13 Δεκεμβρίου 2009

ΑΙΑΚΟΣ και ΠΡΩΤΕΣΙΛΑΟΣ Νεκρικοί διάλογοι

[1] ΑΙΑΚΟΣ

Τί ἄγχεις͵ ὦ Πρωτεσίλαε͵ τὴν Ἑλένην προσπεσών;

ΠΡΩΤΕΣΙΛΑΟΣ

Ὅτι διὰ ταύτην͵ ὦ Αἰακέ͵ ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών͵ χήραν τε νεόγαμον γυνακα.

ΑΙΑΚΟΣ

Αἰτιῶ τοίνυν τὸν Μενέλαον͵ ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.

ΠΡΩΤΕΣΙΛΑΟΣ

Εὖ λέγεις· ἐκενόν μοι αἰτιατέον.

ΜΕΝΕΛΑΟΣ

Οὐκ ἐμέ͵ ὦ βέλτιστε͵ ἀλλὰ δικαιότερον τὸν Πάριν͵ ὃς ἐμοῦ τοῦ ξένου τὴν γυνακα παρὰ πάντα τὰ δίκαια ᾤχετο ἁρπάσας· οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου͵ ἀλλ΄ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημένος.

ΠΡΩΤΕΣΙΛΑΟΣ

Ἄμεινον οὕτω· σὲ τοιγαροῦν͵ ὦ Δύσπαρι͵ οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.

ΠΑΡΙΣ

Ἄδικα ποιῶν͵ ὦ Πρωτεσίλαε͵ καὶ ταῦτα ὁμότεχνον ὄντα σοι· ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι· οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστιν καί τις ἡμᾶς δαίμων ἄγει ἔνθα ἂν ἐθέλῃ͵ καὶ ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.

ΠΡΩΤΕΣΙΛΑΟΣ

[2] Εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα λαβεν δυνατὸν ἦν.

ΑΙΑΚΟΣ

Ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι τὰ δίκαια· φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως γεγενῆσθαι αἴτιος͵ τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον͵ ὦ Πρωτεσίλαε͵ ἢ σεαυτόν͵ ὃς ἐκλαθόμενος τῆς νεογάμου γυναικός͵ ἐπεὶ προσεφέρεσθε τῇ Τρῳάδι͵ οὕτως φιλοκινδύνως καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης ἐρασθείς͵ δι΄ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.

ΠΡΩΤΕΣΙΛΑΟΣ

Οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι͵ ὦ Αἰακέ͵ ἀποκρινοῦμαι δικαιότερα· οὐ γὰρ ἐγὼ τούτων αἴτιος͵ ἀλλὰ ἡ Μορα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι. ΑΙΑΚΟΣ Ὀρθῶς· τί οὖν τούτους αἰτιᾷ;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Πατήστε Ctrl και μετά το + μερικές φορές. Η εικόνα θα μεγαλώσει και θα σας διευκολύνει να γράψετε εύκολα την λέξη της επαλήθευσης.
Έπειτα πατώντας Ctrl και - μπορείτε να μικρύνετε την οθόνη