28 Ιανουαρίου 2010

ΑΧΙΛΕΩΣ και ΑΝΤΙΛΟΧΟΥ (Νεκρικοί διάλογοι Λουκιανού)

[1] ΑΝΤΙΛΟΧΟΣ
Οἷα πρῴην͵ Ἀχιλλεῦ͵ πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου͵ ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν͵ Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ͵ ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων͵ ᾧ μὴ βίοτος πολὺς εἴη͵ μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν͵ τὸν Πηλέως δὲ υἱόν͵ τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων͵ ταπεινὰ οὕτω περὶ αὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ͵ ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν͵ ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
ΑΧΙΛΛΕΥΣ
[2] Ὦ παῖ Νέστορος͵ ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου͵ νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής͵ εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσιν. μετὰ νεκρῶν δὲ ὁμοτιμία͵ καὶ οὔτε τὸ κάλλος ἐκεῖνο͵ ὦ Ἀντίλοχε͵ οὔτε ἡ ἰσχὺς πάρεστιν͵ ἀλλὰ κείμεθα ἅπαντες ὑπὸ τῷ αὐτῷ ζόφῳ ὅμοιοι καὶ κατ΄ οὐδὲν ἀλλήλων διαφέροντες͵ καὶ οὔτε οἱ τῶν Τρώων νεκροὶ δεδίασίν με οὔτε οἱ τῶν Ἀχαιῶν θεραπεύουσιν͵ ἰσηγορία δὲ ἀκριβὴς καὶ νεκρὸς ὅμοιος͵ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός. ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι͵ ὅτι μὴ θητεύω ζῶν.
ΑΝΤΙΛΟΧΟΣ
[3] Ὅμως τί οὖν ἄν τις πάθοι͵ ὦ Ἀχιλλεῦ; ταῦτα γὰρ ἔδοξε τῇ φύσει͵ πάντως ἀποθνήσκειν ἅπαντας͵ ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν οἵδε· μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως. φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ἡρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας͵ οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν͵ εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν.
ΑΧΙΛΛΕΥΣ
[4] Ἑταιρικὴ μὲν ἡ παραίνεσις͵ ἐμὲ δὲ οὐκ οἶδ΄ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ͵ οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον· εἰ δὲ μὴ ὁμολογεῖτε͵ ταύτῃ χείρους ἐστὲ καθ΄ ἡσυχίαν αὐτὸ πάσχοντες.
ΑΝΤΙΛΟΧΟΣ
Οὔκ͵ ἀλλ΄ ἀμείνους͵ ὦ Ἀχιλλεῦ· τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν· σιωπᾶν γὰρ καὶ φέρειν καὶ ἀνέχεσθαι δέδοκται ἡμῖν͵ μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ σὺ τοιαῦτα εὐχόμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Πατήστε Ctrl και μετά το + μερικές φορές. Η εικόνα θα μεγαλώσει και θα σας διευκολύνει να γράψετε εύκολα την λέξη της επαλήθευσης.
Έπειτα πατώντας Ctrl και - μπορείτε να μικρύνετε την οθόνη