιβόητοι μὲν ἐγένοντο καὶ τῷ πλήθει τῶν ἁρμάτων· ἑπτὰ γὰρ ἄλλος οὐδεὶς καθῆκεν Ὀλυμπίασιν ἰδιώτης οὐδὲ βασιλεύς, μόνος δὲ ἐκεῖνος. καὶ τὸ νικῆσαι δὲ καὶ δεύτερον γενέσθαι καὶ τέταρτον, ὡς Θουκυδίδης φησίν, ὁ δ᾽ Εὐριπίδης τρίτον, ὑπερβάλλει λαμπρότητι καὶ δόξῃ πᾶσαν τὴν ἐν τούτοις φιλοτιμίαν. <11.2> λέγει δ᾽ ὁ Εὐριπίδης ἐν τῷ ᾄσματι ταῦτα·
σὲ δ᾽ ἀείσομαι, ὦ Κλεινίου παῖ.
καλὸν ἁ νίκα· κάλλιστον δ᾽, ὃ μηδεὶς ἄλλος Ἑλλάνων,
ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα,
βῆναί τ᾽ ἀπονητί, Διὸς στεφθέντα τ᾽ ἐλαία
κάρυκι βοᾶν παραδοῦναι·
Εὐριπίδης (;)
<12.1> Τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν Ἐφέσιοι, τροφὰς δὲ ἵπποις καὶ πλῆθος ἱερείων παρεῖχεν ἡ Χίων πόλις, οἶνον δὲ Λέσβιοι καὶ τὴν ἄλλην ὑποδοχὴν ἀφειδῶς ἑστιῶντι πολλούς. οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε. λέγεται γὰρ ὡς ἦν Ἀθήνησι Διομήδης, <12.2> ἀνὴρ οὐ πονηρός, Ἀλκιβιάδου φίλος, ἐπιθυμῶν δὲ νίκην Ὀλυμπικὴν αὐτῷ γενέσθαι· καὶ πυνθανόμενος ἅρμα δημόσιον Ἀργείοις εἶναι, τὸν Ἀλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι τὸ ἅρμα. πριάμενος δὲ ὁ Ἀλκιβιάδης ἴδιον ἀπεγράψατο, <12.3> τὸν δὲ Διομήδη χαίρειν εἴασε χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ τούτου, καὶ λόγος Ἰσοκράτει γέγραπται περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ Ἀλκιβιάδου παιδός, ἐν ᾧ Τισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος.
<13.1> Ἐπεὶ δ᾽ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δ᾽ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθ᾽ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δ᾽ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον. <13.2> ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς φησι,
λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.
Eupolis, Demes; Kock, Com. Att. Frag. i. p. 281
φέρεται δὲ καὶ λόγος τις κατ᾽ Ἀλκιβιάδου ὑπὸ Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν.
Ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, <13.3> οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δ᾽ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν. <13.4> ἀναπεισθεὶς οὖν ὑπ᾽ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν, ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν. ὡς δ᾽ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδ᾽ ἂν προσδοκήσαντα. <13.5> φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδ᾽ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς,
καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια,
αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια.
οὐ γὰρ τοιούτων εἵνεκ᾽ ὄστραχ᾽ εὑρέθη.
περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.
<14.1> Τὸν δ᾽ Ἀλκιβιάδην ὁ Νικίας οὐχ ἧττον ἠνία θαυμαζόμενος ὑπὸ τῶν πολεμίων ἢ τιμώμενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν· <14.2> ἐπεὶ δ᾽ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων. <14.3> καὶ πρῶτον μὲν Ἀργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνεδίδου κρύφα τῆς Ἀθηναίων συμμαχίας, καὶ παρεθάρρυνε πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδ᾽ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς Ἀθηναίους τρέπεσθαι καὶ περιμένειν ὅσον οὐδέπω μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας.
<14.4> ἐπεὶ δὲ Λακεδαιμόνιοι πρός τε τοὺς Βοιωτοὺς ἐποιήσαντο συμμαχίαν καὶ Πάνακτον οὐχ ἑστός, ὥσπερ ἔδει, τοῖς Ἀθηναίοις παρέδωκαν, ἀλλὰ καταλύσαντες, ὀργιζομένους λαβὼν τοὺς Ἀθηναίους ἔτι μᾶλλον ἐξετράχυνε, καὶ τὸν Νικίαν ἐθορύβει καὶ διέβαλλεν εἰκότα κατηγορῶν, <14.5> ὅτι τοὺς ἐν Σφακτηρίᾳ τῶν πολεμίων ἀποληφθέντας αὐτὸς μὲν ἐξελεῖν οὐκ ἠθέλησεν στρατηγῶν, ἑτέρων δ᾽ ἐξελόντων ἀφῆκε καὶ ἀπέδωκε χαριζόμενος Λακεδαιμονίοις· εἶτ᾽ ἐκείνους μὲν οὐκ ἔπεισε φίλος ὢν Βοιωτοῖς μὴ συνόμνυσθαι μηδὲ Κορινθίοις, Ἀθηναίοις δὲ κωλύει τὸν βουλόμενον τῶν Ἑλλήνων φίλον εἶναι καὶ σύμμαχον, εἰ μὴ δόξειε Λακεδαιμονίοις. <14.6> ἐκ δὲ τούτου κακῶς φερομένῳ τῷ Νικίᾳ παρῆσαν ὥσπερ κατὰ τύχην πρέσβεις ἀπὸ τῆς Λακεδαίμονος, αὐτόθεν τε λόγους ἐπιεικεῖς ἔχοντες καὶ πρὸς πᾶν τὸ συμβιβαστικὸν καὶ δίκαιον αὐτοκράτορες ἥκειν φάσκοντες. ἀποδεξαμένης δὲ τῆς βουλῆς, τοῦ δὲ δήμου τῇ ὑστεραίᾳ μέλλοντος ἐκκλησιάζειν, δείσας ὁ Ἀλκιβιάδης διεπράξατο τοὺς πρέσβεις ἐν λόγοις γενέσθαι πρὸς αὐτόν. <14.7> ὡς δὲ συνῆλθον ἔλεγε· "τί πεπόνθατε, ἄνδρες Σπαρτιᾶται; πῶς ἔλαθεν ὑμᾶς ὅτι τὰ τῆς βουλῆς ἀεὶ μέτρια καὶ φιλάνθρωπα πρὸς τοὺς ἐντυγχάνοντάς ἐστιν, ὁ δὲ δῆμος μέγα φρονεῖ καὶ μεγάλων ὀρέγεται; κἂν φάσκητε κύριοι πάντων ἀφῖχθαι, προστάττων καὶ βιαζόμενος ἀγνωμονήσει. φέρε δή, τὴν εὐήθειαν ταύτην ἀφέντες, εἰ βούλεσθε χρήσασθαι μετρίοις Ἀθηναίοις καὶ μηδὲν ἐκβιασθῆναι παρὰ γνώμην, οὕτω διαλέγεσθε περὶ τῶν δικαίων ὡς οὐκ ὄντες αὐτοκράτορες. συμπράξομεν δ᾽ ἡμεῖς Λακεδαιμονίοις χαριζόμενοι." <14.8> ταῦτα δ᾽ εἰπὼν ὅρκους ἔδωκεν αὐτοῖς καὶ μετέστησεν ἀπὸ τοῦ Νικίου, παντάπασι πιστεύοντας αὐτῷ καὶ θαυμάζοντας ἅμα τὴν δεινότητα καὶ σύνεσιν, ὡς οὐ τοῦ τυχόντος ἀνδρὸς οὖσαν.
τῇ δ᾽ ὑστεραίᾳ συνήχθη μὲν ὁ δῆμος, εἰσῆλθον δ᾽ οἱ πρέσβεις. ἐρωτώμενοι δ᾽ ὑπὸ τοῦ Ἀλκιβιάδου πάνυ φιλανθρώπως ἐφ᾽ οἷς ἀφιγμένοι τυγχάνουσιν, οὐκ ἔφασαν ἥκειν αὐτοκράτορες. <14.9> εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλ᾽ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτ᾽ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δ᾽ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον.
<15.1> οὕτω δὲ τῶν Λακεδαιμονίων ἐκπεσόντων, στρατηγὸς ἀποδειχθεὶς ὁ Ἀλκιβιάδης εὐθὺς Ἀργείους καὶ Μαντινεῖς καὶ Ἠλείους συμμάχους ἐποίησε τοῖς Ἀθηναίοις. καὶ τὸν μὲν τρόπον οὐδεὶς τῆς πράξεως ἐπῄνει, μέγα δ᾽ ἦν τὸ πεπραγμένον ὑπ᾽ αὐτοῦ, διαστῆσαι καὶ κραδᾶναι Πελοπόννησον ὀλίγου δεῖν ἅπασαν, καὶ τοσαύτας ἀσπίδας ἐν ἡμέρᾳ μιᾷ περὶ Μαντίνειαν ἀντιτάξαι Λακεδαιμονίοις, καὶ πορρωτάτω τῶν Ἀθηνῶν ἀγῶνα κατασκευάσαι καὶ κίνδυνον αὐτοῖς, ἐν ᾧ μέγα μὲν οὐδὲν ἡ νίκη προσέθηκε κρατήσασιν, εἰ δ᾽ ἐσφάλησαν, ἔργον ἦν τὴν Λακεδαίμονα περιγενέσθαι.
<15.2> μετὰ δὲ τὴν μάχην εὐθὺς ἐπέθεντο καταλύειν ἐν Ἄργει τὸν δῆμον οἱ χίλιοι καὶ τὴν πόλιν ὑπήκοον ποιεῖν· Λακεδαιμόνιοι δὲ παραγενόμενοι κατέλυσαν τὴν δημοκρατίαν. αὖθις δὲ τῶν πολλῶν ἐξενεγκαμένων τὰ ὅπλα καὶ κρατησάντων, ἐπελθὼν ὁ Ἀλκιβιάδης τήν τε νίκην ἐβεβαίωσε τῷ δήμῳ, καὶ τὰ μακρὰ τείχη συνέπεισε καθεῖναι καὶ προσμίξαντας τῇ θαλάσσῃ τὴν πόλιν ἐξάψαι παντάπασι τῆς Ἀθηναίων δυνάμεως. <15.3> καὶ τέκτονας καὶ λιθουργοὺς ἐκ τῶν Ἀθηνῶν ἐκόμισε καὶ πᾶσαν ἐνεδείκνυτο προθυμίαν, οὐχ ἧττον ἑαυτῷ κτώμενος ἢ τῇ πόλει χάριν καὶ ἰσχύν. ἔπεισε δὲ καὶ Πατρεῖς ὁμοίως τείχεσι μακροῖς συνάψαι τῇ θαλάσσῃ τὴν πόλιν. εἰπόντος δέ τινος τοῖς Πατρεῦσιν ὅτι "καταπιοῦνται ὑμᾶς Ἀθηναῖοι·" "ἴσως," εἶπεν ὁ Ἀλκιβιάδης, "κατὰ μικρὸν καὶ κατὰ τοὺς πόδας, Λακεδαιμόνιοι δὲ κατὰ τὴν κεφαλὴν καὶ ἀθρόως."
<15.4> οὐ μὴν ἀλλὰ καὶ τῆς γῆς συνεβούλευεν ἀντέχεσθαι τοῖς Ἀθηναίοις, καὶ τὸν ἐν Ἀγραύλου προβαλλόμενον ἀεὶ τοῖς ἐφήβοις ὅρκον ἔργῳ βεβαιοῦν. ὀμνύουσι γὰρ ὅροις χρήσασθαι τῆς Ἀττικῆς πυροῖς, κριθαῖς, ἀμπέλοις, ἐλαίαις, οἰκείαν ποιεῖσθαι διδασκόμενοι τὴν ἥμερον καὶ καρποφόρον.
<16.1> Ἐν δὲ τοιούτοις πολιτεύμασι καὶ λόγοις καὶ φρονήματι καὶ δεινότητι πολλὴν αὖ πάλιν τὴν τρυφὴν τῆς διαίτης καὶ περὶ πότους καὶ ἔρωτας ὑβρίσματα, καὶ θηλύτητας ἐσθήτων ἁλουργῶν ἑλκομένων δι᾽ ἀγορᾶς, καὶ πολυτέλειαν ὑπερήφανον, ἐκτομάς τε καταστρωμάτων ἐν ταῖς τριήρεσιν, ὅπως μαλακώτερον ἐγκαθεύδοι, κειρίαις, ἀλλὰ μὴ σανίσι, τῶν στρωμάτων ἐπιβαλλομένων, ἀσπίδος τε διαχρύσου ποίησιν οὐδὲν ἐπίσημον τῶν πατρίων ἔχουσαν, <16.2> ἀλλ᾽ Ἔρωτα κεραυνοφόρον, ἅπερ ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος ὁ Ἀριστοφάνης ταῦτ᾽ εἴρηκε·
ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν,
Ἀριστοφάνη Βάτραχοι 1425
ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων·
μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν·
ἢν δ᾽ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Ἀριστοφάνη Βάτραχοι 1431-1432
<16.3> ἐπιδόσεις γὰρ καὶ χορηγίαι καὶ φιλοτιμήματα πρὸς τὴν πόλιν ὑπερβολὴν μὴ ἀπολείποντα καὶ δόξα προγόνων καὶ λόγου δύναμις καὶ σώματος εὐπρέπεια καὶ ῥώμη μετ᾽ ἐμπειρίας τῶν πολεμικῶν καὶ ἀλκῆς πάντα τἆλλα συγχωρεῖν ἐποίει καὶ φέρειν μετρίως τοὺς Ἀθηναίους, ἀεὶ τὰ πρᾳότατα τῶν ὀνομάτων τοῖς ἁμαρτήμασι τιθεμένους, παιδιὰς καὶ φιλοτιμίας.
<16.4> οἷον ἦν καὶ τὸ Ἀγάθαρχον εἷρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· καὶ Ταυρέαν ἀντιχορηγοῦντα ῥαπίσαι φιλοτιμούμενον ὑπὲρ τῆς νίκης· καὶ τὸ Μηλίαν γυναῖκα ἐκ τῶν αἰχμαλώτων ἐξελόμενον καὶ συνόντα θρέψαι παιδάριον ἐξ αὐτῆς. <16.5> καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκάλουν· πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών.
Ἀριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον Ἀλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες. οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ Ἀρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο Ἀλκιβιάδας.
<16.6> ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν Ἀλκιβιάδην καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ παρῆλθεν οὐδ᾽ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους, ἀλλ᾽ ἀπαντήσας καὶ δεξιωσάμενος, "εὖ γ᾽," ἔφη, "ποιεῖς αὐξόμενος, ὦ παῖ· μέγα γὰρ αὔξῃ κακὸν ἅπασι τούτοις," οἱ μὲν ἐγέλων, οἱ δ᾽ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν.
<17.1> Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος ἐπεθύμουν Ἀθηναῖοι, καὶ τελευτήσαντος ἥπτοντο, καὶ τὰς λεγομένας βοηθείας καὶ συμμαχίας ἔπεμπον ἑκάστοτε τοῖς ἀδικουμένοις ὑπὸ Συρακουσίων ἐπιβάθρας τῆς μείζονος στρατείας τιθέντες. <17.2> ὁ δὲ παντάπασι τὸν ἔρωτα τοῦτον ἀναφλέξας αὐτῶν, καὶ πείσας μὴ κατὰ μέρος μηδὲ κατὰ μικρόν, ἀλλὰ μεγάλῳ στόλῳ πλεύσαντας ἐπιχειρεῖν καὶ καταστρέφεσθαι τὴν νῆσον, Ἀλκιβιάδης ἦν, τόν τε δῆμον μεγάλα πείσας ἐλπίζειν, αὐτός τε μειζόνων ὀρεγόμενος. ἀρχὴν γὰρ εἶναι, πρὸς ἃ ἠλπίκει, διενοεῖτο τῆς στρατείας, οὐ τέλος, <17.3> ὥσπερ οἱ λοιποί, Σικελίαν. καὶ Νικίας μὲν ὡς χαλεπὸν ἔργον ὂν τὰς Συρακούσας ἑλεῖν ἀπέτρεπε τὸν δῆμον, Ἀλκιβιάδης δὲ Καρχηδόνα καὶ Λιβύην ὀνειροπολῶν, ἐκ δὲ τούτων προσγενομένων Ἰταλίαν καὶ Πελοπόννησον ἤδη περιβαλλόμενος, ὀλίγου δεῖν ἐφόδια τοῦ πολέμου Σικελίαν ἐποιεῖτο. καὶ τοὺς μὲν νέους αὐτόθεν εἶχεν ἤδη ταῖς ἐλπίσιν ἐπηρμένους, τῶν δὲ πρεσβυτέρων ἠκροῶντο πολλὰ θαυμάσια περὶ τῆς στρατείας περαινόντων, ὥστε πολλοὺς ἐν ταῖς παλαίστραις καὶ τοῖς ἡμικυκλίοις καθέζεσθαι τῆς τε νήσου τὸ σχῆμα καὶ θέσιν Λιβύης καὶ Καρχηδόνος ὑπογράφοντας.
<17.4> Σωκράτη μέντοι τὸν φιλόσοφον καὶ Μέτωνα τὸν ἀστρολόγον οὐδὲν ἐλπίσαι τῇ πόλει χρηστὸν ἀπὸ τῆς στρατείας ἐκείνης λέγουσιν, ὁ μέν, ὡς ἔοικε, τοῦ συνήθους δαιμονίου γενομένου καὶ προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε δείσας ἐκ λογισμοῦ τὸ μέλλον εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιομένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν. <17.5> ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθ᾽ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας.
<18.1> Ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων· ἐφαίνετο γὰρ τοῖς Ἀθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν Ἀλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας· καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ Ἀλκιβιάδου διάπυρος <18.2> καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι·
βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον. ἀντειπόντος δὲ τοῦ Ἀλκιβιάδου καὶ κρατήσαντος, ἔγραψε τῶν ῥητόρων Δημόστρατος καὶ εἶπεν ὡς χρὴ τοὺς στρατηγοὺς αὐτοκράτορας εἶναι καὶ τῆς παρασκευῆς καὶ τοῦ πολέμου παντός. ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς. <18.3> Ἀδωνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον. ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν. ἐλέχθη μὲν οὖν ὅτι Κορίνθιοι διὰ τοὺς Συρακουσίους ἀποίκους ὄντας, ὡς ἐπισχέσεως ἐσομένης πρὸς τῶν οἰωνῶν ἢ μεταγνώσεως τοῦ πολέμου, ταῦτα δράσειαν. <18.4> οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ᾽ οὗτος ὁ λόγος οὔθ᾽ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ᾽ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκολάστων νέων εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων· ὀργῇ δ᾽ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις.
<19.1> Ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν Ἀνδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παρ᾽ οἶνον ἀπομιμήσεις τοῦ Ἀλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας. ἔλεγον δὲ Θεόδωρον μέν τινα δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν Ἀλκιβιάδην, τοὺς δ᾽ ἄλλους ἑταίρους παρεῖναι καὶ μυεῖσθαι μύστας προσαγορευομένους. <19.2> ταῦτα γὰρ ἐν τῇ εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος Ἀλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ. τραχυνομένου δὲ τοῦ δήμου καὶ πικρῶς πρὸς Ἀλκιβιάδην ἔχοντος, καὶ τοῦ Ἀνδροκλέους (ἦν γὰρ οὗτος ἐχθρὸς ἐν τοῖς μάλιστα τοῦ Ἀλκιβιάδου) παροξύνοντος, ἐν ἀρχῇ μὲν ἐταράχθησαν οἱ περὶ τὸν Ἀλκιβιάδην. <19.3> αἰσθόμενοι δὲ τούς τε ναύτας, ὅσοι πλεῖν ἔμελλον εἰς Σικελίαν, εὔνους ὄντας αὐτοῖς καὶ τὸ στρατιωτικόν, Ἀργείων δὲ καὶ Μαντινέων χιλίων ὄντων ὁπλιτῶν ἀκούοντες ἀναφανδὸν λεγόντων ὡς δι᾽ Ἀλκιβιάδην στρατεύοιντο διαπόντιον καὶ μακρὰν στρατείαν, ἐὰν δέ τις ἀγνωμονῇ περὶ τοῦτον, εὐθὺς ἀποστήσεσθαι, ἀνεθάρρουν καὶ παρίσταντο τῷ καιρῷ πρὸς τὴν ἀπολογίαν, ὥστε τοὺς ἐχθροὺς πάλιν ἀθυμεῖν καὶ φοβεῖσθαι μὴ περὶ τὴν κρίσιν ὁ δῆμος ἀμβλύτερος αὐτῷ γένηται διὰ τὴν χρείαν.
<19.4> πρὸς ταῦτ᾽ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ Ἀλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν· "ἀλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλεέτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών." <19.5> οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν Ἀλκιβιάδην, ἀλλ᾽ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπολιπόντα καθ᾽ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους μὴ δεδοικότι τοὺς συκοφάντας.
<20.1> Ἐπεὶ δ᾽ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον.
<20.12> προσβαλὼν δ᾽ Ἰταλία καὶ ῾Ρήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος.
πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων· <20.3> ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπ᾽ αἰτίαις τηλικαύταις. <20.4> ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δ᾽ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς·
ὦ φίλταθ᾽ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν
αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν
ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν.
Φρύνιχος, Kock, Com. Att. Frag. i. p. 385
καί·
φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι
μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ.

<20.5> καίτοι βέβαιον οὐδὲν οὐδ᾽ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δ᾽ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτ᾽ ἐδρᾶτο· ὃ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δ᾽ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλ᾽ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.
<21.1> Τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ Ἀνδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς Ὀδυσσέως ἀπογόνους ἀνήγαγεν. ἐδόκει δὲ μισόδημος καὶ ὀλιγαρχικὸς ὁ Ἀνδοκίδης, ὕποπτον δὲ οὐχ ἥκιστα τῆς τῶν Ἑρμῶν περικοπῆς ἐποίησεν ὁ μέγας Ἑρμῆς, ὁ πλησίον αὐτοῦ τῆς οἰκίας ἀνάθημα τῆς Αἰγηΐδος φυλῆς ἱδρυμένος· <21.2> ἐν γὰρ ὀλίγοις πάνυ τῶν ἐπιφανῶν μόνος σχεδὸν ἀκέραιος ἔμεινε· διὸ καὶ νῦν Ἀνδοκίδου καλεῖται, καὶ πάντες οὕτως ὀνομάζουσι τῆς ἐπιγραφῆς ἀντιμαρτυρούσης.
συνέβη δὲ τῷ Ἀνδοκίδῃ μάλιστα τῶν τὴν αὐτὴν αἰτίαν ἐχόντων ἐν τῷ δεσμωτηρίῳ γενέσθαι συνήθη καὶ φίλον ἔνδοξον μὲν οὐχ ὁμοίως ἐκείνῳ, συνέσει δὲ καὶ τόλμῃ περιττόν, ὄνομα Τίμαιον. <21.3> οὗτος ἀναπείθει τὸν Ἀνδοκίδην ἑαυτοῦ κατήγορον καὶ τινων ἄλλων γενέσθαι μὴ πολλῶν· ὁμολογήσαντι γὰρ ἄδειαν εἶναι κατὰ ψήφισμα τοῦ δήμου, τὰ δὲ τῆς κρίσεως ἄδηλα πᾶσι, τοῖς δὲ δυνατοῖς φοβερώτατα· βέλτιον δὲ σωθῆναι ψευδόμενον ἢ μετὰ τῆς αὐτῆς αἰτίας ἀποθανεῖν ἀδόξως, καὶ τὸ κοινῇ σκοποῦντι συμφέρον ὑπάρχειν, ὀλίγους καὶ ἀμφιβόλους προέμενον, πολλοὺς καὶ ἀγαθοὺς ἐξελέσθαι τῆς ὀργῆς. <21.4> ταῦτα τοῦ Τιμαίου λέγοντος καὶ διδάσκοντος ὁ Ἀνδοκίδης ἐπείσθη, καὶ γενόμενος μηνυτὴς καθ᾽ αὑτοῦ καὶ καθ᾽ ἑτέρων ἔσχε τὴν ἐκ τοῦ ψηφίσματος ἄδειαν αὐτός· οὓς δ᾽ ὠνόμασε πάντες πλὴν τῶν φυγόντων ἀπώλοντο. καὶ πίστεως ἕνεκα προσέθηκεν αὐτοῖς οἰκέτας ἰδίους ὁ Ἀνδοκίδης.
<21.5> οὐ μὴν ὅ γε δῆμος τὴν ὀργὴν ἅπασαν ἀφῆκεν ἐνταῦθα, ἀλλὰ μᾶλλον ἀπαλλαγεὶς τῶν Ἑρμοκοπιδῶν ὥσπερ σχολάζοντι τῷ θυμῷ πρὸς τὸν Ἀλκιβιάδην ὅλος ἐρρύη, καὶ τέλος ἀπέστειλε τὴν Σαλαμινίαν ἐπ᾽ αὐτόν, οὐ φαύλως αὐτό γε τοῦτο προστάξας, μὴ βιάζεσθαι μηδ᾽ ἅπτεσθαι τοῦ σώματος, ἀλλὰ τῷ μετρίῳ λόγῳ χρῆσθαι κελεύοντας ἀκολουθεῖν ἐπὶ κρίσιν καὶ πείθειν τὸν δῆμον. <21.6> ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης. καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων. ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δ᾽ οὐ προσῆν οὐδ᾽ ὄγκος αὐτῷ διὰ πενίαν.
<22.1> Εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους. ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς Συρακουσίων φίλοις ἐμήνυσε καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θουρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους ἔκρυψεν ἑαυτὸν καὶ διέφυγε τοὺς ζητοῦντας. <22.2> ἐπιγνόντος δέ τινος καὶ εἰπόντος· "οὐ πιστεύεις, ὦ Ἀλκιβιάδη, τῇ πατρίδι;" "τὰ μὲν ἄλλ᾽," ἔφη, "πάντα· περὶ δὲ τῆς ψυχῆς τῆς ἐμῆς οὐδὲ τῇ μητρί, μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ ψῆφον." ὕστερον δ᾽ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις· "ἀλλ᾽ ἐγώ," εἶπε, "δείξω αὐτοῖς ὅτι ζῶ."
<22.3> τὴν μὲν οὖν εἰσαγγελίαν οὕτως ἔχουσαν ἀναγράφουσι· "Θεσσαλὸς Κίμωνος Λακιάδης Ἀλκιβιάδην Κλεινίου Σκαμβωνίδην εἰσήγγειλεν ἀδικεῖν περὶ τὼ θεώ, τὴν Δήμητραν καὶ τὴν Κόρην, ἀπομιμούμενον τὰ μυστήρια καὶ δεικνύοντα τοῖς αὑτοῦ ἑταίροις ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἔχοντα στολὴν οἵανπερ ὁ ἱεροφάντης ἔχων δεικνύει τὰ ἱερά, καὶ ὀνομάζοντα αὑτὸν μὲν ἱεροφάντην, Πουλυτίωνα δὲ δᾳδοῦχον, κήρυκα δὲ Θεόδωρον Φηγαιᾶ, τοὺς δ᾽ ἄλλους ἑταίρους μύστας προσαγορεύοντα καὶ ἐπόπτας παρὰ τὰ νόμιμα καὶ τὰ καθεστηκότα ὑπό τε Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἱερέων τῶν ἐξ Ἐλευσῖνος." <22.4> ἐρήμην δ᾽ αὐτοῦ καταγνόντες καὶ τὰ χρήματα δημεύσαντες ἔτι καταρᾶσθαι προσεψηφίσαντο πάντας ἱερεῖς καὶ ἱερείας, ὧν μόνην φασὶ Θεανὼ τὴν Μένωνος Ἀγραυλῆθεν ἀντειπεῖν πρὸς τὸ ψήφισμα, φάσκουσαν εὐχῶν, οὐ καταρῶν ἱέρειαν γεγονέναι.
<23.1> τοσούτων δὲ κατεψηφισμένων Ἀλκιβιάδου καὶ κατεγνωσμένων, ἐτύγχανε μὲν ἐν Ἄργει διατρίβων, ὡς τὸ πρῶτον ἐκ Θουρίων ἀποδρὰς εἰς Πελοπόννησον διεκομίσθη, φοβούμενος δὲ τοὺς ἐχθροὺς καὶ παντάπασι τῆς πατρίδος ἀπεγνωκὼς ἔπεμψεν εἰς Σπάρτην, ἀξιῶν ἄδειαν αὐτῷ γενέσθαι καὶ πίστιν ἐπὶ μείζοσι χρείαις καὶ ὠφελείαις ὧν πρότερον αὐτοὺς ἀμυνόμενος ἔβλαψε. <23.2> δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν· ἕτερον δέ, κινεῖν τὸν αὐτόθεν πόλεμον ἐπὶ τοὺς Ἀθηναίους· τὸ δὲ τρίτον καὶ μέγιστον, ἐπιτειχίσαι Δεκέλειαν, οὗ μᾶλλον οὐδὲν διειργάσατο καὶ κατοικοφθόρησε τὴν πόλιν.
<23.3> εὐδοκιμῶν δὲ δημοσίᾳ καὶ θαυμαζόμενος οὐχ ἧττον ἰδίᾳ τοὺς πολλοὺς κατεδημαγώγει καὶ κατεγοήτευε τῇ διαίτῃ λακωνίζων, ὥσθ᾽ ὁρῶντας ἐν χρῷ κουριῶντα καὶ ψυχρολουτοῦντα καὶ μάζῃ συνόντα καὶ ζωμῷ μέλανι χρώμενον ἀπιστεῖν καὶ διαπορεῖν, εἴ ποτε μάγειρον ἐπὶ τῆς οἰκίας οὗτος ἀνὴρ ἔσχεν ἢ προσέβλεψε μυρεψὸν ἢ Μιλησίας ἠνέσχετο θιγεῖν χλανίδος. <23.4> ἦν γάρ, ὥς φασι, μία δεινότης αὕτη τῶν πολλῶν ἐν αὐτῷ καὶ μηχανὴ θήρας ἀνθρώπων, συνεξομοιοῦσθαι καὶ συνομοπαθεῖν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς διαίταις, ὀξυτέρας τρεπομένῳ τροπὰς τοῦ χαμαιλέοντος. πλὴν ἐκεῖνος μέν, ὡς λέγεται, πρὸς ἓν ἐξαδυνατεῖ χρῶμα τὸ λευκὸν ἀφομοιοῦν ἑαυτόν· Ἀλκιβιάδῃ δὲ διὰ χρηστῶν ἰόντι καὶ πονηρῶν ὁμοίως οὐδὲν ἦν ἀμίμητον οὐδ᾽ ἀνεπιτήδευτον, <23.5> ἀλλ᾽ ἐν Σπάρτῃ γυμναστικός, εὐτελής, σκυθρωπός, ἐν Ἰωνίᾳ χλιδανός, ἐπιτερπής, ῥᾴθυμος, ἐν Θράκῃ μεθυστικός, ἐν Θετταλοῖς ἱππαστικός, Τισαφέρνῃ δὲ τῷ σατράπῃ συνὼν ὑπερέβαλεν ὄγκῳ καὶ πολυτελείᾳ τὴν Περσικὴν μεγαλοπρέπειαν, οὐχ αὑτὸν ἐξιστὰς οὕτω ῥᾳδίως εἰς ἕτερον ἐξ ἑτέρου τρόπον, οὐδὲ πᾶσαν δεχόμενος τῷ ἤθει μεταβολήν, ἀλλ᾽ ὅτι τῇ φύσει χρώμενος ἔμελλε λυπεῖν τοὺς ἐντυγχάνοντας, εἰς πᾶν ἀεὶ τὸ πρόσφορον ἐκείνοις σχῆμα καὶ πλάσμα κατεδύετο καὶ κατέφευγεν.
<23.6> ἐν γοῦν τῇ Λακεδαίμονι πρὸς τὰ ἔξωθεν ἦν εἰπεῖν· "᾽οὐ παῖς Ἀχιλλέως, ἀλλ᾽ ἐκεῖνοσ᾽ εἴη ἂν ᾽αὐτόσ᾽, οἷον Λυκοῦργος ἐπαίδευσε·" τοῖς δ᾽ ἀληθινοῖς ἄν τις ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν·
"ἔστιν ἡ πάλαι γυνή."
Εὐριπίδη, Ὀρέστης 129
<23.7> Τιμαίαν γὰρ τὴν Ἄγιδος γυναῖκα τοῦ βασιλέως στρατευομένου καὶ ἀποδημοῦντος οὕτω διέφθειρεν ὥστε καὶ κύειν ἐξ Ἀλκιβιάδου καὶ μὴ ἀρνεῖσθαι, καὶ τεκούσης παιδάριον ἄρρεν ἔξω μὲν Λεωτυχίδην καλεῖσθαι, τὸ δ᾽ ἐντὸς αὐτοῦ ψιθυριζόμενον ὄνομα πρὸς τὰς φίλας καὶ τὰς ὀπαδοὺς ὑπὸ τῆς μητρὸς Ἀλκιβιάδην εἶναι· τοσοῦτος ἔρως κατεῖχε τὴν ἄνθρωπον. ὁ δ᾽ ἐντρυφῶν ἔλεγεν οὐχ ὕβρει τοῦτο πράττειν οὐδὲ κρατούμενος ὑφ᾽ ἡδονῆς, ἀλλ᾽ ὅπως Λακεδαιμονίων βασιλεύσωσιν οἱ ἐξ αὐτοῦ γεγονότες. <23.8> οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν. ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθ᾽ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι. καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης.
<24.1> Μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων δυστυχίαν ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως. πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς, Ἀλκιβιάδῃ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν Ἰωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς Ἀθηναίους. <24.2> ὁ δ᾽ Ἆγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ· τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δι᾽ Ἀλκιβιάδην λόγος ἦν· τῶν δ᾽ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν Ἀλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς Ἰωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν.
<24.3> ὁ δ᾽ ἡσυχῆ προγνοὺς καὶ φοβηθεὶς τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις, τὸ δ᾽ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε, Τισαφέρνῃ δέ, τῷ βασιλέως σατράπῃ, δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας εὐθὺς ἦν παρ᾽ αὐτῷ πρῶτος καὶ μέγιστος. <24.4> τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν αὐτοῦ τῆς δεινότητος οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμαζεν ὁ βάρβαρος· ταῖς δὲ καθ᾽ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε. <24.5> τἆλλ᾽ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ Ἀλκιβιάδῃ κολακευόμενος ὥσθ᾽ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος. ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, Ἀλκιβιάδην καλεῖν ἔθετο· καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν.
<25.1> Ἀπογνοὺς οὖν ὁ Ἀλκιβιάδης τὰ τῶν Σπαρτιατῶν ὡς ἄπιστα, καὶ φοβούμενος τὸν Ἆγιν, ἐκάκου καὶ διέβαλλε πρὸς τὸν Τισαφέρνην, οὐκ ἐῶν βοηθεῖν αὐτοῖς προθύμως οὐδὲ καταλύειν τοὺς Ἀθηναίους, ἀλλὰ γλίσχρως χορηγοῦντα θλίβειν καὶ ἀποκναίειν ἀτρέμα καὶ ποιεῖν ἀμφοτέρους βασιλεῖ χειροήθεις καὶ καταπόνους ὑπ᾽ ἀλλήλων. <25.2> ὁ δ᾽ ἐπείθετο ῥᾳδίως καὶ δῆλος ἦν ἀγαπῶν καὶ θαυμάζων, ὥστ᾽ ἀποβλέπεσθαι τὸν Ἀλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων, τοὺς δ᾽ Ἀθηναίους μεταμέλεσθαι τοῖς γνωσθεῖσι περὶ αὐτοῦ κακῶς πάσχοντας, ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι μὴ παντάπασι τῆς πόλεως ἀναιρεθείσης ὑπὸ Λακεδαιμονίοις γένηται μισούμενος.
<25.3> ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς Ἀθηναίοις σχεδὸν ὑπῆρχε· κἀκεῖθεν ὁρμώμενοι τῇ ναυτικῇ δυνάμει τὰ μὲν ἀνεκτῶντο τῶν ἀφεστώτων, τὰ δ᾽ ἐφύλαττον ἁμῶς γέ πως ἔτι τοῖς πολεμίοις κατὰ θάλατταν ὄντες ἀξιόμαχοι, Τισαφέρνην δὲ φοβούμενοι καὶ τὰς λεγομένας ὅσον οὔπω παρεῖναι Φοινίσσας τριήρεις πεντήκοντα καὶ ἑκατὸν οὔσας, ὧν ἀφικομένων οὐδεμία σωτηρίας ἐλπὶς ὑπελείπετο τῇ πόλει. <25.4> ταῦτα δ᾽ εἰδὼς Ἀλκιβιάδης ἔπεμπε κρύφα πρὸς τοὺς ἐν Σάμῳ δυνατοὺς τῶν Ἀθηναίων, ἐλπίδας ἐνδιδοὺς παρέξειν τὸν Τισαφέρνην φίλον, οὐ τοῖς πολλοῖς χαριζόμενος οὐδὲ πιστεύων ἐκείνοις, ἀλλὰ τοῖς ἀρίστοις, εἰ τολμήσειαν ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ παύσαντες ὑβρίζοντα τὸν δῆμον αὐτοὶ δι᾽ ἑαυτῶν σώζειν τὰ πράγματα καὶ τὴν πόλιν.
<25.5> οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ Ἀλκιβιάδῃ· τῶν δὲ στρατηγῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας, ὅπερ ἦν, τὸν Ἀλκιβιάδην οὐδέν τι μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν, ἐκ διαβολῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς δυνατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ Ἀλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς Ἀστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν Ἀλκιβιάδην. <25.6> ἐλελήθει δ᾽ ἄρα προδότης προδότῃ διαλεγόμενος. τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ Ἀστύοχος, καὶ τὸν Ἀλκιβιάδην ὁρῶν παρ᾽ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς. ὁ δ᾽ Ἀλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν. <25.7> αὖθις γὰρ ἔπεμψε πρὸς τὸν Ἀστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν Ἀθηναίων ὑποχείριον αὐτῷ παρέξειν. οὐ μὴν ἔβλαψέ γε τοὺς Ἀθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν Ἀστυόχου παλιμπροδοσίαν. καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν Ἀλκιβιάδην. <25.8> ὁ δὲ Φρύνιχος προαισθόμενος καὶ προσδεχόμενος δευτέραν κατηγορίαν παρὰ τοῦ Ἀλκιβιάδου, φθάσας αὐτὸς προεῖπε τοῖς Ἀθηναίοις ὅτι μέλλουσιν ἐπιπλεῖν οἱ πολέμιοι, καὶ παρῄνεσε πρὸς ταῖς ναυσὶν εἶναι καὶ περιτειχίσαι τὸ στρατόπεδον. <25.9> ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν Ἀθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ Ἀλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν οἰόμενοι τὸν Ἀλκιβιάδην εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν οὐκ ἀληθῶς. <25.10> ὕστερον μέντοι τὸν Φρύνιχον ἑνὸς τῶν περιπόλων Ἕρμωνος ἐν ἀγορᾷ πατάξαντος ἐγχειριδίῳ καὶ διαφθείραντος, οἱ Ἀθηναῖοι δίκης γενομένης τοῦ μὲν Φρυνίχου προδοσίαν κατεψηφίσαντο τεθνηκότος, τὸν δ᾽ Ἕρμωνα καὶ τοὺς μετ᾽ αὐτοῦ συστάντας ἐστεφάνωσαν.
<26.1> Ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος. αὕτη γὰρ ἦν πρόφασις καὶ τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν. <26.2> ἐπεὶ δ᾽ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα οἱ πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δὲ ὄντες, ἐλάχιστα τῷ Ἀλκιβιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέμου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπαθοῦσι τοῖς πολίταις, τὰ δ᾽ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχοντας. <26.3> ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε· καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις· οἱ δ᾽ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους.
<26.4> ὁ δ᾽ οὐχ οἷον ἄν τις ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε, πάντα δεῖν εὐθὺς οἰόμενος χαρίζεσθαι καὶ μηδὲν ἀντιλέγειν τοῖς ἐκ πλάνητος καὶ φυγάδος αὐτὸν νεῶν τοσούτων καὶ στρατοπέδου καὶ δυνάμεως τηλικαύτης ἀποδείξασιν ἡγεμόνα καὶ στρατηγόν, ἀλλ᾽ ὅπερ ἦν ἄρχοντι μεγάλῳ προσῆκον, ἀνθίστασθαι φερομένοις ὑπ᾽ ὀργῆς, κωλύσας ἐξαμαρτεῖν, τότε γοῦν τὰ πράγματα τῇ πόλει περιφανῶς ἔσωσεν. <26.5> εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρχεν Ἰωνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον ἀμαχεί, καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι τὸν πόλεμον εἰς τὴν πόλιν ἐμβαλόντας· ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν ὁ Ἀλκιβιάδης, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθ᾽ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δ᾽ ἐπιλαμβανόμενος. <26.6> συνέπραττε δ᾽ αὐτῷ καὶ Θρασύβουλος ὁ Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς· ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων.
ἐκεῖνό τε δὴ καλὸν τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασιλέως πέμψαντος, ἢ μεταστήσειν πρὸς αὐτοὺς ἢ διαπράξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέπλευσε. <26.7> καὶ τὰς μὲν ναῦς ἐκφανείσας περὶ Ἄσπενδον οὐκ ἤγαγεν ὁ Τισαφέρνης, ἀλλ᾽ ἐψεύσατο τοὺς Λακεδαιμονίους, τὴν δ᾽ αἰτίαν τοῦ ἀποτρέψαι παρ᾽ ἀμφοτέροις ὁ Ἀλκιβιάδης εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακεδαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφ᾽ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας. οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.
<27.1> Ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν Ἀλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι· βουλομένων δὲ τῶν ἐν ἄστει καὶ κελευόντων κατιέναι τὸν Ἀλκιβιάδην αὐτὸς ᾤετο δεῖν μὴ κεναῖς χερσὶ μηδὲ ἀπράκτοις, οἴκτῳ καὶ χάριτι τῶν πολλῶν, ἀλλ᾽ ἐνδόξως κατελθεῖν. διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κᾐων θάλασσαν· <27.2> ἐκεῖ δ᾽ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς Ἀθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς. καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο. <27.3> καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς Ἀθηναίους. ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων. τρεψάμενος δ᾽ αὐτοὺς ἐξέωσεν εἰς τὴν γῆν, καὶ προσκείμενος ἔκοπτε τὰς ναῦς καὶ συνετίτρωσκε, τῶν ἀνδρῶν ἐκνεόντων καὶ Φαρνμβάζου πεζῇ προσβοηθοῦντος αὐτοῖς καὶ μαχομένου παρὰ τὴν θάλατταν ὑπὲρ τῶν νεῶν. τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, <27.4> ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν.
Οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν. <27.5> οὐ μὴν ἔτυχεν ὧν προσεδόκησεν, ἀλλὰ πάλαι κακῶς ἀκούων ὁ Τισαφέρνης ὑπὸ τῶν Λακεδαιμονίων, καὶ φοβούμενος αἰτίαν λαβεῖν ἐκ βασιλέως, ἔδοξεν ἐν καιρῷ τὸν Ἀλκιβιάδην ἀφῖχθαι, καὶ συλλαβὼν αὐτὸν εἷρξεν ἐν Ξάρδεσιν ὡς λύσιν ἐκείνης τῆς διαβολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην.
<28.1> Τριάκοντα δ᾽ ἡμερῶν διαγενομένων ὁ Ἀλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας εἰς Κλαζομενὰς διέφυγε. καὶ τὸν μὲν Τισαφέρνην προσδιέβαλλεν ὡς ὑπ᾽ ἐκείνου μεθειμένος, αὐτὸς δὲ πλεύσας εἰς τὸ στρατόπεδον τῶν Ἀθηναίων καὶ πυθόμενος Μίνδαρον ὁμοῦ καὶ Φαρνάβαζον ἐν Κυζίκῳ γεγονέναι, <28.2> τοὺς μὲν στρατιώτας παρώρμησεν, ὡς ἀνάγκην οὖσαν αὐτοῖς καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ νὴ Δία τειχομαχεῖν πρὸς τοὺς πολεμίους· χρήματα γὰρ οὐκ εἶναι μὴ πάντη κρατοῦσι· πληρώσας δὲ τὰς ναῦς καὶ κατάρας εἰς Προικόννησον ἐκέλευσεν ἐντὸς περιβάλλειν τὰ λεπτὰ πλοῖα καὶ παραφυλάσσειν, ὅπως μηδεμία τοῖς πολεμίοις ἐπιπλέοντος αὐτοῦ γένοιτο μηδαμόθεν προαίσθησις. <28.3> ἔτυχε δὲ καὶ πολὺν ὄμβρον ἐξαίφνης ἐπιπεσόντα καὶ βροντὰς καὶ ζόφον συνεργῆσαι καὶ συνεπικρύψαι τὴν παρασκευήν. οὐ γὰρ μόνον τοὺς πολεμίους ἔλαθεν, ἀλλὰ καὶ τοὺς Ἀθηναίους ἀπεγνωκότας ἤδη ἐμβῆναι κελεύσας ἀνήχθη. καὶ μετὰ μικρὸν ὅ τε ζόφος διελύθη καὶ κατώφθησαν αἱ τῶν Πελοποννησίων νῆες αἰωρούμεναι πρὸ τοῦ λιμένος τῶν Κυζικηνῶν. <28.4> δείσας οὖν ὁ Ἀλκιβιάδης μὴ διὰ τὸ πλῆθος αὐτὸν προϊδόντες εἰς τὴν γῆν καταφύγωσι, τοὺς μὲν στρατηγοὺς ἐκέλευσεν ἡσυχῇ πλέοντας ὑπολείπεσθαι, αὐτὸς δὲ τετταράκοντα ναῦς ἔχων ἐφαίνετο καὶ προὐκαλεῖτο τοὺς πολεμίους. ἐπεὶ δ᾽ ἐξηπάτηντο καὶ καταφρονήσαντες ὡς ἐπὶ τοσαύτας ἀντεξήλασαν, αὐτοὶ μὲν εὐθὺς ἐξήπτοντο καὶ συνεπλέκοντο, τῶν δ᾽ ἄλλων ἤδη μαχομένοις ἐπιφερομένων ἐκπλαγέντες ἔφευγον. <28.5> ὁ δ᾽ Ἀλκιβιάδης εἴκοσι ταῖς ἀρίσταις διεκπλεύσας καὶ προσβαλὼν τῇ γῇ καὶ ἀποβάς, ἐνέκειτο τοῖς φεύγουσιν ἐκ τῶν νεῶν καὶ πολλοὺς ἔφθειρε· Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίνδαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, <28.6> ὁ δὲ Φαρνάβαζος ἔφυγε. πολλῶν δὲ καὶ νεκρῶν καὶ ὅπλων κρατήσαντες τάς τε ναῦς ἁπάσας ἔλαβον, χειρωσάμενοι δὲ καὶ Κύζικον, ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν· "ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν."
<29.1> Οὕτω δ᾽ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστ᾽ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον ὑπὸ τῶν Ἐφεσίων ἐπ᾽ αἰσχύνῃ τῶν Ἀθηναίων. <29.2> ταῦτ᾽ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρνάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν, ὁ δ᾽ Ἀλκιβιάδης ἐκβοηθήσας ἐπ᾽ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανῄεσαν εἰς τὸ στρατόπεδον. <29.3> τῇ δ᾽ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος. ἱερεῖς μέντοι καὶ ἱερείας ἔλαβε μέν, ἀλλ᾽ ἀφῆκεν ἄνευ λύτρων. Χαλκηδονίοις δ᾽ ἀφεστῶσι καὶ δεδεγμένοις φρουρὰν καὶ ἁρμοστὴν Λακεδαιμονίων ὡρμημένος πολεμεῖν, ἀκούσας δ᾽ ὅτι τὴν λείαν πᾶσαν ἐκ τῆς χώρας συναγαγόντες εἰς Βιθυνοὺς ὑπεκτίθενται φίλους ὄντας, ἧκεν ἐπὶ τοὺς ὅρους ἄγων τὸ στράτευμα, καὶ κήρυκα προπέμψας ἐνεκάλει τοῖς Βιθυνοῖς. οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.
<30.1> Ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορκίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξαγαγὼν τὴν σὺν αὑτῷ δύναμιν ἐπεχείρει τοῖς Ἀθηναίοις. ὁ δ᾽ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στράτευμα, τὸν μὲν Φαρνάβαζον αἰσχρῶς φεύγειν ἠνάγκασε, τὸν δ᾽ Ἱπποκράτη διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν ἡττηθέντας. <30.2> εἶτ᾽ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσποντον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν. οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσθησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον. ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλαβὼν ὅσον τριάκοντα περὶ αὑτὸν ἐπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας. <30.3> ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερομένους. ἐπεὶ δ᾽ ὑποστάντι μὲν οὐκ ἐφαίνετο σωτηρία, πρὸς δὲ τὸ φυγεῖν, ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονώς, φιλονεικότερον εἶχε, τῇ σάλπιγγι σημήνας σιωπὴν ἐκέλευσεν ἕνα τῶν παρόντων ἀνειπεῖν Σηλυβριανοῖς Ἀθηναίους ἐναντία ὅπλα μὴ τίθεσθαι. <30.4> τοῦτο τὸ κήρυγμα τοὺς μὲν ἀμβλυτέρους ἐποίησε πρὸς τὴν μάχην, ὡς τῶν πολεμίων ἔνδον ὄντων ἁπάντων, οἱ δὲ ταῖς ἐλπίσιν ἡδίους ἐγένοντο πρὸς τὰς διαλύσεις. ἐν ᾧ δὲ συστάντες ἀλλήλοις ἐδίδοσαν λόγον, ἐπῆλθεν ἡ στρατιὰ τῷ Ἀλκιβιάδῃ, καὶ τεκμαιρόμενος, ὅπερ ἦν, εἰρηνικὰ φρονεῖν τοὺς Σηλυβριανούς, ἔδεισε μὴ τὴν πόλιν οἱ Θρᾷκες διαρπάσωσιν. <30.5> ἦσαν δὲ πολλοί, χάριτι τοῦ Ἀλκιβιάδου καὶ δι᾽ εὔνοιαν στρατευόμενοι προθύμως. ἀπέπεμψεν οὖν τούτους ἅπαντας ἐκ τῆς πόλεως, τοὺς δὲ Σηλυβριανοὺς δεηθέντας οὐδὲν ἠδίκησεν, ἀλλὰ χρήματα λαβὼν καὶ φρουρὰν ἐγκαταστήσας ἀπῆλθεν.
<31.1> οἱ δὲ πολιορκοῦντες τὴν Χαλκηδόνα στρατηγοὶ σπονδὰς ἐποιήσαντο πρὸς Θαρνάβαζον ἐπὶ τῷ χρήματα λαβεῖν καὶ Χαλκηδονίους ὑπηκόους πάλιν Ἀθηναίοις εἶναι, τὴν δὲ Φαρναβάζου χώραν μὴ ἀδικεῖν, Φαρνάβαζον δὲ πρέσβεσιν Ἀθηναίων πρὸς βασιλέα πομπὴν μετ᾽ ἀσφαλείας παρασχεῖν. <31.2> ὡς οὖν ἐπανελθόντα τὸν Ἀλκιβιάδην ὁ Φαρνάβαζος ἠξίου καὶ αὐτὸν ὀμόσαι περὶ τῶν ὡμολογημένων, οὐκ ἔφη πρότερον ἢ ἐκεῖνον αὐτοῖς ὀμόσαι.
γενομένων δὲ τῶν ὅρκων ἐπὶ Βυζαντίους ἀφεστῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. Ἀναξιλάου δὲ καὶ Λυκούργου καὶ τινων ἄλλων συνθεμένων ἐπὶ σωτηρίᾳ παραδώσειν τὴν πόλιν, διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγματα νεώτερα συνιστάμενα περὶ τὴν Ἰωνίαν, ἡμέρας ἀπέπλει ταῖς ναυσὶ πάσαις, <31.3> νυκτὸς δ᾽ ὑποστρέψας αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπ᾽ ἀδείας τὸν Ἀλκιβιάδην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ τὰς ναῦς βοηθούντων. <31.4> οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· οἱ γὰρ παρόντες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δ᾽ Ἀθηναίους ἔνδον ὄντας αἰσθόμενοι καὶ συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτερᾶς δὲ μάχης γενομένης ἐνίκησεν Ἀλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε. <31.5> Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδ᾽ ἔφυγεν. ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος, ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύουσαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχισμένης, μηδενὸς δ᾽ εἰσαγομένου, <31.6> τὸν δ᾽ ὄντα σῖτον ἐν τῇ πόλει Πελοποννησίων καὶ Βοιωτῶν ἐσθιόντων, Βυζαντίων δὲ πεινώντων σὺν τέκνοις καὶ γυναιξίν, οὐ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ πολέμων καὶ κακῶν ἀπαλλάξαι τὴν πόλιν, μιμούμενος τοὺς ἀρίστους Λακεδαιμονίων, οἷς ἓν καλὸν ἁπλῶς καὶ δίκαιόν ἐστι τὸ τῆς πατρίδος συμφέρον. οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτ᾽ ἀκούσαντες ᾐδέσθησαν καὶ ἀπέλυσαν τοὺς ἄνδρας.
<32.1> Ὁ δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. <32.2> ἃ δὲ Δοῦρις ὁ Σάμιος Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στατοὺς καὶ ξυστίδας καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχομένους κόσμον, ἱστίῳ δ᾽ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν, <32.3> ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος, οὔτε Θεόπομπος οὔτ᾽ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν, οὔτ᾽ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον, ἀλλ᾽ ἐκεῖνος καὶ δεδιὼς κατήγετο, καὶ καταχθεὶς οὐ πρότερον ἀπέβη τῆς τριήρους, πρὶν στὰς ἐπὶ τοῦ καταστρώματος ἰδεῖν Εὐρυπτόλεμόν τε τὸν ἀνεψιὸν παρόντα καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων συχνοὺς ἐκδεχομένους καὶ παρακαλοῦντας. <32.4> ἐπεὶ δ᾽ ἀπέβη, τοὺς μὲν ἄλλους στρατηγοὺς οὐδ᾽ ὁρᾶν ἐδόκουν ἀπαντῶντες οἱ ἄνθρωποι, πρὸς δ᾽ ἐκεῖνον συντρέχοντες ἐβόων, ἠσπάζοντο, παρέπεμπον, ἐστεφάνουν προσιόντες, οἱ δὲ μὴ δυνάμενοι προσελθεῖν ἄπωθεν ἐθεῶντο, καὶ τοῖς νέοις ἐδείκνυσαν οἱ πρεσβύτεροι. πολὺ δὲ καὶ δάκρυον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο, καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυχημάτων, λογιζομένοις ὡς οὔτ᾽ ἂν Σικελίας <32.5> διήμαρτον οὔτ᾽ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαντας Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνάμεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέουσαν ἐκπεπτωκέναι τῆς θαλάττης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιάζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστήσας οὐ μόνον τῆς θαλάττης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολεμίους.
<33.1> Τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνήσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις·
γνώμη δ᾽ ἥ σε κατήγαγ᾽, ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε.
σφραγὶς δ᾽ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι
κεῖται·
<33.2> τότε δὲ τοῦ δήμου συνελθόντος εἰς τὴν ἐκκλησίαν παρελθὼν ὁ Ἀλκιβιάδης, καὶ τὰ μὲν αὑτοῦ πάθη κλαύσας καὶ ὀλοφυράμενος, ἐγκαλέσας δὲ μικρὰ καὶ μέτρια τῷ δήμῳ, τὸ δὲ σύμπαν ἀναθεὶς αὑτοῦ τινι τύχῃ πονηρᾷ καὶ φθονερῷ δαίμονι, πλεῖστα δ᾽ εἰς ἐλπίδας τῶν πολεμίων καὶ πρὸς τὸ θαρρεῖν διαλεχθεὶς καὶ παρορμήσας, στεφάνοις μὲν ἐστεφανώθη χρυσοῖς, ᾑρέθη δ᾽ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν αὐτοκράτωρ στρατηγός. <33.3> ἐψηφίσαντο δὲ τὴν οὐσίαν ἀποδοῦναι αὐτῷ, καὶ τὰς ἀρὰς ἀφοσιώσασθαι πάλιν Εὐμολπίδας καὶ Κήρυκας, ἃς ἐποιήσαντο τοῦ δήμου προστάξαντος. ἀφοσιουμένων δὲ τῶν ἄλλων, Θεόδωρος ὁ ἱεροφάντης "ἀλλ᾽ ἐγώ," εἶπεν, "οὐδὲ κατηρασάμην αὐτῷ κακὸν οὐδέν, εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν."
<34.1> Οὕτω δὲ τοῦ Ἀλκιβιάδου λαμπρῶς εὐημεροῦντος ὑπέθραττεν ἐνίους ὅμως ὁ τῆς καθόδου καιρός. ᾗ γὰρ ἡμέρᾳ κατέπλευσεν, ἐδρᾶτο τὰ Πλυντήρια τῇ θεῷ. δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες. ὅθεν ἐν ταῖς μάλιστα τῶν ἀποφράδων τὴν ἡμέραν ταύτην ἄπρακτον Ἀθηναῖοι νομίζουσιν. <34.2> οὐ φιλοφρόνως οὖν οὐδ᾽ εὐμενῶς ἐδόκει προσδεχομένη τὸν Ἀλκιβιάδην ἡ θεὸς παρακαλύπτεσθαι καὶ ἀπελαύνειν ἑαυτῆς.
Οὐ μὴν ἀλλὰ πάντων γεγονότων τῷ Ἀλκιβιάδῃ κατὰ γνώμην, καὶ πληρουμένων ἑκατὸν τριήρων αἷς αὖθις ἐκπλεῖν ἔμελλε, φιλοτιμία τις οὐκ ἀγεννὴς προσπεσοῦσα κατέσχεν αὐτὸν ἄχρι μυστηρίων. <34.3> ἀφ᾽ οὗ γὰρ ἐπετειχίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι καὶ πολλὰ τῶν δρωμένων καθ᾽ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύνωσι τὸν Ἴακχον, ὑπ᾽ ἀνάγκης ἐξελείπετο. <34.4> καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορήσαντα παρὰ τοὺς πολεμίους· ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν, ἢ μάχην ἱερὰν καὶ θεοφιλῆ περὶ τῶν ἁγιωτάτων καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πολίτας τῆς ἀνδραγαθίας. <34.5> ὡς δὲ ταῦτ᾽ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους τινὰς ἅμ᾽ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν προσαγορευομένην. <34.6> μηδενὸς δὲ τῶν πολεμίων ἐπιθέσθαι τολμήσαντος ἀσφαλῶς ἐπαναγαγὼν εἰς τὴν πόλιν, ἤρθη μὲν αὐτὸς τῷ φρονήματι καὶ τὴν στρατιὰν ἐπῆρεν ὡς ἄμαχον καὶ ἀήττητον οὖσαν ἐκείνου στρατηγοῦντος, τοὺς δὲ φορτικοὺς καὶ πένητας οὕτως ἐδημαγώγησεν ὥστ᾽ ἐρᾶν ἔρωτα θαυμαστὸν ὑπ᾽ ἐκείνου τυραννεῖσθαι, καὶ λέγειν ἐνίους καὶ προσιέναι παρακελευομένους ὅπως τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν ψηφίσματα καὶ νόμους καὶ φλυάρους ἀπολλύντας τὴν πόλιν ὡς ἂν πράξῃ καὶ χρήσηται τοῖς πράγμασι, μὴ δεδιὼς τοὺς συκοφάντας.
<35.1> Αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά τ᾽ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν.
Ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄνδρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν καινῶν ἐγκλημάτων πρῶτον ὑπῆρξε κατ᾽ αὐτοῦ τοῖς ἐχθροῖς.
ἔοικε δ᾽, <35.2> εἴ τις ἄλλος, ὑπὸ τῆς αὑτοῦ δόξης καταλυθῆναι καὶ Ἀλκιβιάδης. μεγάλη γὰρ οὖσα καὶ τόλμης καὶ συνέσεως γέμουσα ἀφ᾽ ὧν κατώρθωσεν, ὕποπτον αὐτοῦ τὸ ἐλλεῖπον, ὡς οὐ σπουδάσαντος, ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι παρεῖχε· σπουδάσαντα γὰρ οὐδὲν ἂν διαφυγεῖν. ἤλπιζον δὲ καὶ Χίους ἑαλωκότας ἀκούσεσθαι καὶ τὴν ἄλλην Ἰωνίαν. <35.3> ὅθεν ἠγανάκτουν μὴ ταχὺ πάντα μηδ᾽ εὐθέως, ὡς ἐβούλοντο, πυνθανόμενοι διαπεπραγμένον, οὐχ ὑπολογιζόμενοι τὴν ἀχρηματίαν, ἀφ᾽ ἧς πολεμῶν πρὸς ἀνθρώπους βασιλέα μέγαν χορηγὸν ἔχοντας ἠναγκάζετο πολλάκις ἐκπλέων καὶ ἀπολείπων τὸ στρατόπεδον μισθοὺς καὶ τροφὰς πορίζειν. καὶ γὰρ τὸ τελευταῖον ἔγκλημα διὰ ταύτην ἔλαβε τὴν αἰτίαν. <35.4> Λυσάνδρου γὰρ ἐπὶ τὴν ναυαρχίαν ἀποσταλέντος ὑπὸ Λακεδαιμονίων, καὶ τετρώβολον ἀντὶ τριωβόλου τῷ ναύτῃ διδόντος ἐξ ὧν ἔλαβε παρὰ Κύρου χρημάτων, αὐτὸς ἤδη γλίσχρως χορηγῶν καὶ τὸ τριώβολον ἀπῆρεν ἀργυρολογήσων ἐπὶ Καρίας. ὁ δ᾽ ἀπολειφθεὶς ἐπὶ τῶν νεῶν ἐπιμελητὴς Ἀντίοχος ἀγαθὸς μὲν ἦν κυβερνήτης, <35.5> ἀνόητος δὲ τἆλλα καὶ φορτικός· ἔχων δὲ πρόσταγμα παρὰ τοῦ Ἀλκιβιάδου μηδ᾽ ἂν ἐπιπλέωσιν οἱ πολέμιοι διαναυμαχεῖν, οὕτως ἐξύβρισε καὶ κατεφρόνησεν ὥστε τὴν αὑτοῦ πληρωσάμενος τριήρη καὶ τῶν ἄλλων μίαν ἐπιπλεῦσαι τῇ Ἐφέσῳ καὶ παρὰ τὰς πρᾐρας τῶν πολεμίων νεῶν πολλὰ καὶ πράττων καὶ φθεγγόμενος ἀκόλαστα καὶ βωμολόχα παρεξελαύνειν. <35.6> τὸ μὲν οὖν πρῶτον Λύσανδρος ὀλίγαις ναυσὶν ἐπαναχθεὶς ἐδίωκεν αὐτόν, τῶν δ᾽ Ἀθηναίων ἐπιβοηθούντων πάσαις ἀναχθεὶς καὶ κρατήσας αὐτόν τε διέφθειρε τὸν Ἀντίοχον καὶ ναῦς ἔλαβε πολλὰς καὶ ἀνθρώπους καὶ τρόπαιον ἔστησεν. ὡς δὲ ταῦτ᾽ ἤκουσεν ὁ Ἀλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προὐκαλεῖτο τὸν Λύσανδρον. ὁ δ᾽ ἠγάπα νενικηκὼς καὶ οὐκ ἀντανήγετο.
<36.1> Τῶν δὲ μισούντων τὸν Ἀλκιβιάδην ἐν τῷ στρατοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν εἰς Ἀθήνας κατηγορήσων. καὶ τοὺς ἐκεῖ παροξύνας ἔλεγε πρὸς τὸν δῆμον ὡς Ἀλκιβιάδης διέφθαρκε τὰ πράγματα καὶ τὰς ναῦς ἀπολώλεκεν, ἐντρυφῶν τῇ ἀρχῇ καὶ παραδιδοὺς τὴν στρατηγίαν ἀνθρώποις ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας δυναμένοις παρ᾽ αὐτῷ μέγιστον, <36.2> ὅπως αὐτὸς ἐπ᾽ ἀδείας χρηματίζηται περιπλέων καὶ ἀκολασταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις Ἀβυδηναῖς καὶ Ἰωνίσιν, ἐφορμούντων δι᾽ ὀλίγου τῶν πολεμίων. ἐνεκάλουν δ᾽ αὐτῷ καὶ τὴν τῶν τειχῶν κατασκευήν, ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ περὶ Βισάνθην αὑτῷ καταφυγὴν ὡς ἐν τῇ πατρίδι μὴ δυνάμενος βιοῦν ἢ μὴ βουλόμενος. <36.3> οἱ δ᾽ Ἀθηναῖοι πεισθέντες ἑτέρους εἵλοντο στρατηγούς, ἐνδεικνύμενοι τὴν πρὸς ἐκεῖνον ὀργὴν καὶ κακόνοιαν. ἃ δὴ πυνθανόμενος ὁ Ἀλκιβιάδης καὶ δεδοικὼς ἀπῆλθεν ἐκ τοῦ στρατοπέδου παντάπασι, καὶ συναγαγὼν ξένους ἐπολέμει τοῖς ἀβασιλεύτοις Θρᾳξὶν ἰδίᾳ, καὶ πολλὰ χρήματα συνήγαγεν ἀπὸ τῶν ἁλισκομένων, καὶ τοῖς Ἕλλησιν ἅμα τοῖς προσοικοῦσιν ἄδειαν ἀπὸ τῶν βαρβάρων παρεῖχεν.
<36.4> ἐπεὶ δ᾽ οἱ περὶ Τυδέα καὶ Μένανδρον καὶ Ἀδείμαντον στρατηγοί, πάσας ὁμοῦ τὰς ὑπαρχούσας τότε ναῦς τοῖς Ἀθηναίοις ἔχοντες ἐν Αἰγὸς ποταμοῖς, εἰώθεσαν ἐπιπλεῖν τῷ Λυσάνδρῳ ναυλοχοῦντι περὶ Λάμψακον ἅμ᾽ ἡμέρᾳ προκαλούμενοι καὶ πάλιν ἀναστρέφειν ὀπίσω καὶ διημερεύειν ἀτάκτως καὶ ἀμελῶς, ἅτε δὴ καταφρονοῦντες, <36.5> ἐγγὺς ὢν ὁ Ἀλκιβιάδης οὐ περιεῖδεν οὐδ᾽ ἠμέλησεν, ἀλλ᾽ ἵππῳ προσελάσας ἐδίδασκε τοὺς στρατηγοὺς ὅτι κακῶς ὁρμοῦσιν ἐν χωρίοις ἀλιμένοις καὶ πόλιν οὐκ ἔχουσιν, ἀλλὰ πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντες, καὶ περιορῶντες τὸ ναυτικόν, ὅταν ἐπὶ τῆς γῆς γένηται, πλανώμενον ὅποι τις θέλοι καὶ διασπειρόμενον, ἀντεφορμοῦντος αὐτοῖς στόλου πρὸς ἐπίταγμα μοναρχικὸν εἰθισμένου σιωπῇ πάντα ποιεῖν.
<37.1> Ταῦτα δὲ λέγοντος τοῦ Ἀλκιβιάδου, καὶ παραινοῦντος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί· Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἐκέλευσεν ἀποχωρεῖν, οὐ γὰρ ἐκεῖνον, ἀλλ᾽ ἑτέρους στρατηγεῖν. ὁ δ᾽ Ἀλκιβιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπῄει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε Λακεδαιμονίους διαναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν. <37.2> ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δ᾽ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. Ὅτι μέντοι τὰς ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δ᾽ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι. <37.3> τῶν δ᾽ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν.
Ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν. <37.4> ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς ἐκεῖνον, ἀλλ᾽ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.
<38.1> Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς, ἀπολωλότων ἤδη τῶν πραγμάτων, συνίεσαν, ὀλοφυρόμενοι καὶ διεξιόντες τὰς ἁμαρτίας αὑτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς Ἀλκιβιάδην ὀργήν. <38.2> ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλ᾽ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δ᾽ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθ᾽ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθ᾽ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας. <38.3> ταῦτα δ᾽ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυνθάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε καὶ διενοεῖτο. τέλος δὲ Κριτίας ἐδίδασκε Λύσανδρον ὡς Ἀθηναίων οὐκ ἔστι δημοκρατουμένων ἀσφαλῶς ἄρχειν Λακεδαιμονίοις τῆς Ἑλλάδος· Ἀθηναίους δέ, <38.4> κἂν πρᾴως πάνυ καὶ καλῶς πρὸς ὀλιγαρχίαν ἔχωσιν, οὐκ ἐάσει ζῶν Ἀλκιβιάδης ἀτρεμεῖν ἐπὶ τῶν καθεστώτων. οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν κελεύουσαν ἐκ ποδῶν ποιήσασθαι τὸν Ἀλκιβιάδην, εἴτε κἀκείνων φοβηθέντων τὴν ὀξύτητα καὶ μεγαλοπραγμοσύνην τοῦ ἀνδρός, εἴτε τῷ Ἄγιδι χαριζομένων.
<39.1> Ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε πρὸς τὸν Φαρνάβαζον ταῦτα πράττειν κελεύων, ὁ δὲ Μαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον, ἔτυχε μὲν ἐν κώμῃ τινὶ τῆς Φρυγίας ὁ Ἀλκιβιάδης τότε διαιτώμενος, ἔχων Τιμάνδραν μεθ᾽ αὑτοῦ τὴν ἑταίραν, ὄψιν <39.2> δὲ κατὰ τοὺς ὕπνους εἶδε τοιαύτην· ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον ὥσπερ γυναικὸς ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν. ἕτεροι δέ φασιν ἰδεῖν τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Μαγαῖον ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. ἀλλὰ τὴν μὲν ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς.
οἱ δὲ πεμφθέντες πρὸς αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν. <39.3> αἰσθόμενος δ᾽ ὁ Ἀλκιβιάδης τῶν μὲν ἱματίων τὰ πλεῖστα καὶ τῶν στρωμάτων συναγαγὼν ἐπέρριψε τῷ πυρί, τῇ δ᾽ ἀριστερᾷ χειρὶ τὴν ἑαυτοῦ χλαμύδα περιελίξας, τῇ δεξιᾷ σπασάμενος τὸ ἐγχειρίδιον ἐξέπεσεν ἀπαθὴς ὑπὸ τοῦ πυρὸς πρὶν ἢ διαφλέγεσθαι τὰ ἱμάτια, καὶ τοὺς βαρβάρους ὀφθεὶς διεσκέδασεν. οὐδεὶς γὰρ ὑπέμεινεν αὐτὸν οὐδ᾽ εἰς χεῖρας συνῆλθεν, ἀλλ᾽ ἀποστάντες ἔβαλλον ἀκοντίοις καὶ τοξεύμασιν. <39.4> οὕτω δ᾽ αὐτοῦ πεσόντος καὶ τῶν βαρβάρων ἀπελθόντων, ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνείλετο, καὶ τοῖς αὑτῆς περιβαλοῦσα καὶ περικαλύψασα χιτωνίσκοις, ἐκ τῶν παρόντων ἐκήδευσε λαμπρῶς καὶ φιλοτίμως.
Ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κορινθίαν μὲν προσαγορευθεῖσαν, ἐκ δὲ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην.
<39.5> ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς Ἀλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν Ἀλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν σὺν αὑτῷ, τοὺς δ᾽ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ Ἀλκιβιάδης, καὶ καταβαλεῖν αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.

Εγγραφή σε:
Αναρτήσεις (Atom)