13 Αυγούστου 2010

ΠΡΩΤΕΣΙΛΑΟΥ, ΠΛΟΥΤΩΝΟΣ και ΠΕΡΣΕΦΟΝΗΣ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΠΡΩΤΕΣΙΛΑΟΣ
Ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ͵ μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
ΠΛΟΥΤΩΝ
Σὺ δὲ τίνων δέῃ παρ΄ ἡμῶν; ἢ τίς ὢν τυγχάνεις;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Εἰμὶ μὲν Πρωτεσίλαος ὁ Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπ΄ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
ΠΛΟΥΤΩΝ
Τοῦτον μὲν τὸν ἔρωτα͵ ὦ Πρωτεσίλαε͵ πάντες νεκροὶ ἐρῶσιν͵ πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄ οὐ τοῦ ζῆν͵ Ἀϊδωνεῦ͵ ἐρῶ ἔγωγε͵ τῆς γυναικὸς δέ͵ ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων͵ εἶτα ὁ κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. ὁ οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με͵ ὦ δέσποτα͵ καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
ΠΛΟΥΤΩΝ
[2] Οὐκ ἔπιες͵ ὦ Πρωτεσίλαε͵ τὸ Λήθης ὕδωρ;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Καὶ μάλα͵ ὦ δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
ΠΛΟΥΤΩΝ
Οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄ οὐ φέρω τὴν διατριβήν͵ ὦ Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
ΠΛΟΥΤΩΝ
Εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετ΄ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ΄ ὑμᾶς͵ ὥστε ἀνθ΄ ἑνὸς δύο νεκροὺς λήψῃ μετ΄ ὀλίγον.
ΠΛΟΥΤΩΝ
Οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.
ΠΡΩΤΕΣΙΛΑΟΣ
[3] Ἀναμνήσω σε͵ ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι΄ [3] Ἀναμνήσω σε͵ ὦ Πλούτων· Ὀρφεῖ γὰρ δι΄ αὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.
ΠΛΟΥΤΩΝ
Θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ διαγνῶναι δυναμένη; φοβήσεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
ΠΕΡΣΕΦΟΝΗ
Οὐκοῦν͵ ὦ ἄνερ͵ σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον͵ ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη ὁ Πρωτεσίλαος ᾖ͵ καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτὸν͵ οἷος ἦν ἐκ τοῦ παστοῦ.
ΠΛΟΥΤΩΝ
Ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ͵ ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Πατήστε Ctrl και μετά το + μερικές φορές. Η εικόνα θα μεγαλώσει και θα σας διευκολύνει να γράψετε εύκολα την λέξη της επαλήθευσης.
Έπειτα πατώντας Ctrl και - μπορείτε να μικρύνετε την οθόνη